- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:19.1-19.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
失明的宿老阿庇乌斯·克劳狄乌斯在元老院发表演说,促使众人断然拒绝和约;返回的基涅阿斯则向皮洛士汇报了元老院的王者威仪与罗马无穷无尽的军力。
ὁ δὲ αὐτόθεν καταστάς, πρότερον μέν, ἔφη, τὴν περὶ τὰ ὄμματα τύχην ἀνιαρῶς ἔφερον, ὦ Ῥωμαῖοι, νῦν δὲ ἄχθομαι πρὸς τῷ τυφλὸς εἶναι μὴ καὶ κωφὸς ὤν,1 ἀλλʼ ἀκούων αἰσχρὰ βουλεύματα καὶ δόγματα ὑμῶν ἀνατρέποντα τῆς Ῥώμης τὸ κλέος, ποῦ γὰρ ὑμῶν ὁ πρός ἅπαντας ἀνθρώπους θρυλούμενος ἀεὶ λόγος, ὡς, εἰ παρῆν ἐκεῖνος εἰς Ἰταλίαν ὁ μέγας Ἀλέξανδρος καὶ συνηνέχθη νέοις ἡμῖν καὶ τοῖς πατράσιν ἡμῶν ἀκμάζουσιν, οὐκ ἂν ὑμνεῖτο νῦν ἀνίκητος, ἀλλʼ ἢ φυγὼν ἂν ἤ ποῦ πεσὼν ἐνταῦθα τὴν Ῥώμην ἐνδοξοτέραν ἀπέλιπε;
他随即就地站起身来,说道: “以前, 罗马人啊,我为眼睛的不幸遭遇而感到悲苦,而如今我更痛心的是,自己在失明之外竟没有双耳失聪,以致听闻你们颠覆罗马荣耀的可耻决议和法令。你们常向所有人夸耀的那番话如今何在?你们曾说,若是那位亚历山大大帝当年进军意大利,遇上正当年轻的我们和正值盛年的父辈,他绝不会在今日被称为不可战胜,反倒要么仓皇败退,要么陈尸于此,从而使罗马留存更显赫的名声?
ταῦτα μέντοι κενὴν ἀλαζονείαν καὶ κόμπον ἀποδείκνυτε, Χάονας καὶ Μολοσσούς, τὴν ἀεὶ Μακεδόνων λείαν, δεδιότες, καὶ τρέμοντες Πύρρον, ὃς τῶν Ἀλεξάνδρου δορυφόρων ἕνα γοῦν ἀεὶ περιέπων καὶ θεραπεύων διατετέλεκε, καὶ νῦν οὐ βοηθῶν τοῖς ἐνταῦθα μᾶλλον Ἕλλησιν ἢ φεύγων τοὺς ἐκεῖ πολεμίους πλανᾶται περὶ τὴν Ἰταλίαν, ἐπαγγελλόμενος ἡμῖν τὴν ἡγεμονίαν ἀπὸ ταύτης τῆς δυνάμεως ἣ μέρος μικρὸν αὐτῷ Μακεδονίας οὐκ ἤρκεσε διαφυλάξαι.
然而你们如今却显露出那不过是虚妄的狂妄与夸饰,因为你们畏惧那些历来作为马其顿人猎物的卡奥尼亚人和摩罗西亚人,对皮洛士心怀战栗——他毕生都在巴结奉承亚历山大的卫士之一,如今在意大利游荡,与其说是为了援助这里的希腊人,倒不如说是为了逃避那里的宿敌,他竟许诺凭借连马其顿一小块领地都保不住的兵力来赋予我们霸权。
μὴ τοῦτον οὖν ἀπαλλάξειν νομίζετε ποιησάμενοι φίλον, ἀλλὰ ἐκείνους ἐπάξεσθαι2 καταφρονήσαντας ὑμῶν ὡς πᾶσιν εὐκατεργάστων, εἰ Πύρρος ἄπεισι μὴ δοὺς δίκην ὧν ὕβρισεν, ἀλλὰ καὶ προσλαβὼν μισθὸν τό ἐπεγγελάσαι Ῥωμαίοις Ταραντίνους καὶ Σαυνίτας. τοιαῦτα τοῦ Ἀππίου διαλεχθέντος ὁρμὴ παρέστη πρὸς τὸν πόλεμον αὐτοῖς, καὶ τὸν Κινέαν ἀποπέμπουσιν ἀποκρινάμενοι Πύρρον ἐξελθόντα τῆς Ἰταλίας, οὕτως, εἰ δέοιτο, περὶ φιλίας καὶ συμμαχίας διαλέγεσθαι,3 μέχρι δὲ οὗ πάρεστιν ἐν ὅπλοις, πολεμήσειν αὐτῷ Ῥωμαίους κατὰ κράτος κἂν μυρίους ἔτι Λαιβίνους τρέψηται μαχόμενος, λέγεται δὲ Κινέαν, ἐν ᾧ ταῦτα ἔπραττεν, ἅμα ποιησάμενον ἔργον καὶ σπουδάσαντα τῶν τε βίων γενέσθαι θεατὴν καὶ τῆς πολιτείας τὴν ἀρετὴν κατανοῆσαι, καὶ διὰ λόγων ἐλθόντα τοῖς ἀρίστοις τά τε ἄλλα τῷ Πύρρῳ φράσαι, καὶ εἰπεῖν ὡς ἡ σύγκλητος αὐτῷ βασιλέων πολλῶν συνέδριον φανείη, περὶ δὲ τοῦ πλήθους δεδιέναι, μὴ πρός τινα φανῶσι Λερναίαν ὕδραν μαχόμενοι· διπλασίους γάρ ἤδη τῷ ὑπάτῳ τῶν παρατεταγμένων πρότερον ἠθροῖσθαι, καὶ πολλάκις εἶναι τοσούτους ἔτι τῶν Ῥωμαίων ὅπλα φέρειν δυναμένους.
因此,切勿以为与他结交就能摆脱他;相反,如果皮洛士未因其侮慢行径付出代价便安然离去,甚至还额外获得让塔兰托人和萨姆奈人尽情嘲笑罗马人的酬赏,那么你们只会把其他敌人招引过来,因为他们会把你们视作人人可欺之辈。” 在阿庇乌斯发表了这番讲话后,他们群情激奋,战意高涨,遂遣回基涅阿斯,并答复说,唯有皮洛士退出意大利之后,若有需要,方可商谈友好与同盟之事;但只要他一天武装滞留,罗马人就会全力与他交战,纵使他在战斗中再击溃一万个莱维努斯也是如此。据说基涅阿斯在办理这些交涉的同时,还特意用心观察罗马人的生活方式并领会其政制的卓越之处;他在与元老权贵们交谈之后,将诸事回禀皮洛士,特别说道:在他看来,元老院犹如众多国王的议事会;至于平民大众,他唯恐他们〔皮洛士一方〕实则是在与某条勒拿九头蛇交战;因为在执政官麾下集结的兵力已是早先参战阵列的两倍,而且仍能执戟作战的罗马人更有数倍之多。
- 19.1πρὸς τῷ τυφλὸς εἶναι μὴ καὶ κωφὸς ὤν
介词短语 πρὸς τῷ τυφλὸς εἶναι(除失明之外)与分词短语 μὴ καὶ κωφὸς ὤν(并非耳聋)并列,均依附于动词 ἄχθομαι(我感到痛苦)。在分词 ὤν 前使用否定词 μή,体现了说话者主观上对自己尚能听见此等丑闻所怀有的懊恼之情。
- 19.3μὴ τοῦτον οὖν ἀπαλλάξειν νομίζετε ποιησάμενοι φίλον, ἀλλὰ ἐκείνους ἐπάξεσθαι
动词 νομίζετε(认为)支配两个带对格的不定式从句:τοῦτον ἀπαλλάξειν 与 ἐκείνους ἐπάξεσθαι。分词 ποιησάμενοι 为主格,与主节主语(你们)一致。前者的 ἀπαλλάξειν 既可作不及物动词解为“他将离去”,亦可作及物动词解为“将他摆脱”;鉴于后者 ἐπάξεσθαι(中动态:给自己招致)的逻辑主语也是“你们”,两者构成对照:“切勿以为结交他便能打发他走,反而会给自己招来其他人”。
- 19.3ἀποκρινάμενοι Πύρρον ἐξελθόντα τῆς Ἰταλίας, οὕτως, εἰ δέοιτο, περὶ φιλίας καὶ συμμαχίας διαλέγεσθαι
分词 ἀποκρινάμενοι(回答)统领不定式 διαλέγεσθαι,构成间接引语以传达命令或要求。对格 Πύρρον 为不定式 διαλέγεσθαι 的逻辑主语。分词 ἐξελθόντα 表先决时间条件(“在退出意大利之后”),副词 οὕτως(唯有如此)进一步强化该前提,修饰 διαλέγεσθαι。
