← 普鲁塔克

皮洛士传

§15.1-15.5

远征意大利起航与风暴中的海难

皮洛士整顿大军起航远征意大利,但在爱奥尼亚海遭遇反常的风暴,大部分船只沉没离散,他本人跳入海中历经艰险才勉强在梅萨皮亚海岸漂流脱险。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

πρῶτον μὲν οὖν ἀπέστειλε τὸν Κινέαν τοῖς Ταραντίνοις στρατιώτας ἄγοντα τρισχιλίους· ἔπειτα πολλῶν ἱππηγῶν καὶ καταφράκτων καὶ πορθμείων παντοδαπῶν ἐκ Τάραντος κομισθέντων ἐνεβίβαζεν ἐλέφαντας εἴκοσι καὶ τρισχιλίους ἱππεῖς, πεζοὺς δὲ δισμυρίους καὶ δισχιλίους τοξότας καὶ σφενδονήτας πεντακοσίους, γενομένων δὲ πάντων ἑτοίμων ἀναχθεὶς ἔπλει· καὶ μέσον ἔχων τὸν Ἰόνιον1 ἁρπάζεται βορέᾳ ἀνέμῳ παρʼ ὥραν ἐκραγέντι.

于是,他首先派遣基涅阿斯率领三千士兵前往塔兰托人那里;随后,在从塔兰托调集了许多运马船、有甲板的战船以及各类渡船之后,他把二十头战象、三千名骑兵、两万名步兵、两千名弓箭手和五百名投石手运载登船。当一切准备就绪,他启航航行;但在行至爱奥尼亚海中途时,突遭一阵不合时令发作的北风席卷。

§15.2

καὶ βιασθεὶς αὐτὸς μὲν ἀρετῇ καὶ προθυμίᾳ ναυτῶν καὶ κυβερνητῶν ἐξανέφερε καὶ προσανῆγε τῇ γῇ πολυπόνως καὶ παραβόλως, τοῦ δὲ ἄλλου στόλου συγχυθέντος καὶ τῶν νεῶν σκεδασθεισῶν αἱ μὲν ἀποσφαλεῖσαι τῆς Ἰταλίας ἐξεώσθησαν εἰς τὸ Λιβυκὸν καὶ Σικελικὸν πέλαγος, τὰς δὲ ὑπερβαλεῖν μὴ δυνηθείσας ἄκραν Ἰαπυγίαν2 νύξ τε κατελάμβανε, καὶ πολλὴ καὶ χαλεπὴ θάλασσα παίουσα πρὸς χωρία δύσορμα καὶ τυφλὰ πάσας διέφθειρε πλὴν τῆς βασιλικῆς.

〔皮洛士〕本人虽受狂风巨浪冲击,凭借水手和舵手的英勇与热诚得以支撑,并历经艰险、冒着极大的危险将船靠近陆地;然而其余的舰队却陷入混乱,船只被吹散。一些偏离了意大利的航向,被冲入利比亚海和西西里海;至于那些未能绕过伊阿庇癸亚海角的船只,夜幕降临笼罩了它们,凶猛险恶的大海将它们击打在难以靠泊且暗礁丛生的地带,将除了王室旗舰以外的船只全部摧毁。

§15.3

αὕτη δὲ πλαγίου μὲν ἔτι ὄντος τοῦ κύματος ἠμύνετο καὶ διέφευγε μεγέθει καὶ ῥώμῃ τὰς ἐπιβολὰς τῆς θαλάσσης· ἐπεὶ δὲ περιελθὸν ἀπὸ γῆς ἀπήντα τὸ πνεῦμα καὶ κίνδυνον εἶχεν ἡ ναῦς ἀντίπρῳρος ἱσταμένη πρὸς κλύδωνα πολὺν διαρραγῆναι, τὸ δὲ ἐφέντας αὖθις ἠγριωμένῳ πελάγει καὶ πνεύματι τροπὰς λαμβάνοντι παντοδαπὰς φέρεσθαι3 φοβερώτερον ἐφαίνετο τῶν παρόντων κακῶν, ἄρας ὁ Πύρρος αὑτὸν ἀφῆκεν εἰς θάλασσαν, καὶ τῶν φίλων καὶ τῶν δορυφόρων εὐθὺς ἦν ἅμιλλα καὶ προθυμία περὶ αὐτόν. ἡ δὲ νύξ καὶ τὸ κῦμα μετὰ ψόφου μεγάλου καὶ τραχείας ἀνακοπῆς χαλεπὴν ἐποίει τὴν βοήθειαν, ὥστε μόλις ἡμέρας ἤδη μαραινομένου τοῦ πνεύματος ἐκπεσεῖν αὑτὸν ἐπὶ τὴν γῆν,4 τῷ μὲν σώματι παντάπασιν ἀδυνάτως ἔχοντα, τόλμῃ δὲ καὶ ῥώμῃ τῆς ψυχῆς ἀνταίροντα πρὸς τὴν ἀπορίαν.

这艘旗舰在海浪尚从侧舷袭来时,尚能凭借其庞大与坚固抵御并躲过大海的冲击;但当风向转变、自陆地迎面吹来,战船迎头直面狂涛、面临被撞碎的危险,而若再度任由自身随狂怒的大海和四面变幻的乱风漂流,似乎比眼前的厄运更加可怕,于是皮洛士起身上前,纵身跳入海中。他的朋友们和侍卫们立刻竞相奋勇上前去救助他。然而黑夜与伴随着巨大轰鸣和剧烈回涌的海浪使救援变得极其困难,以至于直到天明、狂风渐渐平息之时,他才勉强被冲上陆地,此时他身体已虚弱不堪,却仍以无畏的勇气和刚毅的精神对抗着绝境。

§15.5

ἅμα δὲ οἵ τε Μεσσάπιοι, καθʼ οὓς ἐξεβράσθη, συνέθεον βοηθοῦντες ἐκ τῶν παρόντων προθύμως, καὶ προσεφέροντο τῶν σῳζομένων ἔνιαι νεῶν, ἐν αἷς ἦσαν ἱππεῖς μὲν ὀλίγοι παντάπασι πεζοὶ δὲ δισχιλίων ἐλάττους, ἐλέφαντες δὲ δύο.

与此同时,他被冲上岸之处的梅萨皮人纷纷跑来,尽其所能热忱救助;幸存的船只中也有数艘靠了岸,船上只有极少数的骑兵、不足两千名步兵以及两头战象。

语法注4 条
  1. 15.1μέσον ἔχων τὸν Ἰόνιον

    航海术语,动词 ἔχω 接表示空间的宾格(τὸν Ἰόνιον),意为“行至爱奥尼亚海中央”或“身处爱奥尼亚海中途”。分词 ἔχων 起时间状语的作用。

  2. 15.2τὰς δὲ ὑπερβαλεῖν μὴ δυνηθείσας ἄκραν Ἰαπυγίαν

    宾格分词短语 τὰς ... δυνηθείσας 在句法上作为第一分句的直接宾语(νύξ τε κατελάμβανε),并与下一分句中的 πάσας(καὶ ... πάσας διέφθειρε)遥相呼应。这一短语前置旨在鲜明体现船队之间的对比(αἱ μέν ... τὰς δέ)。

  3. 15.3τὸ δὲ ἐφέντας αὖθις ἠγριωμένῳ πελάγει καὶ πνεύματι τροπὰς λαμβάνοντι παντοδαπὰς φέρεσθαι

    定冠词 τό 与不定式 φέρεσθαι 构成名词化短语(“任由自己漂流……”),作谓语 φοβερώτερον ἐφαίνετο 的主语。阳性复数宾格分词 ἐφέντας(源自 ἐφίημι)作不定式的逻辑主语或补充语,泛指船上的人员。

  4. 15.4ὥστε μόλις ἡμέρας ἤδη μαραινομένου τοῦ πνεύματος ἐκπεσεῖν αὑτὸν ἐπὶ τὴν γῆν

    由 ὥστε 引导的结果从句,后接带宾格的不定式(αὑτὸν ... ἐκπεσεῖν)。反身代词宾格 αὑτὸν 作不定式 ἐκπεσεῖν 的逻辑主语,后续的分词 ἔχοντα 与 ἀνταίροντα 均与之在宾格上保持一致。ἡμέρας 为表示时间的属格(“天明时分”),μαραινομένου τοῦ πνεύματος 为属格独立结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:15.1-15.5