← 普鲁塔克

皮洛士传

§14.1-14.8

基涅阿斯与皮洛士论远征目的之对话

皮洛士的谋臣基涅阿斯就远征意大利之事连续发问,追问每次征服之后将作何打算,从而揭示出皮洛士甘冒流血艰险所追求的闲暇与享乐实为当下唾手可得之物的矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

ἦν δέ τις Κινέας, Θεσσαλὸς ἀνήρ, τῷ μὲν φρονεῖν δοκῶν ἱκανὸς εἶναι, Δημοσθένους δὲ τοῦ ῥήτορος ἀκηκοὼς ἐδόκει μόνος ἐν μάλιστα τῶν τότε λεγόντων οἷον ἐν εἰκόνι τῆς ἐκείνου δυνάμεως καὶ δεινότητος ἀναμιμνήσκειν τοὺς ἀκούοντας. συνὼν δὲ τῷ Πύρρῳ καὶ πεμπόμενος ἐπὶ τὰς πόλεις ἐβεβαίου τὸ Εὐριπίδειον, ὅτι πᾶν ἐξαιρεῖ λόγος "ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν."

当时有一位名叫基涅阿斯的色萨利人,他被认为颇有才智,且曾受业于演说家德摩斯梯尼;在当世的演说家中,唯有他最能在听众心中如同再现画像般唤起那位大师的雄辩威力与技艺。他追随皮洛士,被派往各城邦时,证实了欧里庇得斯的这句名言:言辞能达成一切,“凡敌人利刃所能成就之事。”

§14.2

ὁ γοῦν Πύρρος ἔλεγε πλείονας πόλεις ὑπὸ Κινέου τοῖς λόγοις ἢ τοῖς ὅπλοις ὑφʼ ἑαυτοῦ προσῆχθαι· καὶ διετέλει τὸν ἄνδρα τιμῶν ἐν τοῖς μάλιστα καὶ χρώμενος. οὗτος οὖν τὸν Πύρρον ὡρμημένον τότε ὁρῶν ἐπὶ τὴν Ἰταλίαν εἰς λόγους ἐπηγάγετο τοιούτους, ἰδὼν σχολάζοντα. πολεμισταὶ μέν, ὦ Πύρρε, Ῥωμαῖοι λέγονται καὶ πολλῶν ἐθνῶν μαχίμων ἄρχοντες· εἰ δὲ δοίη θεὸς περιγενέσθαι τῶν ἀνδρῶν, τί χρησόμεθα τῇ νίκῃ;

至少皮洛士常说,基涅阿斯凭言辞收服的城邦,比他自己用兵刃征服的还要多;他始终对基涅阿斯礼遇备至并加以重用。因此,基涅阿斯当时见皮洛士一心向往远征意大利,便趁他闲暇之时,引导他进行了如下一番交谈。 “皮洛士啊,人们常说罗马人英勇善战,统辖着许多剽悍好斗的部族;但若神明赐予我们战胜他们的机运,我们将如何利用这场胜利呢?”

§14.3

καὶ ὁ Πύρρος, ἐρωτᾷς, εἶπεν, ὦ Κινέα, πρᾶγμα φαινόμενον· οὔτε βάρβαρος ἡμῖν ἐκεῖ πόλις οὔτε Ἑλληνὶς ἀξιόμαχος Ῥωμαίων κρατηθέντων, ἀλλʼ ἕξομεν εὐθὺς Ἰταλίαν ἅπασαν, ἧς μέγεθος καὶ ἀρετὴν καὶ δύναμιν ἄλλῳ πού τινι μᾶλλον ἀγνοεῖν ἢ σοὶ προσήκει. μικρὸν οὖν ἐπισχὼν ὁ Κινέας, Ἰταλίαν δέ, εἶπεν, ὦ βασιλεῦ, λαβόντες, τί ποιήσομεν;

皮洛士说: “你所问的,”他说道,“基涅阿斯,乃是显而易见之事。罗马人一旦被击溃,无论蛮族还是希腊人的城邦,那里再没有能与我们抗衡的对手,我们将立刻占领整个意大利;至于意大利的幅员、富庶与国力,想必没有人比你更为清楚了。” 基涅阿斯稍作停顿,说道: “然而夺取了意大利之后,”他说道,“大王,我们又将做什么呢?”

§14.4

καὶ ὁ Πύρρος οὔπω τὴν διάνοιαν αὐτοῦ καθορῶν, ἐγγύς, εἶπεν, ἡ Σικελία χεῖρας ὀρέγει, νῆσος εὐδαίμων καὶ πολυάνθρωπος, ἁλῶναι δὲ ῥᾴστη· στάσις γάρ, ὦ Κινέα, πάντα νῦν ἐκεῖνα καὶ ἀναρχία πόλεων καὶ δημαγωγῶν ὀξύτης Ἀγαθοκλέους ἐκλελοιπότος εἰκότα, ἔφη, λέγεις, ὁ Κινέας· ἀλλʼ ἦ τοῦτο πέρας ἡμῖν τῆς στρατείας, λαβεῖν Σικελίαν;

皮洛士尚未看透他的意图,便说: “近在咫尺的,”他说道,“西西里正向我们伸出双手,那是一座富庶且人口稠密的岛屿,极易攻取。因为基涅阿斯啊,自从阿加托克利斯去世后,那里的一切如今都陷入内讧、城邦的无政府状态以及煽惑政客的轻率妄动之中。” “您所言,”基涅阿斯说道, “合情合理。 但这是否就是我们出征的终点,即夺取西西里呢?”

§14.5

θεός, ἔφη ὁ Πύρρος, νικᾶν διδῴη καὶ κατορθοῦν· τούτοις δὲ προάγωσι χρησόμεθα πραγμάτων μεγάλων. τίς γὰρ ἂν ἀπόσχοιτο Λιβύης καὶ Καρχηδόνος ἐν ἐφικτῷ γενομένης, ἣν Ἀγαθοκλῆς ἀποδρὰς ἐκ Συρακουσῶν κρύφα καὶ περάσας ναυσὶν ὀλίγαις λαβεῖν παρʼ οὐδὲν ἦλθεν;1 ὅτι δὲ τούτων κρατήσασιν ἡμῖν οὐδεὶς ἀντιστήσεται τῶν νῦν ὑβριζόντων πολεμίων, τί ἂν λέγοι τις;

“但愿神明,”皮洛士说道,“赐予我们得胜与功成!然而我们将把这些作为成就大业的序曲。因为一旦利比亚与迦太基进入触手可及的范围,谁又能按捺得住呢?当年阿加托克利斯秘密逃离叙拉古,率少数战船渡海,几乎唾手可得这片土地。当我们制服了这些地方,如今轻慢我们的敌人中又有谁能抵挡我们,这难道还用说吗?”

§14.6

οὐδέν, ὁ Κινέας εἶπε· δῆλον γὰρ ὅτι καὶ Μακεδονίαν ἀναλαβεῖν καὶ τῆς Ἑλλάδος ἄρχειν ὑπάρξει βεβαίως ἀπὸ τηλικαύτης δυνάμεως, γενομένων δὲ πάντων ὑφʼ ἡμῖν, τί ποιήσομεν; καὶ ὁ Πύρρος ἐπιγελάσας, σχολήν, ἔφη, ἄξομεν πολλήν, καὶ κώθων, ὦ μακάριε, καθημερινὸς ἔσται, καὶ διὰ λόγων συνόντες ἀλλήλους εὐφρανοῦμεν.

“无需多言,”基涅阿斯说道,“因为显而易见,凭借如此庞大的军力,收复马其顿并牢固统治希腊自是唾手可得。然而当一切都臣服于我们之后,我们又将做什么呢?” 皮洛士莞尔一笑,说道: “我们将享受,”他说道,“长久的闲暇;亲爱的朋友,每日畅饮将成为常态,我们将通过交谈聚首、互致欢悦。”

§14.7

ἐνταῦθα δὴ τῶν λόγων καταστήσας τὸν Πύρρον2 ὁ Κινέας, εἶτα, ἔφη, τί νῦν ἐμποδών ἐστιν ἡμῖν βουλομένοις κώθωνι χρῆσθαι καὶ σχολάζειν μετʼ ἀλλήλων, εἰ ταῦτα ἔχομεν ἤδη καὶ πάρεστιν ἀπραγμόνως ἐφʼ ἃ διʼ αἵματος καὶ πόνων μεγάλων καὶ κινδύνων μέλλομεν ἀφίξεσθαι,3 πολλὰ καὶ δράσαντες ἑτέρους κακὰ καὶ παθόντες;

基涅阿斯既已将皮洛士引导至谈话的这个节点,便说: “那么,”他说道,“如果我们想畅饮并共度闲暇,且我们历经鲜血、巨大劳苦与危难,在加害于他人并自身承受诸多苦难之后才将要企及的目标,如今早已唾手可得且毫不费力地摆在眼前,现在又有何物阻拦我们呢?”

§14.8

τούτοις τοῖς λόγοις ἠνίασε μᾶλλον ἢ μετέθηκε τὸν Πύρρον ὁ Κινέας, νοήσαντα μὲν ὅσην ἀπέλειπεν εὐδαιμονίαν, ὧν δὲ ὠρέγετο τὰς ἐλπίδας ἀφεῖναι μὴ δυνάμενον.

基涅阿斯的这番话令皮洛士痛苦而非促使其改变心意,因为皮洛士虽领悟到自己正在舍弃何等巨大的幸福,却无法割舍对心中所渴求之物的企盼。

语法注3 条
  1. 14.5παρʼ οὐδὲν ἦλθεν

    动词成语表达(παρʼ οὐδὲν ἔρχομαι 接不定式 λαβεῖν),意为“几乎夺取”、“差一点就夺取”(字面义为“以近乎为零的差距达到取得之境”)。

  2. 14.7ἐνταῦθα δὴ τῶν λόγων καταστήσας τὸν Πύρρον

    属格 τῶν λόγων 依附于地点/程度副词 ἐνταῦθα(在此处),属于表示范围或程度的部分/处所性属格,意为“将皮洛士引导至论辩的这一地步/节点”。

  3. 14.7ἐφʼ ἃ διʼ αἵματος καὶ πόνων μεγάλων καὶ κινδύνων μέλλομεν ἀφίξεσθαι

    关系代词 ἅ 的先行词是前文 πάρεστιν 所暗含的虚指主语(即“那些……的事物”)。它与前面的 ταῦτα ἔχομεν ἤδη 形成并列照应,鲜明对比了“当下轻易拥有之物”与“企图历经鲜血劳苦方才换取之物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:14.1-14.8