- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:21.1-21.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法布里基乌斯揭发毒杀皮洛士的阴谋,皮洛士遂遣还战俘,但罗马人仍拒绝议和;随后阿斯库卢姆战役爆发,皮洛士虽借助战象惨胜,却损失惨重并叹言再胜一场即告覆灭。
μετὰ ταῦτα τὸν Φαβρικίου τὴν ἀρχὴν παραλαβόντος1 ἧκεν ἀνήρ εἰς τὸ στρατόπεδον πρὸς αὐτὸν ἐπιστολὴν κομίζων, ἣν ἔγραψεν ὁ τοῦ βασιλέως ἰατρός ἐπαγγελλόμενος φαρμάκοις ἀναιρήσειν τὸν Πύρρον, εἰ χάρις αὐτῷ παρʼ ἐκείνων ὁμολογηθείη λύσαντι τὸν πόλεμον ἀκινδύνως, ὁ δὲ Φαβρίκιος δυσχεράνας πρὸς τὴν ἀδικίαν τοῦ ἀνθρώπου, καὶ τὸν συνάρχοντα διαθεὶς ὁμοίως, ἔπεμψε γράμματα πρὸς τὸν Πύρρον κατὰ τάχος φυλάττεσθαι τὴν ἐπιβουλὴν κελεύων.
此后,法布里基乌斯就任执政官之职,有人来到军营中呈交给他一封信,那是国王的军医写来的,信中表示,如果罗马人答应在免除危险而结束战争后给予他重酬,他愿意用毒药除掉皮洛士。法布里基乌斯对这人的奸恶行径深恶痛绝,并使同僚执政官也抱持同样态度,随即火速致信皮洛士,命他防范这项阴谋。
εἶχε δὲ οὕτως τὰ γεγραμμένα· Γάιος Φαβρίκιος καὶ Κόιντος Αἰμίλιος ὕπατοι Ῥωμαίων Πύρρῳ βασιλεῖ χαίρειν. οὔτε φίλων εὐτυχὴς ἔοικας εἶναι κριτὴς οὔτε πολεμίων, γνώσῃ δὲ τὴν πεμφθεῖσαν ἡμῖν ἐπιστολὴν ἀναγνούς, ὅτι χρηστοῖς καὶ δικαίοις ἀνδράσι πολεμεῖς, ἀδίκοις δὲ καὶ κακοῖς πιστεύεις.
信中内容如下: “罗马执政官盖乌斯·法布里基乌斯与昆图斯·埃米利乌斯致皮洛士国王:顺祝安好。你在判断朋友或敌人方面似乎都缺乏眼光;只要读过呈递给我们的这封信,你便会明白,你是在同正直公正的人作战,而信任的却是奸邪卑鄙的小人。
οὐδὲ γὰρ ταῦτα σῇ χάριτι μηνύομεν,2 ἀλλʼ ὅπως μὴ τὸ σὸν πάθος ἡμῖν διαβολὴν ἐνέγκῃ καὶ δόλῳ δόξωμεν, ὡς ἀρετῇ μὴ δυνάμενοι, κατεργάσασθαι τὸν πόλεμον. ἐντυχὼν τούτοις τοῖς γράμμασιν ὁ Πύρρος καὶ τὴν ἐπιβουλὴν ἐξελέγξας τὸν μὲν ἰατρὸν ἐκόλασε, Φαβρικίῳ δὲ καὶ Ῥωμαίοις ἀμοιβὴν ἐδωρεῖτο προῖκα τοὺς αἰχμαλώτους, καὶ πάλιν ἔπεμψε τὸν Κινέαν διαπραξόμενον αὐτῷ τὴν εἰρήνην.
我们通报此事,并非出于对你的恩惠,而是为了不让你的不幸给我们带来污名,免得人们以为我们是因不能凭借勇武取胜,才靠诡计结束了这场战争。” 皮洛士读完这封信并查明阴谋后,惩处了军医;为了回报法布里基乌斯和罗马人,他无条件地将战俘全部奉还,并再次派遣基涅阿斯前往为他谋求和约。
οἱ δὲ Ῥωμαῖοι, μήτε εἰ χάρις ἐστὶ παρὰ πολεμίου, μήτε εἰ μισθὸς τοῦ μὴ ἀδικηθῆναι, λαβεῖν προῖκα τοὺς ἄνδρας ἀξιώσαντες3 ἴσους ἀπέλυσαν αὐτῷ Ταραντίνων καὶ Σαυνιτῶν, περὶ δὲ φιλίας καὶ εἰρήνης οὐδὲν εἴων διαλέγεσθαι πρὶν ἀράμενος τὰ ὅπλα καὶ τὸν στρατὸν ἐξ Ἰταλίας αἷς ἦλθε ναυσὶν ἀποπλεύσῃ πάλιν εἰς Ἤπειρον.
然而,罗马人认为无端受人赠予战俘实为不妥,无论这是来自敌人的恩赐,还是因为免遭暗算而付出的酬金,因而释放了等额的塔兰托人和萨姆奈人战俘还给皮洛士;至于缔结友谊与和平,罗马人决不允许进行任何交涉,除非他先从意大利撤出武器和军队,乘坐原船返回伊庇鲁斯。
ἐκ τούτου μάχης ἄλλης τῶν πραγμάτων αὐτῷ δεομένων ἀναλαβὼν τὴν στρατιὰν ἐχώρει, καὶ περὶ Ἄσκλον πόλιν τοῖς Ῥωμαίοις συνάψας καὶ βιαζόμενος πρὸς χωρία δύσιππα καὶ ποταμὸν ὑλώδη καὶ τραχύν, ἔφοδον τῶν θηρίων οὐ λαβόντων ὥστε προσμῖξαι τῇ φάλαγγι, τραυμάτων πολλῶν γενομένων καὶ νεκρῶν πεσόντων, τότε μὲν διεκρίθη μέχρι νυκτὸς ἀγωνισάμενος.
在此之后,战局迫使他不得不再次交战,他遂重整军队挺进,在阿斯库卢姆城附近同罗马人交锋。但由于被逼入不利于骑兵的险要地形以及树木丛生且崎岖难行的河岸,战象无法找到冲锋的通路与方阵相配合,造成了重大伤亡,死者枕藉;于是战事打到夜晚才暂时收兵罢战。
τῇ δ’ ὑστεραίᾳ στρατηγῶν διʼ ὁμαλοῦ τὴν μάχην θέσθαι καὶ τοὺς ἐλέφαντας ἐν τοῖς ὅπλοις γενέσθαι τῶν πολεμίων, προέλαβε τὰς δυσχωρίας φυλακῇ, καὶ πολλὰ καταμίξας ἀκοντίσματα καὶ τοξεύματα τοῖς θηρίοις ἐπῆγε μετὰ ῥώμης καὶ βίας πυκνὴν καὶ συντεταγμένην τὴν δύναμιν. οἱ δὲ Ῥωμαῖοι τὰς διακλίσεις καὶ τὰς ἀντιπαραγωγὰς τὰς πρότερον οὐκ ἔχοντες, ἐξ ἐπιπέδου συνεφέροντο κατὰ στόμα· καὶ σπεύδοντες ὤσασθαι τοὺς ὁπλίτας πρὶν ἐπιβῆναι τὰ θηρία, δεινοὺς περὶ τὰς σαρίσας τῶν ξιφῶν ἀγῶνας εἶχον, ἀφειδοῦντες ἑαυτῶν καὶ τὸ τρῶσαι καὶ καταβαλεῖν ὁρῶντες, τὸ δὲ παθεῖν εἰς οὐδὲν τιθέμενοι.
次日,皮洛士谋划在平坦地面展开决战,让战象与敌军武器正面接战,便预先派设守军占据险阻之地;他又将大批标枪手和弓箭手编入巨兽队形之中,以雄浑刚猛之势率领严密编列的军力向前推进。罗马人由于失去了前一日的迂回与侧翼机动,被迫在平原上正面交锋;他们急于在战象赶到之前击退重装步兵,用短剑对抗长矛,展开了惊心动魄的肉搏,他们舍生忘死,一心只求刺伤和斩杀敌人,对自身的伤亡全不放在心上。
χρόνῳ δὲ πολλῷ λέγεται μὲν ἀρχὴ τροπῆς κατʼ αὐτὸν γενέσθαι τὸν Πύρρον ἐπερείσαντα τοῖς ἀντιτεταγμένοις, τὸ δὲ πλεῖστον ἀλκῇ καὶ βίᾳ τῶν ἐλεφάντων κατειργάσατο,4 χρήσασθαι τῇ ἀρετῇ πρὸς τὴν μάχην τῶν Ῥωμαίων μὴ δυναμένων, ἀλλʼ οἷον ἐφόδῳ κύματος ἢ σεισμοῦ κατερείποντος οἰομένων δεῖν ἐξίστασθαι, μηδὲ ὑπομένειν ἀπράκτους ἀποθνῄσκειν, ἐν τῷ μηδὲν ὠφελεῖν πάντα πάσχοντας τὰ χαλεπώτατα.
经过很长时间,据说最初的溃败始于皮洛士亲自向当面敌阵发起猛烈压迫之处,但大部分胜利则是依靠战象的勇猛与威势所取得的。罗马人在战斗中无法施展其勇武,反而感到仿佛面对海啸冲击或地震崩塌,理应避其锋芒,不愿白白送死,在毫无裨益的情况下遭受这最严酷的惨痛打击。
τῆς δὲ φυγῆς οὐ μακρᾶς εἰς τὸ στρατόπεδον γενομένης ἑξακισχιλίους ἀποθανεῖν φησι τῶν Ῥωμαίων Ἱερώνυμος, τῶν δὲ περὶ Πύρρον ἐν τοῖς βασιλικοῖς ὑπομνήμασιν ἀνενεχθῆναι τρισχιλίους πεντακοσίους καὶ πέντε τεθνηκότας.
由于溃逃到军营的距离并不远,耶罗尼穆斯记载罗马人战死六千人,而皮洛士一方在王室日记中记载的阵亡者为三千五百零五人。
ὁ μέντοι Διονύσιος οὔτε δύο περὶ Ἄσκλον μάχας οὔτε ὁμολογουμένην ἧτταν ἱστορεῖ γενέσθαι Ῥωμαίων, ἅπαξ δὲ μέχρι δυσμῶν ἡλίου μαχεσαμένους μόλις ἀπαλλαγῆναι, τοῦ Πύρρου τρωθέντος ὑσσῷ τὸν βραχίονα καὶ τὴν ἀποσκευὴν ἅμα Δαυνίων διαρπασάντων, ἀποθανεῖν δὲ καὶ Πύρρου καὶ Ῥωμαίων ἄνδρας ὑπὲρ μυρίους πεντακισχιλίους ἑκατέρων. διελύθησαν δὲ ἀμφότεροι· καὶ λέγεται τὸν Πύρρον εἰπεῖν πρός τινα τῶν συνηδομένων αὐτῷ, ἂν ἔτι μίαν μάχην Ῥωμαίους νικήσωμεν, ἀπολούμεθα παντελῶς.
然而狄奥尼修斯记载阿斯库卢姆附近既没有发生两场战斗,罗马人也没有遭受公认的惨败;他们仅在日落前交战过一次便勉强罢手退兵,皮洛士的手臂被投枪所伤,与此同时道尼人劫掠了他的辎重营,皮洛士与罗马双方阵亡者均超过一万五千人。双方各自退兵;据说皮洛士对一位向他祝贺胜利的人说道: “如果我们再在一次战斗中战胜罗马人,我们就彻底毁灭了。”
πολὺ μὲν γὰρ ἀπωλώλει μέρος ἧς ἄγων ἧκε δυνάμεως, φίλοι δὲ καὶ στρατηγοὶ πλὴν ὀλίγων ἅπαντες, μεταπέμπεσθαι δὲ οὐκ ἦσαν ἕτεροι, καὶ τοὺς αὐτόθι συμμάχους ἀμβλυτέρους ἑώρα, τοῖς δὲ Ῥωμαίοις ὥσπερ ἐκ πηγῆς οἴκοθεν ἐπιρρεούσης ἀναπληρούμενον εὐπόρως καὶ ταχὺ τὸ στρατόπεδον, καὶ ταῖς ἥτταις οὐκ ἀποβάλλοντας τὸ θαρρεῖν, ἀλλὰ καὶ ῥώμην καὶ φιλονεικίαν ὑπʼ ὀργῆς ἐπὶ τὸν πόλεμον προσλαμβάνοντας.
因为他所率领前来的部队大部分已经丧失,除极少数人外,将领与朋友们几乎全部阵亡,又没有其他援军可以调遣,而且他看到当地的盟友们也变得消极冷淡;反观罗马人的军营,却犹如泉水从故土源源不断涌来一样,迅速而充裕地得到补充,他们不仅没有因败仗而丧失斗志,反而在怒火之中为这场战争增添了新的力量与好胜之心。
- 21.1τὸν Φαβρικίου τὴν ἀρχὴν παραλαβόντος
此处为独立属格结构,意为“当法布里基乌斯就任官职时”。句中定冠词呈现为宾格形式 τὸν,通常被视为抄本讹误,实应为与属格专有名词 Φαβρικίου 相致的 τοῦ。
- 21.3οὐδὲ γὰρ ταῦτα σῇ χάριτι μηνύομεν
σῇ χάριτι 是带有物主形容词的与格短语,表示“出于对你的恩惠”或“为了你的缘故”,具有客体层面的动机或目的与格含义。
- 21.4μήτε εἰ χάρις ἐστὶ παρὰ πολεμίου, μήτε εἰ μισθὸς τοῦ μὴ ἀδικηθῆναι, λαβεῖν προῖκα τοὺς ἄνδρας ἀξιώσαντες
由 μήτε... μήτε 引导的两个并列条件从句(“无论这是来自敌人的恩典,还是免受侵害的报酬”)作为让步/限制条件,嵌入在分词短语 λαβεῖν... ἀξιώσαντες 之前;ἀξιόω 接不定词 λαβεῖν,结合否定词表示“不屑于/不认为应当白白收下这些人”。
- 21.7ἀρχὴ τροπῆς κατʼ αὐτὸν γενέσθαι τὸν Πύρρον ἐπερείσαντα τοῖς ἀντιτεταγμένοις, τὸ δὲ πλεῖστον ἀλκῇ καὶ βίᾳ τῶν ἐλεφάντων κατειργάσατο
前半句由 λέγεται 支配,构成带不定词结构(ἀρχὴ τροπῆς... γενέσθαι),而在连接词 δέ 之后,句式发生转换(破格),脱离了不定词从属结构,转而使用以皮洛士为主语的直陈式限定动词 κατειργάσατο。
