← 普鲁塔克

皮洛士传

§23.1-23.6

西西里诸城的反叛与皮洛士撤军

皮洛士击溃马默提尼人并拒绝迦太基的和谈条件,但其专横的征集与处决叙拉古领袖的举措引发西西里诸城叛乱,最终借意大利求援信为口实弃岛而去,并留下了西西里将成争霸战场的预言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

τῶν δὲ περὶ Μεσσήνην βαρβάρων, Μαμερτίνων δὲ καλουμένων, πολλὰ τοῖς Ἕλλησιν ἐνοχλούντων, ἐνίους δὲ καὶ φόρου πεποιημένων ὑποτελεῖς, πολλῶν δὲ καὶ μαχίμων ὄντων, διὸ καὶ προσηγορεύθησαν Ἀρήιοι γλώσσῃ τῇ Λατίνων, τοὺς μὲν φορολόγους συλλαβὼν ἀπέκτεινεν, αὐτοὺς δὲ νικήσας μάχῃ πολλὰ τῶν φρουρίων ἐξέκοψε.

至于墨西拿周边的蛮族,即被称为马默提尼人的一伙,他们屡屡骚扰希腊人,甚至使一部分希腊人纳贡称臣,且人数众多、骁勇善战——为此在拉丁语中被称为“战神之民”——他逮捕并处决了他们的税吏,并在战斗中击败他们本部,拔除了许多要塞。

§23.2

Καρχηδονίοις δὲ συμβατικῶς ἔχουσι, καὶ χρήματα βουλομένοις τελεῖν, εἰ γένοιτο φιλία, καὶ ναῦς ἀποστέλλειν, ἀπεκρίνατο πλειόνων ἐφιέμενος μίαν εἶναι διάλυσιν καὶ φιλίαν πρὸς αὐτούς, εἰ πᾶσαν ἐκλιπόντες Σικελίαν ὅρῳ χρῷντο τῇ Λιβυκῇ θαλάσσῃ πρὸς τοὺς Ἕλληνας.

当迦太基人有意和解,表示若能缔结友谊愿奉送金钱并派遣战船时,他志在图谋更多,遂答复称与他们和解休好的唯一条件,就是他们彻底撤出整个西西里,以利比亚海作为与希腊人之间的分界。

§23.3

εὐτυχίᾳ δὲ καὶ ῥώμῃ τῶν παρόντων ἐπαιρόμενος, καὶ διώκων τὰς ἐλπίδας ἐφʼ αἷς ἀπʼ ἀρχῆς ἔπλευσε, πρώτης δὲ Λιβύης ἐφιέμενος καὶ ναῦς ἔχων πολλὰς πληρωμάτων ἐπιδεεῖς ἤγειρεν ἐρέτας, οὐκ ἐπιεικῶς ἐντυγχάνων οὐδὲ πράως ταῖς πόλεσιν, ἀλλὰ δεσποτικῶς καὶ πρὸς ὀργὴν βιαζόμενος καὶ κολάζων, οὐκ εὐθὺς ὢν οὐδὲ ἐν ἀρχῇ τοιοῦτος, ἀλλὰ καὶ μᾶλλον ἑτέρων τῷ πρὸς χάριν ὁμιλεῖν καὶ πάντα πιστεύειν καὶ μηδὲν ἐνοχλεῖν ὑπαγόμενος, εἶτα γινόμενος ἐκ δημαγωγοῦ τύραννος ἀχαριστίας τῇ χαλεπότητι καὶ ἀπιστίας προσωφλίσκανε δόξαν.

然而,由于眼下的顺遂与威势而心高气傲,并追逐着自己最初启航时的指望,且一心首先图谋利比亚,但他拥有众多战船却缺乏划桨手,于是便征集水手;在同各城邦交涉时,他既不温和也不宽厚,反而专横暴躁地施加强迫和惩处。他起初并非这般性情,早先甚至比旁人更善于通过和悦的交际、推心置腹的信任以及不施侵扰来收揽人心,如今却从民众领袖蜕变为僭主,因其残暴手段而背负上了寡恩与背信的恶名。

§23.4

οὐ μὴν ἀλλὰ ταῦτα μὲν ὡς ἀναγκαῖα συνεχώρουν, καίπερ δυσφοροῦντες· ἐπεὶ δὲ Θοίνωνα καὶ Σωσίστρατον,1 ἄνδρας ἡγεμονικοὺς ἐν Συρακούσαις, οἳ πρῶτοι μὲν αὐτὸν ἐλθεῖν ἔπεισαν εἰς Σικελίαν, ἐλθόντι δὲ τὴν πόλιν εὐθὺς ἐνεχείρισαν καὶ πλεῖστα συγκατειργάσαντο τῶν Σικελικῶν, μήτε ἄγειν σὺν αὑτῷ μήτε ἀπολείπειν βουλόμενος ἐν ὑποψίαις εἶχε, καὶ Σωσίστρατος μὲν ἀπέστη φοβηθείς, Θοίνωνα δὲ τὰ αὐτὰ φρονεῖν αἰτιασάμενος ἀπέκτεινεν, οὐ κατὰ μικρὸν οὐδὲ καθʼ ἓν αὐτῷ μεθίστατο τῶν πραγμάτων, ἀλλὰ δεινοῦ τινος μίσους ἐγγενομένου ταῖς πόλεσι πρὸς αὐτὸν αἱ μὲν προσετίθεντο Καρχηδονίοις, αἱ δὲ ἐπήγοντο Μαμερτίνους. ἀποστάσεις δὲ ὁρῶν ἅπαντα καὶ νεωτερισμοὺς καὶ σύστασιν ἰσχυρὰν ἐφʼ αὑτόν, ἐδέξατο γράμματα Σαυνιτῶν καὶ Ταραντίνων μόλις ἀντεχόντων ταῖς πόλεσιν αὐταῖς πρὸς τὸν πόλεμον, εἰργομένων δὲ τῆς χώρας ἁπάσης καὶ δεομένων βοηθεῖν.

尽管心怀怨懑,城邦民众仍将这些视为无奈之举而勉强顺从。然而,对于叙拉古的首脑人物索埃农和索西斯特拉托斯——他们最早劝他前往西西里,并在他抵达后立即将城市奉献,共同成就了西西里的大部分伟业——他既不愿带在身边,也不愿留在后方,从而对他们深加猜忌;当索西斯特拉托斯因惊惧而逃遁后,他指控索埃农同谋并将其处死,他的局势便不再是渐进或零星地恶化,而是各城邦对他产生了某种刻骨仇恨,有的倒向迦太基人,有的则引来马默提尼人。眼见四处皆是叛乱、颠覆以及针对自己的强大联盟,他收到了萨姆奈特人和塔兰托人的来信,他们仅能在城市内部勉力抵御战事,全境土地皆遭封锁,因而恳求他的救援。

§23.6

τοῦτο δὲ ἦν εὐπρέπεια μὴ φυγὴν εἶναι μηδὲ ἀπόγνωσιν τὸν ἀπόπλουν2 τῶν αὐτόθι πραγμάτων τὸ δὲ ἀληθὲς οὐ δυνάμενος κρατεῖν Σικελίας ὥσπερ νεὼς ταραχθείσης, ἀλλʼ ἔκβασιν ζητῶν, αὖθις ἔρριψεν ἑαυτὸν εἰς Ἰταλίαν. λέγεται δ’ ἀπαλλαττόμενος ἤδη πρὸς τὴν νῆσον ἀπιδὼν εἰπεῖν τοῖς περὶ αὐτὸν οἵαν ἀπολείπομεν, ὦ φίλοι, Καρχηδονίοις καὶ Ῥωμαίοις παλαίστραν. καὶ τοῦτο μέν, ὥσπερ εἰκάσθη, μετʼ οὐ πολὺν χρόνον ἐγένετο.

这便成了体面的借口,使他此番航离不致被视为对本地事务的逃窜或绝望放弃;然而实情却是,他无法掌控如风暴中颠簸之舟般的西西里,为了寻找脱身之机,再次将自己投向了意大利。据说他在离去之际回望该岛,对左右之人说道: “朋友们,我们为迦太基人和罗马人留下了怎样的一座角斗场啊!” 而此言正如所料,不久之后便应验了。

语法注2 条
  1. 23.4ἐπεὶ δὲ Θοίνωνα καὶ Σωσίστρατον

    由从属连词 ἐπεὶ 引导的时间状语从句先展开为“ἐπεὶ δὲ Θοίνωνα καὶ Σωσίστρατον... ἐν ὑποψίαις εἶχε”(猜忌索埃农与索西斯特拉托斯),并通过并列句“καὶ Σωσίστρατος μὲν ἀπέστη... Θοίνωνα δὲ... ἀπέκτεινεν”(索西斯特拉托斯逃离,索埃农被处决)继续延伸,直至跨行后的主句“οὐ κατὰ μικρὸν οὐδὲ καθʼ ἓν αὐτῷ μεθίστατο τῶν πραγμάτων”(形势彻底逆转)。多重复合修饰使得连词与主句动词 μεθίστατο 相隔甚远。

  2. 23.6τοῦτο δὲ ἦν εὐπρέπεια μὴ φυγὴν εἶναι μηδὲ ἀπόγνωσιν τὸν ἀπόπλουν

    表语名词 εὐπρέπεια(体面的借口)后接带有否定词 μή 的不定式短语“μὴ φυγὴν εἶναι μηδὲ ἀπόγνωσιν τὸν ἀπόπλουν”充当同位语,其中 τὸν ἀπόπλουν 为不定式 εἶναι 的宾格主语,意指“航行离去并非逃跑或绝望”这一用作搪塞的借口。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:23.1-23.6