← 普鲁塔克

皮洛士传

§18.1-18.6

基涅阿斯出使议和与阿庇乌斯入场

皮洛士见罗马人抗战意志坚定,遂派遣基涅阿斯前往议和;罗马人拒绝了礼物,当元老院在和与战之间动摇之际,年迈失明的阿庇乌斯·克劳狄乌斯赶往议事厅。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

Ῥωμαῖοι δὲ Λαιβῖνον μὲν οὐκ ἀπήλλαξαν τῆς ἀρχῆς, καίτοι λέγεται Γάιον Φαβρίκιον εἰπεῖν ὡς οὐκ Ἠπειρῶται Ῥωμαίους, ἀλλὰ Πύρρος νενικήκοι Λαιβῖνον, οἰόμενον1 οὐ τῆς δυνάμεως, ἀλλὰ τῆς στρατηγίας γεγονέναι τὴν ἧτταν ἀναπληροῦντες δὲ τὰς τάξεις καὶ συντάττοντες ἑτέρας προθύμως, καὶ λόγους ἀδεεῖς καὶ σοβαροὺς περὶ τοῦ πολέμου λέγοντες, ἔκπληξιν τῷ Πύρρῳ παρεῖχον.

然而罗马人并未解除莱维努斯的指挥权,尽管据说盖乌斯·法布里基乌斯曾说,并非伊庇鲁斯人战胜了罗马人,而是皮洛士战胜了莱维努斯,他认为战败并非由于军队的力量,而是由于统帅的指挥能力。他们热切地补充编制并组建新的部队,对战争发表着无所畏惧而沉着坚定的言论,这令皮洛士大为惊骇。

§18.2

ἔδοξεν οὖν αὐτῷ πέμψαντι πρότερον διάπειραν λαβεῖν τῶν ἀνδρῶν, εἰ συμβατικῶς ἔχοιεν, ἡγουμένῳ2 τὸ μὲν ἑλεῖν τὴν πόλιν καὶ κρατῆσαι παντάπασιν οὐ μικρὸν ἔργον οὐδὲ τῆς παρούσης δυνάμεως εἶναι, τὴν δὲ φιλίαν καὶ τὰς διαλύσεις κάλλιστα ἔχειν πρὸς δόξαν αὐτῷ μετὰ νίκην. πεμφθεὶς οὖν ὁ Κινέας ἐνετύγχανε τοῖς δυνατοῖς, καὶ δῶρα παισὶν αὐτῶν καὶ γυναιξὶν ἔπεμψε παρὰ τοῦ βασιλέως.

因此他决定先派遣使节探查那些人的意向,看他们是否愿意妥协;因为他认为攻取罗马城并彻底降服他们绝非易事,也不是目前的兵力所能达成的,而在取得胜利之后缔结友好与和约,对他的威望来说是最为光荣的。于是被派遣的基涅阿斯会见了权贵显要,并将国王的礼物赠予他们的妻儿。

§18.3

ἔλαβε δὲ οὐδείς, ἀλλʼ ἀπεκρίναντο πάντες καὶ πᾶσαι ὅτι δημοσίᾳ σπονδῶν γενομένων καὶ τὰ παρʼ αὐτῶν ὑπάρξει πρόθυμα τῷ βασιλεῖ καὶ κεχαρισμένα. πρὸς δὲ τὴν σύγκλητον ἐπαγωγὰ τοῦ Κινέου πολλὰ καὶ φιλάνθρωπα διαλεχθέντος, ἄσμενοι μὲν οὐδὲν οὐδὲ ἑτοίμως ἐδέχοντο, καίπερ ἄνδρας τε τοὺς ἡλωκότας ἐν τῇ μάχῃ δίχα λύτρων ἀφιέντος αὐτοῖς τοῦ Πύρρου καὶ συγκατεργάσασθαι τὴν Ἰταλίαν ἐπαγγελλομένου, φιλίαν δὲ ἀντὶ τούτων ἑαυτῷ καὶ τοῖς Ταραντίνοις ἄδειαν, ἕτερον δὲ μηδὲν αἰτουμένου. δῆλοί γε μὴν ἦσαν ἐνδιδόντες οἱ πολλοὶ πρὸς τὴν εἰρήνην, ἡττημένοι τε μεγάλῃ μάχῃ καὶ προσδοκῶντες ἑτέραν ἀπὸ μείζονος δυνάμεως, τῶν Ἰταλικῶν τῷ Πύρρῳ προσγεγονότων.

但没有一个人接受,所有的男人和女人都回答说,一旦达成官方的和平条约,他们这一方也会欣然乐意地向国王示好。当基涅阿斯向元老院发表了许多极具吸引力且宽厚仁慈的说辞时,他们并不乐意也不情愿接受,尽管皮洛士提出无赎金释放战斗中被俘的人员,并许诺协助征服意大利,以此换取对他本人的友好以及塔兰托人的安全,除此以外别无所求。然而显而易见,大多数人都已倾向于求和,因为他们刚刚在一场大战中败北,且由于意大利各部族归附了皮洛士,他们料定还将面临一支更为庞大的军队的进攻。

§18.5

ἔνθα δὴ Κλαύδιος Ἄππιος, ἀνὴρ ἐπιφανής, ὑπὸ δὲ γήρως ἅμα καὶ πηρώσεως ὀμμάτων ἀπειρηκὼς πρὸς τὴν πολιτείαν καὶ πεπαυμένος, ἀπαγγελλομένων τότε τῶν παρὰ τοῦ βασιλέως καὶ λόγου κατασχόντος ὡς μέλλει ψηφίζεσθαι τὰς διαλύσεις ἡ σύγκλητος, οὐκ ἐκαρτέρησεν, ἀλλὰ τοὺς θεράποντας ἄρασθαι κελεύσας αὑτόν ἐκομίζετο πρὸς τὸ βουλευτήριον ἐν φορείῳ διʼ ἀγορᾶς.

此时,阿庇乌斯·克劳狄乌斯——一位显赫的名人,因年迈和双目失明而已退出政事并安享晚年——当得知国王使者的通报,且听闻元老院即将表决通过和约的传闻时,再也按捺不住;他命仆人抬起自己,乘着轿子穿过广场被送往议事厅。

§18.6

γενόμενον δὲ πρὸς ταῖς θύραις3 οἱ μὲν παῖδες ἅμα τοῖς γαμβροῖς ὑπολαβόντες καὶ περισχόντες εἰσῆγον, ἡ δὲ βουλὴ σιωπὴν αἰδουμένη τὸν ἄνδρα μετὰ τιμῆς ἔσχεν.

当他到达门口时,他的儿子们与女婿们上前搀扶并簇拥着他走入大厅,而元老院出于对这位长者的敬意,庄严地肃静以待。

语法注3 条
  1. 18.1οἰόμενον

    阳性单数宾格现在分词,与前文宾格不定式结构的逻辑主语 Γάιον Φαβρίκιον(法布里基乌斯)同格一致,修饰说明法布里基乌斯说出此话时的个人判定(“认为战败非由兵力而是由统帅所致”)。

  2. 18.2ἔδοξεν οὖν αὐτῷ πέμψαντι πρότερον διάπειραν λαβεῖν τῶν ἀνδρῶν, εἰ συμβατικῶς ἔχοιεν, ἡγουμένῳ

    非人称动词 ἔδοξε(决定、认为宜于)支配与格代词 αὐτῷ(皮洛士),与之同格一致的有两个与格分词 πέμψαντι(先派遣使节)与 ἡγουμένῳ(认为……)。句子的骨干结构为:皮洛士既然认为(ἡγουμένῳ)攻城不易,便决定(ἔδοξεν αὐτῷ)先遣使(πέμψαντι)试探(διάπειραν λαβεῖν)他们。

  3. 18.6γενόμενον δὲ πρὸς ταῖς θύραις

    置于句首的阳性单数宾格不定过去时分词短语,指代前句的主语阿庇乌斯·克劳狄乌斯(“当他到达门前时”)。它在句法上充当后文谓语动词 εἰσῆγον(引导入内)的前置直接宾语,动作的施事主语则是其后的 οἱ παῖδες ἅμα τοῖς γαμβροῖς(儿子与女婿们)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:18.1-18.6