- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:28.1-28.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮洛士与其子托勒密对壕沟与大车防线发起强攻,阿克罗塔托斯率部迂回包抄托勒密的部队并将其击溃,赢得全城赞誉,而在正面战场上菲利奥斯等人亦奋战死守防线。
αὐτὸς μὲν οὖν ὁ Πύρρος ἐβιάζετο κατὰ στόμα τοῖς ὁπλίταις πρὸς ἀσπίδας πολλὰς τῶν Σπαρτιατῶν ἀντιπαρατεταγμένας, καὶ τάφρον οὐ περατὴν οὐδὲ βάσιν ἀσφαλῆ τοῖς μαχομένοις παρέχουσαν ὑπὸ χαυνότητος. ὁ δὲ παῖς Πτολεμαῖος, ἔχων δισχιλίους Γαλάτας καὶ Χαόνων λογάδας, ἐξελίξας τὴν τάφρον1 ἐπειρᾶτο κατὰ τὰς ἁμάξας ὑπερβαίνειν. αἱ δὲ ὑπὸ βάθους καὶ πυκνότητος οὐ μόνον τούτοις τὴν ἔφοδον, ἀλλὰ καὶ τοῖς Λακεδαιμονίοις δύσεργον ἐποίουν τὴν βοήθειαν.
于是,皮洛士亲自率领重装步兵,正面强攻对面排成盾墙的大批斯巴达战士,以及那道因土质松软而无法逾越、亦不能给作战者提供稳固立足点的壕沟。与此同时,他的儿子托勒密率领两千名加拉太人和卡奥尼亚精锐,绕过壕沟的一端,企图从大车处强行翻越。然而,大车深陷土中且排列紧密,不仅给进攻者造成阻碍,也让拉刻代蒙人的驰援变得十分艰难。
ἀνασπώντων δὲ τῶν Γαλατῶν τοὺς τροχοὺς καὶ ὑποσυρόντων τὰς ἁμάξας εἰς τὸν ποταμόν, κατιδὼν τὸν κίνδυνον ὁ νεανίας Ἀκρότατος καὶ τὴν πόλιν διαδραμὼν μετὰ τριακοσίων περιῆλθε τὸν Πτολεμαῖον, οὐ συνορώμενος ὑπʼ αὑτοῦ διά τινας συγκλινίας, ἕως προσέβαλε τοῖς ἐσχάτοις καὶ μεταβαλόντας ἠνάγκασε μάχεσθαι πρὸς ἑαυτόν, ὠθουμένους ὑπʼ ἀλλήλων εἴς τε τὴν τάφρον καὶ περὶ ταῖς ἁμάξαις πίπτοντας, ἄχρι οὗ φόνῳ πολλῷ μόλις ἀνεκόπησαν.
在加拉太人开始拔出车轮并把大车推入河中之际,年轻的阿克罗塔托斯察觉到了危险,率领三百名战士穿过城池,巧妙地利用某些地形凹地避开敌人的视线,迂回到托勒密的后方。他出其不意地袭击了敌军的殿后部队,迫使他们转过身来与自己交锋;敌人相互推搡,跌入壕沟并翻倒在大车周围,直至遭受惨重伤亡后才勉强被击退。
ἐθεῶντο δὲ οἵ τε πρεσβύτεροι καὶ τῶν γυναικῶν τὸ πλῆθος ἀριστεύοντα τὸν Ἀκρότατον. ἐπεὶ δὲ ἀπῄει πάλιν διὰ τῆς πόλεως ἐπὶ τὴν αὑτοῦ τάξιν αἵματος κατάπλεως καὶ γαῦρος, ὑπὸ τῆς νίκης ἐπηρμένος, καὶ μείζων ἔδοξε γεγονέναι καὶ καλλίων ταῖς Λακαίναις, καὶ τὴν Χιλωνίδα τοῦ ἔρωτος ἐζήλουν. τῶν δὲ πρεσβυτέρων τινὲς ἐπηκολούθουν βοῶντες· οἶχε, Ἀκρότατε, καὶ οἶφε τὰν Χιλωνίδα·2 μόνον παῖδας ἀγαθοὺς τᾷ Σπάρτᾳ ποίει.
老人们和成群的妇女注视着阿克罗塔托斯建立奇功。当他满身浴血、神采飞扬,在胜利的激昂中重新穿过城池返回自己的防区时,斯巴达妇女们觉得他变得更加伟岸英俊,无不对希洛尼斯获得他的爱慕而欣羡不已。有些老人甚至跟在他身后呼喊: “去吧,阿克罗塔托斯,去与希洛尼斯同寝吧;只要为斯巴达繁衍骁勇的儿女就行!”
κατὰ δὲ τὸν Πύρρον αὐτὸν ἰσχυρᾶς μάχης συνεστώσης ἄλλοι τε λαμπρῶς ἠγωνίζοντο, καὶ Φύλλιος ἐπὶ πλεῖστον ἀντισχὼν καὶ πλείστους ἀποκτείνας τῶν βιαζομένων, ὡς ᾔσθετο τραυμάτων πλήθει παραλυόμενον ἑαυτόν, ἐκστάς τινι τῶν ἐπιτεταγμένων τῆς χώρας3 ἔπεσεν ἐντὸς τῶν ὅπλων, ὥστε μὴ γενέσθαι τὸν νεκρὸν ὑπὸ τοῖς πολεμίοις.
在皮洛士本人所在的地段,激战正酣,其余将士亦英勇奋战。尤其是菲利奥斯,他坚守最久,斩杀逼近的敌军也最多;当他察觉到自己因创伤累累而渐趋虚脱时,便把位置让给身后配置的一名战友,倒在了己方军阵的盾墙之内,以免自己的尸体落入敌手。
- 28.1ἐξελίξας τὴν τάφρον
动词 ἐξελίσσω(原意为展平、展开)带宾格宾语 τὴν τάφρον,在军事语境中作转义,指通过战术机动“绕过壕沟的边缘/迂回过壕沟”。
- 28.3οἶχε, Ἀκρότατε, καὶ οἶφε τὰν Χιλωνίδα
长辈的喊话使用了多利斯方言:οἶχε 为 οἴχομαι(前去)的祈使式或感叹式,οἶφε 为直白词汇 οἴφω(同寝、交合)的祈使式;τὰν Χιλωνίδα 以及下句的 τᾷ Σπάρτᾳ 均保留了多利斯方言中的长元音 α,对应雅典方言的 η。
- 28.4ἐκστάς τινι τῶν ἐπιτεταγμένων τῆς χώρας
分词 ἐκστάς(源自 ἐξίσταμαι,让出、让位)同时支配与格(τινι τῶν ἐπιτεταγμένων,让给后排受命列阵之人中的某位)与表示分离的属格(τῆς χώρας,自己的防区/战位)。
