← 普鲁塔克

皮洛士传

§24.1-24.4

马默提尼人的伏击与皮洛士还师塔兰托

皮洛士离开西西里时遭迦太基舰队重创,渡海后又遇马默提尼人伏击;他负伤后反身一剑劈杀敌方巨汉,震慑蛮族,随后安抵塔兰托并整军进击罗马人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

τῶν δὲ βαρβάρων συστάντων ἐπʼ αὐτὸν ἀποπλέοντα, Καρχηδονίοις μὲν ἐν τῷ πορθμῷ ναυμαχήσας ἀπέβαλε τῶν νεῶν πολλάς, ταῖς δ’ ἄλλαις κατέφυγε πρὸς τὴν Ἰταλίαν, Μαμερτῖνοι δὲ μυρίων οὐκ ἐλάττους προδιαβάντες ἀντιτάξασθαι μὲν ἐφοβήθησαν, ἐν δὲ ταῖς δυσχωρίαις ἐπιτιθέμενοι καὶ προσπίπτοντες ἅπαν τὸ στράτευμα συνετάραξαν. ἔπεσε δὲ δύο θηρία καὶ συχνοὶ τῶν ὀπισθοφυλακούντων ἀπέθνῃσκον.

当他启航离去时,蛮族联合起来向他发难:他在海峡与迦太基人进行海战,损失了许多战船,只得以余部逃往意大利。与此同时,不少于一万人的马默提尼人早已先行渡海;他们虽不敢正面列阵交锋,却在险隘地带发起突袭和猛扑,使全军陷入混乱。两头战象倒毙,后卫部队亦阵亡甚多。

§24.2

αὐτὸς οὖν ἀπὸ τοῦ στόματος1 παρελάσας ἠμύνετο καὶ διεκινδύνευε πρὸς ἄνδρας ἠσκημένους μάχεσθαι καὶ θυμοειδεῖς. πληγεὶς δὲ τὴν κεφαλὴν ξίφει καὶ μικρὸν ἐκ τῶν μαχομένων ἀποστὰς ἔτι μᾶλλον ἐπῆρε τοὺς πολεμίους. εἷς δὲ καὶ πολὺ πρὸ τῶν ἄλλων ἐπιδραμών, ἀνήρ τῷ τε σώματι μέγας καὶ τοῖς ὅπλοις λαμπρός, ἐχρῆτο τῇ φωνῇ θρασυτέρᾳ καὶ προελθεῖν ἐκέλευεν αὐτόν, εἰ ζῇ.

于是皮洛士亲自从前锋策马奔赴,击退敌军,在勇悍且熟稔战阵的敌兵面前冒着极大的危险战斗。然而他的头部被剑击伤,稍微退出了战斗圈,这更助长了敌人的气焰。其中一人远远跑在其他人前面——此人身形魁梧、甲胄华丽——用狂妄的声音高声挑衅,命他若是还活着就上前应战。

§24.3

παροξυνθεὶς δὲ ὁ Πύρρος ἐπέστρεψε βίᾳ τῶν ὑπασπιστῶν,2 καὶ μετʼ ὀργῆς αἵματι πεφυρμένος καὶ δεινὸς ὀφθῆναι τὸ πρόσωπον ὠσάμενος διʼ αὐτῶν καὶ φθάσας τὸν βάρβαρον ἔπληξε κατὰ τῆς κεφαλῆς τῷ ξίφει πληγὴν ῥώμῃ τε τῆς χειρὸς ἅμα καὶ βαφῆς ἀρετῇ τοῦ σιδήρου μέχρι τῶν κάτω διαδραμοῦσαν,3 ὥστε ἑνὶ χρόνῳ περιπεσεῖν ἑκατέρωσε τὰ μέρη τοῦ σώματος διχοτομηθέντος.

被激怒的皮洛士不顾护卫们的拦阻猛然转身,满怀怒气、浑身浴血、面容可怖地从他们中间挤过去;他抢在那蛮族之前用佩剑劈向其头顶,这一击凭借其手臂的刚劲以及钢铁淬火的精良,一路斩穿至下体,以致被劈成两半的身躯在同一瞬间分别倒向两侧。

§24.4

τοῦτο τοὺς βαρβάρους ἐπέσχε τοῦ πρόσω χωρεῖν,4 ὥς τινα τῶν κρειττόνων θαυμάσαντας καὶ καταπλαγέντας τὸν Πύρρον. ὁ δὲ τὴν ἄλλην ὁδὸν ἀδεῶς διεξελθὼν ἧκεν εἰς Τάραντα, δισμυρίους πεζοὺς καὶ τρισχιλίους ἱππεῖς κομίζων. ἀναλαβὼν δὲ τῶν Ταραντίνων τοὺς κρατίστους, εὐθὺς ἐπὶ Ῥωμαίους ἦγεν ἐν τῇ Σαυνίτιδι στρατοπεδεύοντας.

这阻止了蛮族继续向前推进,他们敬畏惊惧于皮洛士,视他如同某种超凡的神力化身。他毫无畏惧地走完了余下的路程,抵达塔兰托,率领着两万步兵和三千骑兵。在收编了塔兰托人中最精锐的士卒之后,他便立即率军杀向正驻扎在萨姆奈特的罗马人。

语法注4 条
  1. 24.2ἀπὸ τοῦ στόματος

    在军事语境中,στόμα 指行军纵队的“前锋”或“首端”。因后卫部队(τῶν ὀπισθοφυλακούντων)遇袭,皮洛士遂自队首策马回驰支援。

  2. 24.3βίᾳ τῶν ὑπασπιστῶν

    与格名词 βίᾳ 作前置词性用法支配属格,意为“不顾……的阻拦”或“强行挣脱侍卫”。卫士们本欲庇护负伤的君王退避,但他强行冲回阵前。

  3. 24.3πληγὴν ... διαδραμοῦσαν

    动词 ἔπληξε(击打)与同源名词 πληγήν 构成的同族宾格结构(“击出了一击”)。分词 διαδραμοῦσαν 与 πληγήν 一致,修饰这一剑势因手力和钢火精良而径直贯穿至下体。

  4. 24.4τοῦ πρόσω χωρεῖν

    由表示阻碍、制止的动词 ἐπέσχε 支配的带冠词不定词属格(分离属格),意为“遏制蛮族使其不再向前推进”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:24.1-24.4