- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:25.1-25.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮洛士分兵后试图夜袭马尼乌斯·库里乌斯的营垒,却因迷路而丧失奇袭先机。在随后的平原决战中,罗马军利用驻守营垒的生力军击退战象,取得了决定性的胜利。
τῶν δὲ Σαυνιτῶν τά τε πράγματα διέφθαρτο, καὶ τοῦ φρονήματος ὑφεῖντο,1 κεκρατημένοι μάχαις πολλαῖς ὑπὸ τῶν Ῥωμαίων. ἐνῆν δέ τι καὶ πρὸς τὸν Πύρρον ὀργῆς διὰ τὸν εἰς Σικελίαν πλοῦν· ὅθεν οὐ πολλοὶ τούτων αὐτῷ συνῆλθον. πάντας δὲ νείμας δίχα τοὺς μὲν εἰς τὴν Λευκανίαν ἔπεμψεν ἀντιληψομένους τοῦ ἑτέρου τῶν ὑπάτων,2 ὡς μὴ βοηθοίη, τοὺς δὲ ἦγεν αὐτὸς ἐπὶ Μάνιον Κούριον περὶ πόλιν Βενεουεντὸν ἱδρυμένον ἐν ἀσφαλεῖ καὶ περιμένοντα τὴν ἐκ τῆς Λευκανίας βοήθειαν· ἔστι δ’ ὅτε καὶ μάντεων αὐτὸν οἰωνοῖς καὶ ἱεροῖς ἀποτρεπόντων ἡσύχαζε, σπεύδων οὖν ὁ Πύρρος ἐπιθέσθαι τούτοις, πρὶν ἐκείνους ἐπελθεῖν, ἄνδρας τε τοὺς κρατίστους καὶ τῶν θηρίων τὰ μαχιμώτατα λαβὼν νυκτὸς ὥρμησεν ἐπὶ τὸ στρατόπεδον.
然而萨姆奈特人的局势已然崩溃,且因多次在战斗中败于罗马人之手,士气早已消沉。他们也因皮洛士渡海前往西西里之事对他心存些许怨恨;因此,他们之中前来与他会合的人并不多。皮洛士将全军一分为二,派一部前往卢卡尼亚以牵制另一位执政官,使其无法驰援;他自己则率余部进击马尼乌斯·库里乌斯。马尼乌斯当时在贝内文托城附近择险扎营,正等待卢卡尼亚的援军;由于占卜官以鸟兆和牺牲之象劝阻他,他有时也按兵不动。皮洛士急于赶在另一路援军到达前突袭他们,便挑选了最精锐的勇士与最善战的巨象,趁夜向敌营杀去。
περιιόντι δὲ αὐτῷ μακρὰν καὶ δασεῖαν ὕλαις ὁδὸν οὐκ ἀντέσχε τὰ φῶτα,3 καὶ πλάναι τοῖς στρατιώταις συνέτυχον· καὶ περὶ ταῦτα γινομένης διατριβῆς ἥ τε νὺξ ἐπέλιπε καὶ καταφανὴς ἦν ἅμʼ ἡμέρᾳ τοῖς πολεμίοις ἐπερχόμενος ἀπὸ τῶν ἄκρων, ὥστε θόρυβον πολὺν καὶ κίνησιν παρασχεῖν. οὐ μὴν ἀλλὰ τῶν ἱερῶν τῷ Μανίῳ γενομένων, καὶ τοῦ καιροῦ βοηθεῖν ἀναγκάζοντος, ἐξελθὼν ἐνέβαλε τοῖς πρώτοις καὶ τρεψάμενος ἐφόβησε πάντας, ὥστε καὶ πεσεῖν οὐκ ὀλίγους καὶ τῶν ἐλεφάντων τινὰς ἁλῶναι καταλειφθέντας.
然而,由于他绕道一条漫长且密林丛生的小径,火把渐渐熄灭,士兵们迷失了方向。在为此耽搁延误之际,黑夜已尽,天明之时他正从高地向敌军压来,全貌暴露无遗,引起了极大的骚动与混乱。尽管如此,马尼乌斯的祭牲吉兆已成,战机又迫使他必须出战,他便率军杀出,猛扑敌军前锋,将其击溃并令全军震恐,以致敌方伤亡颇众,数头被遗弃的战象亦被俘获。
αὕτη τὸν Μάνιον ἡ νίκη κατήγαγε μαχούμενον εἰς τὸ πεδίον· καὶ συμβαλὼν ἐκ προδήλου τὸ μὲν ἐτρέψατο τῶν πολεμίων, ἔστι δ’ ᾗ4 βιασθεὶς ὑπὸ τῶν θηρίων καὶ συσταλεὶς πρὸς τὸ στρατόπεδον τοὺς φύλακας ἐκάλει συχνοὺς ἐφεστῶτας τῷ χάρακι μετὰ τῶν ὅπλων καὶ ἀκμῆτας.
这场胜利驱使马尼乌斯下到平原正式交战;在正面交锋中,他击溃了敌人的一翼,但在某处受到巨象的猛攻而被逼退向本方营垒,于是他召来了驻守在营栅旁、全副武装且体力充沛的众多守军。
οἱ δὲ ἐπιφανέντες ἐκ τόπων ὀχυρῶν καὶ τὰ θηρία βάλλοντες ἠνάγκασαν ἀποστρέφεσθαι καὶ φυγῇ χωροῦντα διὰ τῶν συμμάχων ὀπίσω ταραχὴν ἀπεργάσασθαι καὶ σύγχυσιν, ἣ τὸ νίκημα παρέδωκε τοῖς Ῥωμαίοις, ἅμα δὲ καὶ τὸ κράτος τῆς ἡγεμονίας, καὶ γάρ φρόνημα καὶ δύναμιν καὶ δόξαν ὡς ἄμαχοι προσλαβόντες ἐκ τῆς ἀρετῆς ἐκείνης καὶ τῶν ἀγώνων Ἰταλίαν μὲν εὐθύς, ὀλίγῳ δὲ ὕστερον Σικελίαν κατέσχον.
这些守军从险要坚固的高处现身,向巨象投掷武器,迫使它们掉头,在穿过友军向后溃逃之际制造了极大的混乱与骚动。正是这一变故将胜利交到了罗马人手中,同时也交付了霸业的统治权;因为他们从那份英勇与那些征战中赢得了自信、实力以及不可战胜的威名,随即掌控了意大利,不久之后又夺取了西西里。
- 25.1τοῦ φρονήματος ὑφεῖντο
动词 ὑφίημι 的中动态过去完成时(第三人称复数)直接带属格 τοῦ φρονήματος,表示“减损、消沉其气魄或斗志”。
- 25.1ἀντιληψομένους τοῦ ἑτέρου τῶν ὑπάτων
将来时分词 ἀντιληψομένους 依附于 ἔπεμψεν 表目的;中动态动词 ἀντιλαμβάνομαι 接属格(τοῦ ἑτέρου)作宾语,意为“牵制、抵挡(另一位执政官)”。
- 25.3περιιόντι δὲ αὐτῷ μακρὰν καὶ δασεῖαν ὕλαις ὁδὸν οὐκ ἀντέσχε τὰ φῶτα
与格分词短语 περιιόντι ... αὐτῷ 用作全句的相关与格(意即“在他绕行……之际”);宾格 μακρὰν καὶ δασεῖαν ... ὁδόν 充当表示行进路线的内宾格。
- 25.4ἔστι δ’ ᾗ
成语性副词短语,意为“在某处/在某一方面”,与前文的 τὸ μέν(敌军的一翼)形成对应对比。
