← 普鲁塔克

皮洛士传

§16.1-16.10

整饬塔兰托军纪与西里斯河之战

皮洛士进驻塔兰托并对懒散放纵的市民施以严厉的军纪约束,随后出军迎击罗马执政官莱维努斯;在西里斯河侦察罗马军营后,他与渡河推进的敌军展开激战,并化解了意大利军官奥普拉克斯的致命突袭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

τούτους ἀναλαβὼν ὁ Πύρρος ἐβάδιζεν εἰς Τάραντα. καὶ τοῦ Κινέου προαγαγόντος εἰς ἀπάντησιν, ὡς ᾔσθετο, τοὺς στρατιώτας, παρελθὼν οὐδὲν ἀκόντων οὐδὲ πρὸς βίαν ἔπραττε τῶν Ταραντίνων, ἕως ἀνεσώθησαν αἱ νῆες ἐκ τῆς θαλάττης καὶ συνῆλθεν ἡ πλείστη τῆς δυνάμεως.

皮洛士收容了这些人之后,便进军前往塔兰托。基涅阿斯闻讯率军出迎,皮洛士入城后,在战船从海中安然脱险、大部兵力汇合之前,未曾违背塔兰托人的意愿行事,亦未诉诸强力。

§16.2

τηνικαῦτα δὲ ὁρῶν τὸ πλῆθος ἄνευ μεγάλης ἀνάγκης μήτε σώζεσθαι δυνάμενον μήτε σῴζειν, ἀλλʼ οἷον ἐκείνου προπολεμοῦντος οἴκοι καθῆσθαι περὶ λουτρὰ καὶ συνουσίας γενόμενον, ἀπέκλεισε μὲν τὰ γυμνάσια καὶ τοὺς περιπάτους, ἐν οἷς ἀλύοντες ὑπὲρ τῶν πραγμάτων λόγῳ διεστρατήγουν, πότους δὲ καὶ κώμους καὶ θαλίας ἀκαίρους ἀνεῖλεν, ἐκάλει δὲ πρὸς τὰ ὅπλα, καὶ περὶ τοὺς καταλόγους τῶν στρατευομένων ἀπαραίτητος ἦν καὶ λυπηρός, ὥστε πολλοὺς ἐκ τῆς πόλεως ἀπελθεῖν ἀηθείᾳ τοῦ ἄρχεσθαι δουλείαν τὸ μὴ πρὸς ἡδονὴν ζῆν καλοῦντας.1

但到了那时,他看到民众若无巨大的强制力,既不能自救亦不能救人,反倒仿佛由他在代为征战一般,安心待在家中沉溺于沐浴与宴饮交际,于是封闭了体育场和散步林苑——他们在那里闲逛着,口头上对国事指点战局;他又取缔了酒宴、狂欢和不合时宜的宴会,号召他们执戈从军,并且在征募士兵时铁面无私、毫不容情,以致许多人因不习惯受人号令而离开了城邦,把不能随心所欲生活斥为遭受奴役。

§16.3

ἐπεὶ δὲ Λαιβῖνος ὁ τῶν Ῥωμαίων ὕπατος ἠγγέλλετο πολλῇ στρατιᾷ χωρεῖν ἐπʼ αὑτὸν ἅμα τὴν Λευκανίαν διαπορθῶν, οὐδέπω μὲν οἱ σύμμαχοι παρῆσαν αὐτῷ, δεινὸν δὲ ποιούμενος κήρυκα πρὸς τοὺς Ῥωμαίους, εἰ φίλον ἀνασχέσθαι καὶ περιιδεῖν τοὺς πολεμίους ἐγγυτέρω προϊόντας ἐξῆλθε μετὰ τῆς δυνάμεως, προπέμψας ἐστὶν αὐτοῖς πρὸ πολέμου δίκας λαβεῖν παρὰ τῶν Ἰταλιωτῶν, αὐτῷ δικαστῇ καὶ διαλλακτῇ χρησαμένους.2

当消息传来,罗马执政官莱维努斯率大军向他逼近,同时蹂躏着卢卡尼亚;尽管盟军尚未与他会合,但皮洛士认为坐视敌人逼近而无动于衷是不可容忍的,便率军出征;在此之前,他先遣使节前往罗马人处,询问他们是否愿意在开战前,通过以他为裁判者与调解人的方式,从意大利希腊诸邦获取公道赔偿。

§16.4

ἀποκριναμένου δὲ τοῦ Λαιβίνου μήτε διαλλακτὴν Πύρρον αἱρεῖσθαι Ῥωμαίους μήτε δεδοικέναι πολέμιον, προελθὼν κατεστρατοπέδευσεν ἐν τῷ μεταξὺ πεδίῳ Πανδοσίας πόλεως καὶ Ἡρακλείας. πυθόμενος δὲ τοὺς Ῥωμαίους ἐγγὺς εἶναι καὶ πέραν τοῦ Σίριος ποταμοῦ κατεστρατοπέδευσεν, προσίππευσε τῷ ποταμῷ θέας ἕνεκα· καὶ κατιδὼν τάξιν τε καὶ φυλακὰς καὶ κόσμον αὐτῶν καὶ τὸ σχῆμα τῆς στρατοπεδείας ἐθαύμασε, καὶ τῶν φίλων προσαγορεύσας τὸν ἐγγυτάτω, τάξις μέν, εἶπεν, ὦ Μεγάκλεις, αὕτη τῶν βαρβάρων οὐ βάρβαρος, τὸ δὲ ἔργον εἰσόμεθα. καὶ διὰ φροντίδος ἔχων ἤδη τὸ μέλλον ἔγνω τοὺς συμμάχους ἀναμένειν, τοῖς δὲ Ῥωμαίοις, ἂν πρότερον ἐπιχειρῶσι διαβαίνειν, ἐπέστησε φυλακὴν ὑπὲρ τοῦ ποταμοῦ τὴν εἴρξουσαν.

而莱维努斯答复说,罗马人既不选皮洛士为调解人,亦不畏惧他作为敌人;于是皮洛士前行并在潘多西亚与赫拉克利亚两城之间的平原上扎营。在探知罗马人已逼近并在西里斯河对岸扎营后,他策马来到河边进行察看;当他观察到对方的阵列、守备、纪律以及军营的布局时,大为赞叹,并对身旁最近的一位朋友呼唤道:“梅加克勒斯啊,这些蛮族的阵列,”他说,“并不野蛮,至于他们的实际战力,我们不久便会知晓。” 既然对未来的战局深感忧虑,他遂决定等待盟军,但在河畔设下了守备部队,以防罗马人提前试图渡河。

§16.6

οἱ δέ, ἅπερ ἐκεῖνος ἔγνω περιμένειν, φθῆναι σπεύδοντες, ἐνεχείρουν τῇ διαβάσει, κατὰ πόρον μὲν οἱ πεζοί, πολλαχόθεν δὲ οἱ ἱππεῖς διεξελαύνοντες τὸν ποταμόν, ὥστε δείσαντας τὴν κύκλωσιν ἀναχωρεῖν τοὺς Ἕλληνας, αἰσθόμενον δὲ τὸν Πύρρον καὶ διαταραχθέντα τοῖς μὲν ἡγεμόσι τοῦ πεζοῦ παρεγγυᾶν εὐθὺς εἰς τάξιν καθίστασθαι καὶ περιμένειν ἐν τοῖς ὅπλοις, αὑτὸν δὲ τοῖς ἱππεῦσι παρεξελάσαι3 τρισχιλίοις οὖσιν, ἐλπίζοντα διαβαίνοντας ἔτι καὶ διεσπασμένους ἀτάκτους λήψεσθαι τοὺς Ῥωμαίους.

然而罗马人急于抢在皮洛士所打算等待的盟军赶到之前采取行动,于是着手渡河,步兵经由渡口,而骑兵则从河上多处涉水而过,以致希腊守军因害怕被包围而向后退却。皮洛士察觉到这一点并为之震动,便命令步兵指挥官们立即列阵并持械待命,自己则率领三千骑兵疾驰出击,指望趁罗马人仍在渡河、分散而未成阵列时予以痛击。

§16.7

ἐπεὶ δ’ ἑώρα θυρεούς τε πολλοὺς ὑπερφαινομένους τοῦ ποταμοῦ καὶ τοὺς ἱππεῖς ἐπελαύνοντας ἐν τάξει, συστρέψας ἐνέβαλε πρῶτος, αὐτόθεν τε περίοπτος ὢν ὅπλων κάλλει καὶ λαμπρότητι κεκοσμημένων περιττῶς, καὶ τὴν δόξαν ἐπιδεικνύμενος ἔργοις οὐκ ἀποδέουσαν αὐτοῦ τῆς ἀρετῆς· μάλιστα δὲ ὅτι τὰς χεῖρας καὶ τὸ σῶμα παρέχων τῷ ἀγῶνι καὶ τοὺς καθʼ αὑτὸν ἀμυνόμενος ἐρρωμένως οὐ συνεχεῖτο τὸν λογισμὸν οὐδὲ τοῦ φρονεῖν ἐξέπιπτεν, ἀλλʼ ὥσπερ ἔξωθεν ἐφορῶν διεκυβέρνα τὸν πόλεμον, αὐτὸς μεταθέων ἑκασταχόσε καὶ παραβοηθῶν τοῖς ἐκβιάζεσθαι δοκοῦσιν. ἔνθα δὴ Λεοννάτος ὁ Μακεδὼν ἄνδρα κατιδὼν Ἰταλὸν ἐπέχοντα τῷ Πύρρῳ καὶ τὸν ἵππον ἀντιπαρεξάγοντα καὶ συμμεθιστάμενον ἀεὶ καὶ συγκινούμενον, ὁρᾷς, εἶπεν, ὦ βασιλεῦ, τὸν βάρβαρον ἐκεῖνον, ὃν ὁ μέλας ἵππος ὁ λευκόπους φέρει; μέγα τι βουλευομένῳ καὶ δεινὸν ὅμοιός ἐστι.

但当他看到许多盾牌在河〔岸〕上方显露、骑兵整队推进时,便收拢队伍率先冲锋;他因佩戴着饰有异常华美耀眼光泽的甲胄而格外引人注目,并在行动中展现出不亚于其勇武声名的气概;更为重要的是,他虽亲身投入搏杀、奋力迎战迎面之敌,却并未扰乱理智,亦未丧失沉着冷静,而是犹如从外部审视战局一般统御全局,亲自奔赴各处,增援那些看似陷入苦战的部众。此时,马其顿人莱昂纳托斯注意到一名意大利骑兵正盯视着皮洛士,拨动战马迎面盯梢,始终与皮洛士步调一致地移动,便说道: “大王,你看到那个骑着白蹄黑马的蛮族了吗?他似乎在谋划着某种重大而可怕的事情。

§16.9

σοὶ γὰρ ἐνορᾷ καὶ πρὸς σὲ τέταται πνεύματος μεστὸς ὢν καὶ θυμοῦ, τοὺς δὲ ἄλλους ἐᾷ χαίρειν. ἀλλὰ σὺ φυλάττου τὸν ἄνδρα καὶ ὁ Πύρρος ἀπεκρίνατο, τὸ μὲν εἱμαρμένον, ὦ Λεοννάτε, διαφυγεῖν ἀδύνατον· χαίρων δὲ οὔτε οὗτος οὔτʼ ἄλλος τις Ἰταλῶν εἰς χεῖρας ἡμῖν σύνεισιν.4 ἔτι ταῦτα προσδιαλεγομένων ὁ Ἰταλὸς διαλαβὼν τὸ δόρυ καὶ συστρέψας τὸν ἵππον ὥρμησεν ἐπὶ τὸν Πύρρον.

他紧盯着你,满怀斗志与狂怒一心瞄准着你,对其余之人完全不予理会。请务必防备此人。” 皮洛士回答道: “命中注定之事,莱昂纳托斯啊,是无法逃避的;然而无论此人还是其他任何意大利人,若与我们交手,都休想全身而退。” 他们尚在谈论此事之际,那名意大利人便握紧长矛,拨转战马冲向皮洛士。

§16.10

εἶτα ἅμα παίει μὲν αὐτὸς τῷ δόρατι τοῦ βασιλέως τὸν ἵππον, παίει δὲ τὸν ἐκείνου παραβαλὼν ὁ Λεοννάτος. ἀμφοτέρων δὲ τῶν ἵππων πεσόντων τὸν μὲν Πύρρον οἱ φίλοι περισχόντες ἀνήρπασαν, τὸν δὲ Ἰταλὸν μαχόμενον διέφθειραν. ἦν δὲ τῷ γένει Φρεντανός, ἴλης ἡγεμών, Ὄπλακος ὄνομα.

随后,他自己用长矛刺中王的战马,同时莱昂纳托斯策马赶到刺中了他的战马。两匹马俱倒地,朋友们将皮洛士团团围住并抢救出来,而那名搏战不休的意大利人则被击杀。此人出身弗兰塔尼部族,是一名骑兵队长,名叫奥普拉克斯。

语法注4 条
  1. 16.2δουλείαν τὸ μὴ πρὸς ἡδονὴν ζῆν καλοῦντας

    双宾格(宾语与宾语补足语)结构。带有冠词的不定式短语 τὸ μὴ πρὸς ἡδονὴν ζῆν 作分词 καλοῦντας 的直接宾语,δουλείαν 作宾语补足语(述语宾格),意为“将不能随心所欲生活称为奴役”。

  2. 16.3δεινὸν δὲ ποιούμενος κήρυκα πρὸς τοὺς Ῥωμαίους, εἰ φίλον ἀνασχέσθαι καὶ περιιδεῖν τοὺς πολεμίους ἐγγυτέρω προϊόντας ἐξῆλθε μετὰ τῆς δυνάμεως, προπέμψας ἐστὶν αὐτοῖς πρὸ πολέμου δίκας λαβεῖν παρὰ τῶν Ἰταλιωτῶν, αὐτῷ δικαστῇ καὶ διαλλακτῇ χρησαμένους.

    语序发生倒装错乱的复杂句结构。从句法上看,δεινὸν ποιούμενος 所支配的是不定式短语 ἀνασχέσθαι καὶ περιιδεῖν τοὺς πολεμίους ἐγγυτέρω προϊόντας(“认为容忍并坐视敌人迫近是不可容忍之事”),修饰主动词 ἐξῆλθε μετὰ τῆς δυνάμεως;而分词 προπέμψας 则实际上统领 κήρυκα πρὸς τοὺς Ῥωμαίους, εἰ φίλον ἐστὶν αὐτοῖς...(“先派遣使节至罗马人处询问他们是否愿意……”)。虽然在底本数字化过程中词序错位,但句子的逻辑骨架仍为“因不愿坐视敌人逼近而出征,此前已先行派遣了使者”。

  3. 16.6ὥστε δείσαντας τὴν κύκλωσιν ἀναχωρεῖν τοὺς Ἕλληνας, αἰσθόμενον δὲ τὸν Πύρρον καὶ διαταραχθέντα τοῖς μὲν ἡγεμόσι τοῦ πεζοῦ παρεγγυᾶν εὐθὺς εἰς τάξιν καθίστασθαι καὶ περιμένειν ἐν τοῖς ὅπλοις, αὑτὸν δὲ τοῖς ἱππεῦσι παρεξελάσαι

    由表结果的 ὥστε 统领的一连串“带宾格的不定式”(A.c.I.)结构。前三分句中 τοὺς Ἕλληνας 是不定式 ἀναχωρεῖν 的逻辑主语(δείσαντας 与之同格修饰);在接续的分句中,τὸν Πύρρον 是不定式 παρεγγυᾶν 的逻辑主语,并与紧随其后的 αὑτὸν δὲ ... παρεξελάσαι 形成并列。整句在 ὥστε 之下构建起主语交替的结果从句骨干。

  4. 16.9χαίρων δὲ οὔτε οὗτος οὔτʼ ἄλλος τις Ἰταλῶν εἰς χεῖρας ἡμῖν σύνεισιν.

    现在分词 χαίρων(高兴地)在否定句(οὔτε... οὔτε)中构成的固定习语,意为“全身而退”、“不受惩罚地”、“占到便宜”。而 εἰς χεῖρας συνιέναι 则是“短兵相接”、“交锋”的惯用表达。字面直译为“无论此人还是其他意大利人,都不会高兴地与我们交手”,实指“休想占到便宜而安然无恙”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:16.1-16.10