- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:22.1-22.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮洛士同时面临支援西西里与夺取马其顿王位的双重良机,最终择定更有拓展前景的西西里。他登陆后势如破竹驱逐迦太基势力,并在埃吕克斯攻城战中身先士卒攻破要塞。
ἐν τοιαύταις δὲ ὢν ἀπορίαις εἰς ἐλπίδας αὖ πάλιν καινὰς ἐνέπεσε καὶ πράγματα διχοστασίαν ἔχοντα τῆς γνώμης, ἅμα γάρ ἧκον ἐκ μὲν Σικελίας ἄνδρες Ἀκράγαντα καὶ Συρακούσας καὶ Λεοντίνους ἐγχειρίζοντες αὐτῷ, καὶ δεόμενοι Καρχηδονίους τε συνεκβαλεῖν καὶ τῶν τυράννων ἀπαλλάξαι τὴν νῆσον, ἐκ δὲ τῆς Ἑλλάδος ἀγγέλλοντες ὡς Πτολεμαῖος ὁ Κεραυνὸς ἀπόλωλε συμπεσὼν Γαλάταις μετὰ τῆς δυνάμεως, καὶ νῦν ἂν ἐν καιρῷ μάλιστα δεομένοις βασιλέως Μακεδόσι παραγένοιτο.
正处于如此困厄之中,他又重新燃起了新的希望,面临使决断左右为难的事态。因为同时有使者自西西里而来,将阿克拉加斯、叙拉古和莱翁蒂尼交到他手中,恳求他合力驱逐迦太基人,使该岛摆脱僭主统治;而来自希腊的信使也报告称,托勒密·克劳诺斯率军与高卢人交锋战死,如今马其顿人正急切需要一位国王,他若前往正是最佳时机。
πολλὰ δὴ τὴν τύχην μεμψάμενος ὅτι πράξεων μεγάλων ὑποθέσεις εἰς ἕνα καιρὸν αὐτῷ συνήνεγκε, καὶ νομίζων ὡς ἀμφοτέρων ὑπαρχόντων ἀπολλύναι θάτερον,1 διηνέχθη τοῖς λογισμοῖς πολὺν χρόνον. εἶτα τοῖς Σικελικοῖς μειζόνων ὑποκεῖσθαι πραγμάτων δοκούντων,2 Λιβύης ἐγγὺς εἶναι δοκούσης, ἐπὶ ταῦτα τρέψας Κινέαν μὲν εὐθὺς ἐξέπεμψε προδιαλεξόμενον, ὥσπερ εἰώθει, ταῖς πόλεσιν, αὐτὸς δὲ τοῖς Ταραντίνοις δυσανασχετοῦσιν ἐμβαλὼν φρουράν, καὶ ἀξιοῦσιν ἢ παρέχειν ἐφʼ οἷς ἧκε, συμπολεμοῦντα Ῥωμαίοις, ἢ τὴν χώραν προέμενον αὐτῶν ἀπολιπεῖν τὴν πόλιν οἵαν παρέλαβε, μηδὲν ἐπιεικὲς ἀποκρινάμενος, ἀλλὰ προστάξας ἡσυχίαν ἄγειν καὶ περιμένειν τὸν ἑαυτοῦ καιρόν, ἐξέπλευσεν.
他大为责怪命运为何将两件宏伟大业的机缘在同一时间降临于他,想到两项机会俱存意味着必然要失去其一,他在长久的思虑中举棋不定。随后,由于西西里的事务似乎蕴藏着更大的前景,且被认为临近利比亚,他便将志向转向此处,立即如往常一样派遣基涅阿斯前往各城预先接洽。塔兰托人对此极为愤懑,要求他要么履行来此的初衷协力对罗马人作战,要么放弃他们的土地并将城市原样归还;他却在塔兰托人那里留下一支驻军,未作任何温和的答复,只命令他们保持克制并等待属于他自己的时机,随即扬帆启航。
ἁψαμένῳ δὲ αὐτῷ Σικελίας ἃ μὲν ἤλπισεν εὐθὺς ἀπήντα βέβαια, καὶ παρεῖχον αἱ πόλεις ἑαυτὰς προθύμως, τῶν δὲ ἀγῶνος καὶ βίας δεηθέντων οὐδὲν ἀντεῖχε τὸ πρῶτον, ἀλλὰ τρισμυρίοις πεζοῖς καὶ δισχιλίοις πεντακοσίοις ἱππεῦσι καὶ διακοσίαις ναυσὶν ἐπιών τούς τε Φοίνικας ἐξῄρει καὶ κατεστρέφετο τὴν ἐπικράτειαν αὐτῶν, τοῦ δ’ Ἔρυκος ἐχυρωτάτου τῶν χωρίων ὄντος καὶ πολλοὺς ἀμυνομένους ἔχοντος ἔγνω βιάζεσθαι πρὸς τὰ τείχη.
他一踏上西西里,所期望的一切便立刻确凿地得到实现,各城邦欣然归附于他;至于需要交战与强攻之处,起初也无人能够抵挡,他率领三万步兵、二千五百骑兵以及二百艘战船发起进攻,逐走腓尼基人并征服了他们的领地。由于埃吕克斯是其中最为坚固的据点且有重兵防守,他决意强行攻打城墙。
καὶ τῆς στρατιᾶς γενομένης ἑτοίμης ἐνεδύσατο τὴν πανοπλίαν, καὶ προελθὼν εὔξατο τῷ Ἡρακλεῖ ποιήσειν ἀγῶνα καὶ θυσίαν ἀριστεῖον, ἂν τοῦ γένους καὶ τῶν ὑπαρχόντων ἄξιον ἀγωνιστὴν αὑτὸν ἀποδείξῃ τοῖς Σικελίαν οἰκοῦσιν Ἕλλησι· τῇ δὲ σάλπιγγι σημήνας καὶ τοῖς βέλεσι τοὺς βαρβάρους ἀνασκεδάσας καὶ τὰς κλίμακας προσαγαγών πρῶτος ἐπέβη τοῦ τείχους.
当军队准备就绪,他披挂全副铠甲走上前去,向赫拉克勒斯祈誓:若能在居住于西西里的希腊人面前展现自己无愧于血统与当下威势的勇士风采,便为他举行竞赛并献上获胜的酬谢祭礼。随后他鸣响军号,用投射武器击散蛮族守军,架设长梯,率先登上了城墙。
ἀντιστάντων δὲ πολλῶν ἀμυνόμενος τοὺς μὲν ἐξέωσε τοῦ τείχους ἐπʼ ἀμφότερα καὶ κατέβαλε, πλείστους δὲ περὶ αὑτὸν τῷ ξίφει χρώμενος ἐσώρευσε νεκρούς, ἔπαθε δὲ αὐτὸς οὐδέν, ἀλλὰ καὶ προσιδεῖν δεινὸς ἐφάνη τοῖς πολεμίοις, καὶ τὸν Ὅμηρον ἔδειξεν ὀρθῶς καὶ μετὰ ἐμπειρίας ἀποφαίνοντα τῶν ἀρετῶν μόνην τὴν ἀνδρείαν φορὰς πολλάκις ἐνθουσιώδεις καὶ μανικὰς φερομένην.3 ἁλούσης δὲ τῆς πόλεως ἔθυσέ τε τῷ θεῷ μεγαλοπρεπῶς καὶ θέας ἀγώνων παντοδαπῶν παρέσχε.
尽管有众多守军抵抗,他奋力格斗,将一些人推落城墙两侧击倒,又挥剑在周身堆积了无数具死尸。他自己却毫发无损,甚至在敌人看来面目狰狞可怖,印证了荷马基于阅历所作的断言确实无误:在诸般德性之中,唯独勇武常被狂热而痴迷的冲动所驱使。城池陷落之后,他向神明举行了盛大的祭祀,并举办了各种各样的竞赛供人观赏。
- 22.2ὡς ἀμφοτέρων ὑπαρχόντων ἀπολλύναι θάτερον
由 νομίζων 引导的不定式结构,ἀπολλύναι 的逻辑主语(“他”)承前省略。ἀμφοτέρων ὑπαρχόντων 为独立属格,意为“鉴于两者俱在眼前”;现在时不定式 ἀπολλύναι 表示选择其一便势必放弃或失去另一者的必然结果。
- 22.2τοῖς Σικελικοῖς μειζόνων ὑποκεῖσθαι πραγμάτων δοκούντων
以 δοκούντων 为核心的独立属格结构。τοῖς Σικελικοῖς 为与格,由复合动词 ὑποκεῖσθαι 管辖,意为“在西西里局势之下/背后”。μειζόνων πραγμάτων 作为人称结构中分词 δοκούντων 的属格主语(同时也是不定式 ὑποκεῖσθαι 的逻辑主语),整体意为“因为在西西里局势背后似乎潜藏着更为宏大的事业(前景)”。
- 22.6φορὰς πολλάκις ἐνθουσιώδεις καὶ μανικὰς φερομένην
名词 φοράς 作为动词 φερομένην 的同族宾格(cognate accusative)构成的惯用句式。意为“被狂热而痴狂的冲动所裹挟/驱使”,形象地表达了勇武这一德性往往伴随着如神灵附体或发狂般的激烈高涨。
