← 普鲁塔克

皮洛士传

§26.1-26.11

入侵马其顿与远征斯巴达之图

皮洛士在意大利和西西里受挫后,为筹措军费进军马其顿并击溃安提柯,却因纵容麾下加拉太军劫掠王陵而丧失人望,随后受克莱奥纽摩斯之邀进犯斯巴达。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

οὕτω μὲν ἐξέπεσε τῶν Ἰταλικῶν καὶ Σικελικῶν ὁ Πύρρος ἐλπίδων, ἑξαετῆ χρόνον ἀναλώσας περὶ τοὺς ἐκεῖ πολέμους, καὶ τοῖς πράγμασιν ἐλαττωθείς, τὸ δὲ ἀνδρεῖον ἀνίκητον ἐν ταῖς ἥτταις διαφυλάξας· καὶ νομισθεὶς ἐμπειρίᾳ μὲν πολεμικῇ καὶ χειρὶ καὶ τόλμῃ πολὺ πρῶτος εἶναι τῶν καθʼ αὑτὸν βασιλέων, ἃ δὲ ταῖς πράξεσιν ἐκτᾶτο ταῖς ἐλπίσιν ἀπολλύναι, διʼ ἔρωτα τῶν ἀπόντων οὐδὲν εἰς ὃ δεῖ θέσθαι τῶν ὑπαρχόντων φθάσας.1

就这样,皮洛士在当地的战事中耗费了六年光阴,在实际力量上虽遭削弱,却在屡次溃败中始终保持了不屈的英勇,最终失去了在意大利和西西里的希望。他被认为在军事经验、武艺与胆识方面虽远居同代诸王之首,却又因期望而丧失自己凭借实干赢来的一切;由于对未得之物的渴求,他未能及时妥善处置自己业已拥有的一切。

§26.2

ὅθεν ἀπείκαζεν αὑτὸν ὁ Ἀντίγονος κυβευτῇ πολλὰ βάλλοντι καὶ καλά, χρῆσθαι δὲ οὐκ ἐπισταμένῳ τοῖς πεσοῦσι, κομίσας δὲ εἰς Ἤπειρον ὀκτακισχιλίους πεζοὺς καὶ πεντακοσίους ἱππεῖς, χρήματα δὴ οὐκ ἔχων ἐζήτει πόλεμον ᾧ θρέψει τὸ στράτευμα, καὶ τινων Γαλατῶν αὐτῷ προσγενομένων ἐνέβαλεν εἰς Μακεδονίαν Ἀντιγόνου τοῦ Δημητρίου βασιλεύοντος ὡς ἁρπαγῇ καὶ λεηλασίᾳ χρησόμενος.

因此,安提柯常将他比作一个频频掷出绝佳点数、却不知如何运用掷出之采的骰客。皮洛士带领八千步兵和五百骑兵返回伊庇鲁斯,由于确实缺乏钱财,他便寻求一场能够借以供养军队的战争;恰逢一些加拉太人前来投靠,他便趁机攻入由德米特里之子安提柯统领的马其顿,意在进行掠夺和搜刮。

§26.3

ἐπεὶ δὲ καὶ πόλεις ἐλάμβανε συχνὰς καὶ στρατιῶται δισχίλιοι μετέστησαν ὡς αὐτόν, ἐλπίσας τι πλέον ὥρμησεν ἐπὶ τὸν Ἀντίγονον καὶ περὶ τὰ Στενὰ προσπεσὼν συνετάραξε τὴν στρατιὰν ἅπασαν, οἱ δὲ ἐπὶ τῆς οὐραγίας τοῦ Ἀντιγόνου τεταγμένοι Γαλάται, συχνοὶ τὸ πλῆθος ὄντες, ὑπέστησαν εὐρώστως· καὶ καρτερᾶς μάχης γενομένης τούτων μὲν οἱ πλεῖστοι κατεκόπησαν, οἱ δὲ τῶν ἐλεφάντων ἡγεμόνες ἐγκαταλαμβανόμενοι παρέδωκαν ἑαυτοὺς καὶ τὰ θηρία πάντα.

然而,由于他连克数城,且有两千名敌军投奔到他麾下,他便怀抱更大的期望进击安提柯,并在狭道附近发起突袭,使敌全军陷入混乱。部署在安提柯后卫的加拉太人人多势众,顽强抵抗;经过一场苦战,加拉太人大多被歼灭,而战象的驭手们退路被断,便率全部巨象投降。

§26.4

προσλαβὼν δὲ ὁ Πύρρος τηλικαῦτα, καὶ τῇ τύχῃ μᾶλλον ἢ τοῖς λογισμοῖς χρώμενος, ἐπῆγε τῇ φάλαγγι τῶν Μακεδόνων ἀναπεπλησμένῃ ταραχῆς καὶ φόβου διὰ τὴν ἧτταν. ὅθεν ἐμβολῆς μὲν ἔσχοντο καὶ μάχης πρὸς αὐτόν,2 τὴν δὲ δεξιὰν προτείνων καὶ στρατηγοὺς καὶ ταξιάρχους ἀνακαλούμενος, ἅπαντας ὁμαλῶς ἀπέστησε τοὺς πεζοὺς τοῦ Ἀντιγόνου.

皮洛士取得了如此巨大的战果,顺从运气多过听从审慎的算计,径直率军逼近因战败而充满惊慌与混乱的马其顿方阵。敌军因此克制着没有向他发起冲击和交战;皮洛士伸出右手,高声呼唤对方的将领与队长,使得安提柯的全部步兵整齐划一地倒戈归附。

§26.5

κἀκεῖνος μὲν ὑποφεύγων ἅμα τῶν ἱππέων ὀλίγοις τῶν παραλίων τινὰς πόλεων κατέσχεν, ὁ δὲ Πύρρος ἐν εὐτυχήμασι τοσούτοις μέγιστον αὐτῷ πρὸς δόξαν οἰόμενος διαπεπρᾶχθαι τὸ περὶ τοὺς Γαλάτας, τὰ κάλλιστα καὶ λαμπρότατα τῶν λαφύρων ἀνέθηκεν εἰς τὸ ἱερὸν τῆς Ἰτωνίδος Ἀθηνᾶς, τόδε τὸ ἐλεγεῖον ἐπιγράψας "τοὺς θυρεοὺς ὁ Μολοσσὸς Ἰτωνίδι δῶρον Ἀθάνᾳ Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατᾶν, πάντα τὸν Ἀντιγόνου καθελὼν στρατὸν οὐ μέγα θαῦμα· αἰχμηταὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι."

安提柯本人仅率少数骑兵败逃,占据了沿海的几座城市;而皮洛士在如此辉煌的功业中,自以为在荣耀方面最伟大的成就在于击溃加拉太人,遂将战利品中最精美壮丽者奉纳于伊托尼亚的雅典娜神庙中,并题写了如下的哀歌体铭文: “摩罗索斯人皮洛士将这些长盾献给伊托尼亚的雅典娜,作为礼物, 那是从勇悍的加拉太人处夺得的; 他覆灭了安提柯的全部大军,这并非什么 奇迹; 艾阿科斯的后裔,古往今来皆是持矛的勇士。”

§26.6

μετὰ τὴν μάχην δὲ εὐθὺς ἀνελάμβανε τὰς πόλεις, τῶν δὲ Αἰγαίων κρατήσας τά τε ἄλλα χαλεπῶς ἐχρήσατο τοῖς ἀνθρώποις, καὶ φρουρὰν Γαλατικὴν ἐν τῇ πόλει κατέλιπε τῶν μετʼ αὐτοῦ στρατευομένων, οἱ δὲ Γαλάται γένος ἀπληστότατον χρημάτων ὄντες ἐπέθεντο τῶν βασιλέων αὐτόθι κεκηδευμένων τοὺς τάφους ὀρύττειν, καὶ τὰ μὲν χρήματα διήρπασαν, τὰ δὲ ὀστᾶ πρὸς ὕβριν διέρριψαν.

战后,他随即开始接管各座城镇。在攻克埃盖后,他除了在其他方面严酷对待当地居民外,还将随他出征的加拉太雇佣军留驻城中作为守军。然而加拉太人生性极贪钱财,竟着手挖掘葬于该地的历代诸王陵墓,洗劫财宝,并肆意侮辱将骸骨抛撒四处。

§26.7

τοῦτο κούφως ἔδοξε καὶ ὀλιγώρως ἐνεγκεῖν ὁ Πύρρος, ἢ διʼ ἀσχολίας τινὰς ὑπερθέμενος ἢ παρεὶς ὅλως διὰ φόβον τὸ κολάσαι τοὺς βαρβάρους· ὅθεν ἤκουσε κακῶς ὑπὸ τῶν Μακεδόνων. οὔπω δὲ τῶν πραγμάτων αὐτῷ βεβαιότητα καὶ σύστασιν ἐχόντων μόνιμον, ᾐωρεῖτο τῇ γνώμῃ πάλιν πρὸς ἑτέρας ἐλπίδας, καὶ τὸν μὲν Ἀντίγονον ἐφυβρίζων ἀναίσχυντον ἐκάλει μὴ λαμβάνοντα θοἱμάτιον, ἀλλʼ ἔτι τὴν πορφύραν φοροῦντα. Κλεωνύμου δὲ τοῦ Σπαρτιάτου παραγενομένου καὶ καλοῦντος αὑτὸν ἐπὶ τὴν Λακεδαίμονα προθύμως ὑπήκουσεν.

皮洛士对此似乎处之淡然且漫不经心,他要么是因为要事缠身而推迟处置,要么是因为畏惧而完全放弃惩处这些蛮族;因此他在马其顿人中招致了恶名。在他自己的基业尚未取得稳固持久的安定时,他的心思又浮动起来转向别处的野心;他百般羞辱安提柯,骂他是个不知羞耻的人,因为他不改穿平民斗篷,仍然穿着紫袍。当斯巴达人克莱奥纽摩斯前来并邀他进攻拉刻代蒙时,他便欣然应允。

§26.8

ὁ δὲ Κλεώνυμος ἦν μὲν γένους βασιλικοῦ, δοκῶν δὲ βίαιος εἶναι καὶ μοναρχικὸς οὔτʼ εὔνοιαν οὔτε πίστιν εἶχεν, ἀλλʼ Ἄρευς ἐβασίλευε. καὶ τοῦτο μὲν ἓν ἦν κοινὸν ἔγκλημα καὶ πρεσβύτερον αὐτῷ πρὸς τοὺς πολίτας· γυναῖκα δὲ καλὴν καὶ γένους βασιλικοῦ Χιλωνίδα τὴν Λεωτυχίδου πρεσβύτερος ὢν ἔγημεν ὁ Κλεώνυμος. ἡ δὲ Ἀκροτάτῳ τῷ Ἄρεως ἐπιμανεῖσα, μειρακίῳ καθʼ ὥραν ἀκμάζοντι, λυπηρὸν ἐρῶντι τῷ Κλεωνύμῳ καὶ ἄδοξον ὁμοῦ παρεῖχε τὸν γάμον οὐδένα γὰρ ἐλάνθανε Σπαρτιατῶν καταφρονούμενος ὑπὸ τῆς γυναικός.3

克莱奥纽摩斯本是王族出身,但因被认为专横暴虐、喜好独裁,既未得人心亦未获信任,王位遂由阿柔斯继承。这是他对本邦公民怀有的公共事务上由来已久的一项积怨;此外,克莱奥纽摩斯虽已年迈,却娶了勒奥提基得斯的美貌王族之女希洛妮斯为妻。然而希洛妮斯却疯狂地爱上了正值芳龄风华的阿柔斯之子阿克罗塔托斯,这使得深爱妻子的克莱奥纽摩斯饱受痛苦,其婚姻亦受尽耻辱;因为整个斯巴达没有一个人看不出他被妻子所轻蔑。

§26.9

οὕτω δὲ τῶν κατʼ οἶκον ἀνιαρῶν τοῖς πολιτικοῖς προσγενομένων ὑπʼ ὀργῆς καὶ βαρυθυμίας ἐπῆγε τῇ Σπάρτῃ τὸν Πύρρον, ἔχοντα δισμυρίους καὶ πεντακισχιλίους πεζούς, δισχιλίους δ’ ἱππεῖς, ἐλέφαντας δὲ εἰκοσιτέσσαρας, ὥστε τῷ μεγέθει τῆς παρασκευῆς εὐθὺς εἶναι κατάδηλον οὐ Κλεωνύμῳ τὴν Σπάρτην, ἀλλὰ τὴν Πελοπόννησον ἑαυτῷ κτώμενον, ἐπεὶ τῷ γε λόγῳ καὶ πρὸς αὐτοὺς ἔξαρνος ἦν τοὺς Λακεδαιμονίους πρεσβεύσαντας εἰς Μεγάλην πόλιν.

如此这般,家庭的痛楚再加上政治上的失意,使他在愤恨与郁结之下将皮洛士引向了斯巴达。皮洛士拥有两万五千步兵、两千骑兵和二十四头战象,以其庞大的军备规模,显而易见他不是为克莱奥纽摩斯夺取斯巴达,而是为自己谋取伯罗奔尼撒,尽管在言辞上就连对派遣使节前往梅加洛波利斯的拉刻代蒙人本身,他也否认了这一点。

§26.10

ἔφη γάρ ἐλευθερώσων τὰς ὑπʼ Ἀντιγόνῳ πόλεις ἀφῖχθαι, καὶ νὴ Δία τοὺς νεωτέρους παῖδας εἰς Σπάρτην, εἰ μή τι κωλύει, πέμψων ἐντραφησομένους τοῖς Λακωνικοῖς ἔθεσιν, ὡς τούτῳ πλέον ἔχοιεν ἤδη τῶν πάντων βασιλέων, ταῦτα πλαττόμενος καὶ παράγων τοὺς ἐντυγχάνοντας αὐτῷ καθʼ ὁδόν, ὡς πρῶτον ἥψατο τῆς Λακωνικῆς ἁρπαγὴν ἐποιεῖτο καὶ λεηλασίαν·

因为他声称,自己前来是为了解放臣服于安提柯的各城邑;而且凭宙斯起誓,若无阻碍,他还要将年幼的儿子们送往斯巴达,接受拉科尼亚习俗的教养,好让他们在这一点上超越现今的所有君王。他一边编造这番谎言,诱骗沿途遇见的众人,一边在刚踏上拉科尼亚土地之时便大肆劫掠。

§26.11

ἐγκαλούντων δὲ τῶν πρέσβεων, ὅτι μὴ καταγγείλας πόλεμον ἐξενήνοχε πρὸς αὐτούς, ἀλλʼ οὐδʼ ὑμᾶς, ἔφη· τοὺς Σπαρτιάτας ἴσμεν ὅ τι ἂν μέλλητε ποιεῖν ἑτέροις προλέγοντας4 εἷς δὲ τῶν παρόντων, ὄνομα Μανδροκλείδας, εἶπε τῇ φωνῇ λακωνίζων αἰ μὲν ἐσσὶ τύ γε θεός, οὐδὲν μὴ πάθωμεν5 οὐ γὰρ ἀδικεῦμεν αἰ δ’ ἄνθρωπος, ἔσσεται καὶ τεῦ κάρρων ἄλλος.

当使节们谴责他未曾宣战就对他们大动干戈时,“可是我们同样不知道,”他说,“你们斯巴达人在打算做什么事情时,会事先告知他人。” 在场的一位名叫曼德罗克莱达斯的人,用浓重的拉科尼亚方言说道: “你若是神明,我们便绝不会受害,因为我们未行不义;但你若是凡人,必定会有比你更强者出现。”

语法注5 条
  1. 26.1οὐδὲν εἰς ὃ δεῖ θέσθαι τῶν ὑπαρχόντων φθάσας

    动词 φθάνω(抢先、及早做)后接中动不定词 θέσθαι(妥善安置、据为己用)。介词短语 εἷς ὃ δεῖ 意为“用于正途”或“按必要的方式”。部分属格 τῶν ὑπαρχόντων(现有资产)依附于否定宾语 οὐδέν,整体结构表示“未能及早将现有的任何资源妥善加以利用”。

  2. 26.4ἐμβολῆς μὲν ἔσχοντο καὶ μάχης πρὸς αὐτόν

    ἔσχοντο 是 ἔχω 的不定过去时中动态,在此接属格补足语(ἐμβολῆς καὶ μάχης),意为“克制”、“停止”突击与交战,有别于主动态的“持有”之意。

  3. 26.8οὐδένα γὰρ ἐλάνθανε Σπαρτιατῶν καταφρονούμενος ὑπὸ τῆς γυναικός

    这是 λανθάνω 支配宾格并连用分词的经典用法。主语(克莱奥纽摩斯)由分词 καταφρονούμενος(被轻蔑)修饰,οὐδένα 为及物动词的宾格。直译为“他在被妻子轻蔑这一点上,没有瞒过任何斯巴达人”,即所有斯巴达人都清楚他遭受妻子的蔑视。

  4. 26.11οὐδʼ ὑμᾶς ... ἴσμεν ὅ τι ἂν μέλλητε ποιεῖν ἑτέροις προλέγοντας

    提叙/先取句式(prolepsis)。逻辑主语 ὑμᾶς τοὺς Σπαρτιάτας 被提前置于主句,充当动词 ἴσμεν 的宾格,并与分词 προλέγοντας 呼应(ἴσμεν ὑμᾶς ... προλέγοντας,意即“我们知道你们……预先告之”)。夹在中间的 ὅ τι ἂν μέλλητε ποιεῖν 是泛指关系从句,充当 προλέγοντας 的宾语(“无论你们打算做什么”)。

  5. 26.11οὐδὲν μὴ πάθωμεν

    由 οὐ μή 连用不定过去时虚拟式(πάθωμεν,动词 πάσχω 的第一人称复数不定过去时主动虚拟式)构成的强烈否定句式,表示坚决否认或断言:“我们绝不会遭受任何伤害”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:26.1-26.11