- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:17.1-17.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮洛士互换铠甲并在激战中凭借战象与骑兵击溃罗马军,但自身亦损失了大量精锐与心腹将领。
τοῦτο δὲ ἐδίδαξε τὸν Πύρρον μᾶλλον φυλάττεσθαι· καὶ τοὺς ἱππεῖς ὁρῶν ἐνδιδόντας μετεπέμπετο τὴν φάλαγγα καὶ παρέταττεν, αὐτὸς δὲ τὴν χλαμύδα καὶ τὰ ὅπλα παραδοὺς ἑνὶ τῶν ἑταίρων Μεγακλεῖ, τοῖς δὲ ἐκείνου τρόπον τινὰ κατακρύψας ἑαυτόν ἐπῆγε τοῖς Ῥωμαίοις. δεξαμένων δὲ ἐκείνων καὶ συμβαλόντων χρόνον τε πολὺν εἱστήκει τὰ τῆς μάχης ἄκριτα, καὶ τροπὰς ἑπτὰ λέγεται φευγόντων ἀνάπαλιν καὶ διωκόντων γενέσθαι.1
这一事件教导皮洛士要更加小心防备;他看到骑兵受挫退却,便召集方阵步兵并排好阵列,自己则将斗篷与铠甲交给了同行的一位同伴梅加克勒斯,自己则在某种程度上借着对方的铠甲隐藏身份,率军向罗马人推进。罗马人迎上前去并与他们交锋,在很长的时间里战局依然难分胜负,据说双方交替溃逃与追击,竟出现了七次胜负逆转。
καὶ γὰρ ἡ διάμειψις τῶν ὅπλων ἐν καιρῷ πρὸς σωτηρίαν αὐτοῦ γεγονυῖα τοῦ βασιλέως ὀλίγον ἐδέησεν ἀνατρέψαι τὰ πράγματα καὶ διαφθεῖραι τὴν νίκην.2 πολλῶν γάρ ἐφιεμένων τοῦ Μεγακλέους, ὁ πρῶτος πατάξας καὶ καταβαλὼν αὐτόν, ὄνομα Δεξόος, ἀφαρπάσας τὸ κράνος καὶ τὴν χλαμύδα τῷ Λαιβίνῳ προσίππευσεν ἀναδεικνύων ἅμα καὶ βοῶν ἀνῃρηκέναι τὸν Πύρρον.
事实上,交换铠甲虽适时保全了国王自身的性命,却险些彻底逆转局势并断送胜利。因为众人纷纷逼向梅加克勒斯,第一个击中并将他打下马的士兵名叫德克索斯,夺去了他的头盔和斗篷,策马赶到莱维努斯面前,一边展示一边大喊自己杀死了皮洛士。
ἦν οὖν παρὰ τὰς τάξεις τῶν λαφύρων παραφερομένων καὶ ἀναδεικνυμένων τοῖς τε Ῥωμαίοις χαρὰ μετʼ ἀλαλαγμοῦ καὶ τοῖς Ἕλλησιν ἀθυμία καὶ κατάπληξις, ἄχρι οὗ μαθὼν ὁ Πύρρος τὸ γινόμενον παρήλαυνε γυμνῷ τῷ προσώπῳ τήν τε δεξιὰν ὀρέγων τοῖς μαχομένοις καὶ τῇ φωνῇ σημαίνων ἑαυτόν, τέλος δὲ τῶν θηρίων ἐκβιαζομένων μάλιστα τοὺς Ῥωμαίους, καὶ τῶν ἵππων, πρὶν ἐγγὺς γενέσθαι, δυσανασχετούντων καὶ παραφερόντων τοὺς ἐπιβάτας, ἐπαγαγὼν τὴν Θετταλικὴν ἵππον αὐτοῖς ταρασσομένοις ἐτρέψατο πολλῷ φόνῳ.
于是,战利品沿着阵线被传递并高举展示,罗马人爆发出一片夹杂着呼喊的狂喜,而希腊人则陷入沮丧与惊惶之中;直到皮洛士得知所发生的一切,露着面容策马巡行,向奋战的将士伸出右手,并用声音表明自己的身份。最终,由于巨象对罗马人施加了极大的压制,且罗马人的战马尚未接近便惊恐万分、带着骑手们失控乱窜,皮洛士遂率领色萨利骑兵趁他们混乱之际发起冲击,造成重大杀伤并彻底击溃了敌人。
Διονύσιος μὲν οὖν ὀλίγῳ τῶν πεντακισχιλίων καὶ μυρίων ἐλάσσονας πεσεῖν ἱστορεῖ Ῥωμαίων, Ἱερώνυμος δὲ μόνους ἑπτακισχιλίους, τῶν δὲ περὶ Πύρρον ὁ μὲν Διονύσιος μυρίους καὶ τρισχιλίους, ὁ δὲ Ἱερώνυμος ἐλάττονας τῶν τετρακισχιλίων· κράτιστοι δὲ ἦσαν οὗτοι· καὶ τῶν φίλων ὁ Πύρρος καὶ τῶν στρατηγῶν οἷς μάλιστα χρώμενος διετέλει καὶ πιστεύων ἀπέβαλεν.
狄奥尼修斯记载罗马人阵亡者略少于一万五千人,而希厄罗纽摩斯则称仅有七千人;至于皮洛士一方的阵亡者,狄奥尼修斯记载为一万三千人,希厄罗纽摩斯则认为不足四千人。然而这些人皆是最精锐之士;皮洛士也失去了平日里最为重用和信赖的朋友与将领。
οὐ μὴν ἀλλὰ καὶ τὸ στρατόπεδον ἔλαβε τῶν Ῥωμαίων ἐκλιπόντων, καὶ πόλεις συμμαχίδας αὐτῶν προσηγάγετο, καὶ χώραν πολλὴν διεπόρθησε, καὶ προῆλθεν ὅσον μὴ πλέον σταδίων τριακοσίων ἀποσχεῖν τῆς Ῥώμης.3 ἀφίκοντο δὲ αὐτῷ Λευκανῶν τε πολλοὶ καὶ Σαυνιτῶν μετὰ τὴν μάχην, οὓς ἐμέμψατο μὲν ὑστερήσαντας, ἦν δὲ δῆλος ἡδόμενος καὶ μέγα φρονῶν ὅτι μόνοις τοῖς μετʼ αὐτοῦ καὶ Ταραντίνοις ἐκράτησε τῆς μεγάλης Ῥωμαίων δυνάμεως.
尽管如此,他还是攻占了罗马人遗弃的军营,争取了他们的同盟城邦,蹂躏了大片土地,并且向前推进到距罗马城不超过三百斯塔德的距离。战后许多卢卡尼亚人与萨姆奈特人赶来与他会合,他虽责备他们迟到,但显而易见感到欣慰且自豪,因为他仅凭随行部众与塔兰托人便战胜了强大的罗马军队。
- 17.1τροπὰς ἑπτὰ λέγεται φευγόντων ἀνάπαλιν καὶ διωκόντων γενέσθαι
分词短语 φευγόντων ἀνάπαλιν καὶ διωκόντων 作属格独立结构(或充当不定式 γενέσθαι 逻辑主语性质的属格),具体说明了交替溃逃与追击的行动,用以修饰七次转折(τροπὰς ἑπτά)。
- 17.2ὀλίγον ἐδέησεν ἀνατρέψαι τὰ πράγματα καὶ διαφθεῖραι τὴν νίκην
此句属于类似于 ὀλίγου δέω(或 ὀλίγου δεῖν)的人称结构,以 ἡ διάμειψις 为主语的不定过去时直陈式 ἐδέησεν 与副词性中性对格 ὀλίγον 连用,后接不定式 ἀνατρέψαι 和 διαφθεῖραι,表示“差一点就要颠覆局势并葬送胜利”。
- 17.5προῆλθεν ὅσον μὴ πλέον σταδίων τριακοσίων ἀποσχεῖν τῆς Ῥώμης
中性关系代词 ὅσον 与否定词 μή 以及不定式 ἀποσχεῖν 连用,充当结果或程度从句(相当于 ὥστε 加不定式),表明其前进步伐之大,以致于“距离罗马城不超过三百斯塔德”。
