- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:27.1-27.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮洛士因担忧夜战掠城而将攻城推迟至次日,斯巴达妇女与老人乘机连夜修筑带有车辆屏障的壕沟阻击战象,并鼓舞青年战士拼死守卫家园。
ἐκ τούτου κατέβαινεν ἐπὶ τὴν Λακεδαίμονα· καὶ τοῦ Κλεωνύμου κελεύοντος ἐξ ἐφόδου προσβαλεῖν φοβηθεὶς ὁ Πύρρος, ὡς λέγεται, μὴ διαρπάσωσιν οἱ στρατιῶται τὴν πόλιν ἐν νυκτὶ προσπεσόντες, ἐπέσχεν, εἰπὼν ὅτι ταὐτὸ ποιήσουσι μεθʼ ἡμέραν. αὐτοί τε γάρ ἦσαν ὀλίγοι καὶ ἀπαράσκευοι διὰ τὸ αἰφνίδιον, ὅ τε Ἄρευς οὐκ ἐτύγχανε παρών, ἀλλʼ ἐν Κρήτῃ Γορτυνίοις πολεμουμένοις βοηθῶν· καὶ τοῦτο δὴ μάλιστα τὴν πόλιν ἔσωσε διʼ ἐρημίαν καὶ ἀσθένειαν καταφρονηθεῖσαν.
此后,他进军拉刻代蒙;克莱奥纽摩斯敦促他趁行军之势立即发起进攻,但据传皮洛士因担心士兵在夜间突袭时会洗劫全城,便按兵不动,声称到了白天同样能够达成目的。因为斯巴达人由于事出突然而人数寡少且毫无防备,阿柔斯又恰巧不在国内,而是在克里特救援深陷战事的戈耳廷人;而主要正是这一点,挽救了这座因空虚和软弱而遭到轻视的城邑。
ὁ μὲν γάρ Πύρρος οὐδένα μαχεῖσθαι νομίζων κατηυλίσατο, τοῦ δὲ Κλεωνύμου τὴν οἰκίαν οἵ τε φίλοι καὶ εἵλωτες οὕτως ἐκόσμησαν καὶ παρεσκεύασαν ὡς δειπνήσοντος τοῦ Πύρρου παρʼ αὐτῷ.1 γενομένης δὲ νυκτὸς οἱ Λακεδαιμόνιοι πρῶτον μὲν ἐβουλεύσαντο τὰς γυναῖκας εἰς Κρήτην ἀποστέλλειν, αἱ δὲ ἀντέστησαν. Ἀρχιδαμία δὲ καὶ ξίφος ἔχουσα πρὸς τὴν γερουσίαν ἦλθεν ἐγκαλοῦσα τοῖς ἀνδράσιν ὑπὲρ τῶν γυναικῶν, εἰ ζῆν αὑτὰς ἀξιοῦσι τῆς Σπάρτης ἀπολομένης.2
皮洛士料定无人敢战,便扎下营盘,而克莱奥纽摩斯的亲友与黑劳士们则打扫布置其宅邸,宛如皮洛士即将莅临与他共进晚宴一般。入夜后,拉刻代蒙人起初商议将妇女送往克里特,但妇女们坚决抵抗。阿耳喀达弥亚甚至手持利剑来到长老会议,代表全体妇女严厉责问男子,若斯巴达覆灭,他们何以认为妇女们还会苟且偷生。
ἔπειτα τῷ στρατοπέδῳ τῶν πολεμίων παράλληλον ἔγνωσαν ἐμβαλόντες τάφρον ἔνθεν καὶ ἔνθεν αὐτῆς στῆσαι τὰς ἁμάξας, μέχρι τοῦ μέσου τῶν τροχῶν καταχώσαντες, ὅπως ἕδραν ἔχουσαι δυσεκβίαστον ἐμποδὼν ὦσι τοῖς θηρίοις. ἀρχομένοις δὲ ταῦτα πράττειν ἧκον αὐτοῖς τῶν παρθένων καὶ γυναικῶν αἱ μὲν ἐν ἱματίοις, καταζωσάμεναι τοὺς χιτωνίσκους, αἱ δὲ μονοχίτωνες, συνεργασόμεναι τοῖς πρεσβυτέροις.
随后,他们决意开挖一条与敌军营地平行的壕沟,并在壕沟两侧排列大车,将车轮埋入土中至半轮深处,使其拥有难以撼动的基座,以此阻挡巨兽。当他们着手此项工程时,处女和妇女们纷纷赶来,有的披着斗篷并将短袍束起,有的仅着单衣,与老人们并肩劳作。
τοὺς δὲ μάχεσθαι μέλλοντας ἐκέλευον ἡσυχάζειν, καὶ λαβοῦσαι μέτρον αὐταὶ καθʼ αὑτὰς ἐξειργάσαντο τῆς τάφρου τὸ τρίτον μέρος, ἦν δὲ τὸ μὲν πλάτος αὐτῆς πήχεων ἕξ, τὸ δὲ βάθος τεττάρων, τὸ δὲ μῆκος ὀκτάπλεθρον, ὡς ἱστορεῖ Φύλαρχος, ὡς δ’ Ἱερώνυμος, ἔλαττον.
她们让即将参战的男子先行休息,自己划定丈量范围,独立完成了三分之一的壕沟;据菲拉尔库斯记载,壕沟宽六肘,深四肘,长八普勒特隆,而据耶罗尼摩斯所载则要短些。
ἅμα δ’ ἡμέρᾳ κινουμένων τῶν πολεμίων τὰ ὅπλα τοῖς νέοις ὀρέγουσαι καὶ παραδιδοῦσαι τὴν τάφρον ἀμύνειν καὶ φυλάττειν ἐκέλευον, ὡς ἡδὺ μὲν νικᾶν ἐν ὀφθαλμοῖς τῆς πατρίδος, εὐκλεὲς δὲ θνῄσκειν ἐν χερσὶ μητέρων καὶ γυναικῶν ἀξίως τῆς Σπάρτης πεσόντας. ἡ δὲ Χιλωνίς, ἐκποδὼν οὖσα καθʼ ἑαυτὴν, βρόχον εἶχεν ἐνημμένον, ὅπως ἐπὶ τῷ Κλεωνύμῳ μὴ γένοιτο3 τῆς πόλεως ἁλούσης.
黎明破晓,敌军开始行动,妇女们将武器递给青年战士,把壕沟交付给他们,叮嘱他们全力御敌守卫,并称在祖国注视下获胜何其快慰,而在母亲与妻子的怀抱中为斯巴达英勇捐躯又是何其光荣。此时希洛妮斯独自避在一旁,脖颈上套好了绳圈,以防在城破之后落入克莱奥纽摩斯的掌中。
- 27.2ὡς δειπνήσοντος τοῦ Πύρρου παρʼ αὐτῷ
由 ὡς 引导的属格独立结构,表示主句动作主体(亲友与黑劳士)的主观预期或认定:“料定皮洛士将与他共进晚宴”。
- 27.2εἰ ζῆν αὑτὰς ἀξιοῦσι τῆς Σπάρτης ἀπολομένης
连词 εἰ 接在表责难的动词 ἐγκαλοῦσα 之后,功能相当于 ὅτι,引出非难的具体内容(“斥责他们竟认为……”)。间接反身代词宾格 αὑτὰς 作不定式 ζῆν 的逻辑主语,τῆς Σπάρτης ἀπολομένης 则为带有假设条件的属格独立结构(“一旦斯巴达覆灭”)。
- 27.5ὅπως ἐπὶ τῷ Κλεωνύμῳ μὴ γένοιτο
由 ὅπως 搭配祈愿语气动词 γένοιτο 与否定词 μή 构成的目的从句。介词短语 ἐπὶ 接与格表示“落入某人的支配或掌控之下”(“落入克莱奥纽摩斯之手”)。
