- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:20.1-20.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮洛士企图以重金贿赂和巨象恐吓来动摇罗马使节法布里基乌斯,皆未得逞;他对法布里基乌斯的高风亮节深感钦佩,遂将俘虏托付予他,允许其回城欢度节日。
ἐκ τούτου πρέσβεις ἀφίκοντο περὶ τῶν αἰχμαλώτων οἱ περὶ Γάιον Φαβρίκιον,1 οὗ πλεῖστον ἔφη Ῥωμαίους λόγον ἔχειν2 ὁ Κινέας ὡς ἀνδρὸς ἀγαθοῦ καὶ πολεμικοῦ, πένητος δὲ ἰσχυρῶς τοῦτον οὖν ὁ Πύρρος ἰδίᾳ φιλοφρονούμενος ἔπειθε λαβεῖν χρυσίον, ἐπʼ οὐδενὶ δῆθεν αἰσχρῷ, φιλίας δέ τι καὶ ξενίας ἐπονομάζων τοῦτο σύμβολον.
此后,有关战俘事宜的使节抵达,以盖乌斯·法布里基乌斯为首。基涅阿斯曾说,罗马人对他推崇备至,视其为正直勇敢之人,但其家境极为贫困。于是皮洛士私下盛情款待他,劝他收下金子,声称绝无任何卑鄙图谋,只称这是友谊与款待的象征。
ἀπωσαμένου δὲ τοῦ Φαβρικίου τότε μὲν ἡσύχασε, τῇ δ’ ὑστεραίᾳ βουλόμενος αὐτὸν ἐκπλῆξαι μήπω θεατὴν ἐλέφαντος γεγενημένον, ἐκέλευσε τῶν θηρίων τὸ μέγιστον ἐξόπισθεν αὐτοῖς παραστῆσαι κοινολογουμένοις, αὐλαίαν παρατείναντας. ἐγένετο δὴ ταῦτα· καὶ σημείου δοθέντος ἡ μὲν αὐλαία παρήχθη, τὸ δὲ θηρίον ἄφνω τήν τε προνομαίαν ἀράμενον ὑπερέσχε τῆς κεφαλῆς τοῦ Φαβρικίου καὶ φωνὴν ἀφῆκε φοβερὰν καὶ τραχεῖαν.
在法布里基乌斯推辞拒绝后,皮洛士当时便作罢;但到了次日,他想要震慑这位从未见过大象的使者,遂命人在两人交谈之处的背后安置一头体型最大的巨兽,并在前面拉上一道帷幔。事情依命办妥;随着信号下达,帷幔被拉开,那头巨兽突然卷起长鼻,悬在法布里基乌斯的头顶之上,发出惊人而刺耳的吼叫。
ὁ δὲ ἠρέμα μεταστραφεὶς καὶ διαμειδιάσας πρὸς τὸν Πύρρον εἶπεν· οὔτε χθὲς με τὸ χρυσίον ἐκίνησεν οὔτε σήμερον τὸ θηρίον ἐν δὲ τῷ δείπνῳ λόγων παντοδαπῶν γενομένων, πλείστων δὲ περὶ τῆς Ἑλλάδος καὶ τῶν φιλοσοφούντων, ἔτυχέ πως ὁ Κινέας ἐπιμνησθεὶς τοῦ Ἐπικούρου, καὶ διῆλθεν ἃ λέγουσι περὶ θεῶν καὶ πολιτείας καὶ τέλους, τὸ μὲν ἐν ἡδονῇ τιθέμενοι, πολιτείαν δὲ φεύγοντες ὡς βλάβην καὶ σύγχυσιν τοῦ μακαρίου, τὸ δὲ θεῖον ἀπωτάτω χάριτος καὶ ὀργῆς καὶ τοῦ μέλειν ἡμῶν εἰς ἀπράγμονα βίον καὶ μεστὸν εὐπαθειῶν ἀποικίζοντες.3
但他只是从容地转过身,微笑着对皮洛士说: “昨天的黄金未能动摇我,今天的巨兽同样不能。” 在晚宴上,席间谈论了各种各样的话题,尤其是关于希腊及其哲学家们的学说,基涅阿斯偶然提及伊壁鸠鲁,并详述了他们关于神明、城邦政治和人生活动终极目标的见解:他们将至善寄托于享乐,将政治生活视作对极乐的损害与搅扰而避之唯恐不及,并将神性从恩惠、愤怒以及对人类的照拂中远远隔开,安置在一种无忧无虑且充满惬意安逸的生活之中。
ἔτι δὲ αὐτοῦ λέγοντος ἀνακραγὼν ὁ Φαβρίκιος, ὦ Ἡράκλεις, εἶπε, Πύρρῳ τὰ δόγματα μέλοι ταῦτα καὶ Σαυνίταις, ἕως πολεμοῦσι πρὸς ἡμᾶς. οὕτω δὴ θαυμάσας τὸ φρόνημα τοῦ ἀνδρὸς καὶ τὸ ἦθος ὁ Πύρρος ἔτι μᾶλλον ὠρέγετο φιλίαν ἀντὶ πολέμου πρὸς τὴν πόλιν αὐτῷ γενέσθαι· κἀκεῖνον ἰδίᾳ παρεκάλει ποιησάμενον τὰς διαλύσεις ἕπεσθαι καὶ συζῆν μετʼ αὐτοῦ, πρῶτον ὄντα πάντων τῶν ἑταίρων καὶ τῶν στρατηγῶν, ὁ δὲ ἡσυχῇ λέγεται πρὸς αὐτὸν εἰπεῖν, ἀλλʼ οὐδὲ σοὶ τοῦτο, βασιλεῦ, λυσιτελές ἐστιν αὐτοὶ γὰρ οἱ νῦν σε τιμῶντες καὶ θαυμάζοντες, ἂν ἐμοῦ πεῖραν λάβωσιν, ὑπʼ ἐμοῦ μᾶλλον ἐθελήσουσιν ἢ σοῦ βασιλεύεσθαι. τοιοῦτος μὲν ὁ Φαβρίκιος.
正当他还在讲述时,法布里基乌斯高声呼喊,“赫拉克勒斯啊,”他说,“但愿皮洛士和萨姆奈人在同我们作战期间,一直笃信这些信条!” 皮洛士见此,对这人的气魄与品格赞叹不已,因而更加渴望能与罗马化敌为友;他私下极力邀请法布里基乌斯,希望他在促成和约之后追随自己并与自己同住,位列所有近臣和将领之首。但据说他平静地对皮洛士说道: “然而国王啊,这对您自己也毫无益处;因为如今敬仰并赞赏您的那些人,一旦见识了我的为人,便会更情愿由我而非由您来统治他们。” 法布里基乌斯正是这样一位人物。
ὁ δὲ Πύρρος οὐ πρὸς ὀργὴν οὐδὲ τυραννικῶς ἐδέξατο τὸν λόγον, ἀλλὰ καὶ τοῖς φίλοις ἀπήγγειλε τοῦ Φαβρικίου τὴν μεγαλοφροσύνην, καὶ τοὺς αἰχμαλώτους ἐκείνῳ μόνῳ διεπίστευσεν, ὅπως, εἰ μὴ ψηφίσαιτο τὴν εἰρήνην ἡ σύγκλητος, ἀσπασάμενοι τοὺς προσήκοντας καὶ τὰ Κρόνια διεορτάσαντες ἀποπεμφθεῖεν πάλιν πρὸς αὐτόν, καὶ ἀπεπέμφθησαν μετὰ τὴν ἑορτήν, τῷ ὑπολειφθέντι τῆς βουλῆς ζημίαν θάνατον ψηφισαμένης.4
而皮洛士接受这番话时既未动怒,亦未表现出僭主的专横,反而向朋友们赞扬法布里基乌斯的崇高风骨,并将战俘全权托付给他一人;以便如果元老院未能通过和平决议,战俘们在探望亲属并欢度农神节之后,仍能被送回皮洛士身边。他们在节日过后确实被遣送了回来,因为元老院决议对任何滞留不归者处以死刑。
- 20.1οἱ περὶ Γάιον Φαβρίκιον
习语表达(οἱ περί + 宾格),意为“以盖乌斯·法布里基乌斯为首的人们”或“法布里基乌斯及其同僚组成的使团”。
- 20.1οὗ πλεῖστον ἔφη Ῥωμαίους λόγον ἔχειν
关系代词属格 οὗ 指向先行词盖乌斯·法布里基乌斯,作惯用语 πλεῖστον λόγον ἔχειν(“给予极高评价”、“最为重视”)的宾格性属格对象。
- 20.3τὸ μὲν ἐν ἡδονῇ τιθέμενοι, πολιτείαν δὲ φεύγοντες ... τὸ δὲ θεῖον ... ἀποικίζοντες
总结伊壁鸠鲁学派教条的平行分词结构:中性宾格 τὸ μέν 承前指代 τέλος(“将终极目的置于享乐”),而 τὸ θεῖον(“神圣存在、神性”)则充当分词 ἀποικίζοντες(“隔绝、放逐”)的直接宾语。
- 20.5τῷ ὑπολειφθέντι τῆς βουλῆς ζημίαν θάνατον ψηφισαμένης
τῆς βουλῆς ψηφισαμένης 构成属格独立结构。在其中,与格 τῷ ὑπολειφθέντι(“针对留下的滞留者”)为不利与格,ζημίαν 与 θάνατον 则构成双重宾格(“议决以死刑为惩罚”)。
