- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:1.1-1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段叙述了伊庇鲁斯王室谱系的神秘起源(法厄同、丢卡利翁、涅俄普托勒摩斯),解释了皮罗斯家族之名与阿基琉斯崇拜的由来,并记录了萨律帕斯整饬城邦及其后延续至皮罗斯出生的世系。
Θεσπρωτῶν καὶ Μολοσσῶν1 μετὰ τὸν κατακλυσμὸν ἱστοροῦσι Φαέθοντα βασιλεῦσαι πρῶτον, ἕνα τῶν μετὰ Πελασγοῦ παραγενομένων εἰς τὴν Ἤπειρον ἔνιοι δὲ Δευκαλίωνα καὶ Πύρραν εἱσαμένους τὸ περὶ Δωδώνην ἱερὸν αὐτόθι κατοικεῖν ἐν Μολοσσοῖς.2
传说在大洪水之后,与佩拉斯戈斯一同来到伊庇鲁斯的人之一法厄同,最先统治了忒斯普罗提亚人和摩罗西亚人;但也有人说,丢卡利翁和皮拉在建立了多多纳附近的圣所后,便在那里定居于摩罗西亚人之中。
χρόνῳ δὲ ὕστερον Νεοπτόλεμος ὁ Ἀχιλλέως λαὸν ἀγαγὼν αὐτός τε τὴν χώραν κατέσχε καὶ διαδοχὴν βασιλέων ἀφʼ αὑτοῦ κατέλιπε, Πυρρίδας ἐπικαλουμένους· καὶ γὰρ αὐτῷ Πύρρος ἦν παιδικὸν ἐπωνύμιον. καὶ τῶν γνησίων παίδων ἐκ Λανάσσης τῆς Κλεοδαίου τοῦ Ὕλλου γενομένων ἕνα Πύρρον ὠνόμασεν. ἐκ τούτου δὲ καὶ Ἀχιλλεὺς ἐν Ἠπείρῳ τιμὰς ἰσοθέους ἔσχεν, Ἄσπετος ἐπιχωρίῳ φωνῇ προσαγορευόμενος.
很久以后,阿基琉斯之子涅俄普托勒摩斯率领部众亲自占领了这片土地,并留下了源自他的王位继承序列,他们被称为皮罗斯家族;因为他自己幼年的绰号就是皮罗斯,并且在与海罗斯之子克勒俄代俄斯的女儿拉娜莎所生的嫡子中,他给其中一人取名为皮罗斯。由此,阿基琉斯在伊庇鲁斯也获得了与神明同等的荣耀,用当地的方言被称为阿斯佩托斯。
μετὰ δὲ τοὺς πρώτους, τῶν διὰ μέσου βασιλέων ἐκβαρβαρωθέντων καὶ γενομένων τῇ τε δυνάμει καὶ τοῖς βίοις ἀμαυροτέρων,3 Θαρρύπαν πρῶτον ἱστοροῦσιν Ἑλληνικοῖς ἔθεσι καὶ γράμμασι καὶ νόμοις φιλανθρώποις διακοσμήσαντα τὰς πόλεις ὀνομαστὸν γενέσθαι, Θαρρύπου δὲ Ἀλκέτας υἱὸς ἦν, Ἀλκέτα δὲ Ἀρύβας, Ἀρύβου δὲ καὶ Τρῳάδος Αἰακίδης.
在最初的几位统治者之后,中间时期的诸王逐渐野蛮化,其势力与生活方式都变得衰微,据说萨律帕斯是第一个通过希腊的风俗、文字和人道法律整饬城邦而名声显赫的人。萨律帕斯之子是阿尔刻塔斯,阿尔刻塔斯之子是阿律巴斯,而阿律巴斯与特洛阿斯之子则是埃阿喀得斯。
οὗτος ἔγημε τὴν Μένωνος τοῦ Θεσσαλοῦ θυγατέρα Φθίαν, ἀνδρὸς εὐδοκίμου περὶ τὸν Λαμιακὸν πόλεμον γενομένου καὶ μέγιστον ἀξίωμα τῶν συμμάχων μετὰ Λεωσθένην λαβόντος.4 ἐκ δὲ τῆς Φθίας τῷ Αἰακίδῃ γίνονται θυγατέρες Δηιδάμεια καὶ Τρῳάς, υἱὸς δὲ Πύρρος.
这位埃阿喀得斯娶了色萨利人墨诺恩的女儿菲提亚,墨诺恩是在拉米亚战争中声名显赫、在同盟军中获得仅次于勒俄斯忒涅斯的最高威望之人。埃阿喀得斯与菲提亚生有女儿得伊达弥亚和特洛阿斯,以及儿子皮罗斯。
- 1.1Θεσπρωτῶν καὶ Μολοσσῶν
作不定式 βασιλεῦσαι 所支配的宾语属格,置于句首以强调被统治的部族。
- 1.1ἔνιοι δὲ Δευκαλίωνα καὶ Πύρραν εἱσαμένους τὸ περὶ Δωδώνην ἱερὸν αὐτόθι κατοικεῖν ἐν Μολοσσοῖς
承接前句省略的主动词 ἱστοροῦσι,以宾格 Δευκαλίωνα καὶ Πύρραν 为逻辑主语,接不定式 κατοικεῖν。与之同格修饰的分词 εἱσαμένους 作时间状语,表示“在建立了……之后”。
- 1.3τῶν διὰ μέσου βασιλέων ἐκβαρβαρωθέντων καὶ γενομένων τῇ τε δυνάμει καὶ τοῖς βίοις ἀμαυροτέρων
属格独立结构,为主句(Θαρρύπαν πρῶτον ἱστοροῦσιν...)提供时间与情况背景。与格 τῇ τε δυνάμει καὶ τοῖς βίοις 是表示范围或方面的与格(关涉与格),限定比较级 ἀμαυροτέρων(“在力量和生活上更衰微”)。
- 1.4ἀνδρὸς εὐδοκίμου περὶ τὸν Λαμιακὸν πόλεμον γενομένου καὶ μέγιστον ἀξίωμα τῶν συμμάχων μετὰ Λεωσθένην λαβόντος
作为同位语修饰前文 Μένωνος τοῦ Θεσσαλοῦ 的属格名词及分词短语。分词 γενομένου 与 λαβόντος 由 καί 连接,共同修饰墨诺恩的功业。
