← 普鲁塔克

皮洛士传

§13.1-13.6

厌倦安宁与接受塔兰托的求援

皮洛士失去马其顿后厌倦于平静的生活,适逢塔兰托人在对罗马的战争中陷入困境前来延揽,他欣然接受了邀请。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

τότε δ’ οὖν εἰς Ἤπειρον ἐκπεσόντι τῷ Πύρρῳ καὶ προεμένῳ Μακεδονίαν ἡ μὲν τύχη παρεῖχε χρῆσθαι τοῖς παροῦσιν ἀπραγμόνως καὶ ζῆν ἐν εἰρήνῃ βασιλεύοντα τῶν οἰκείων· ὁ δὲ τὸ μὴ παρέχειν ἑτέροις κακὰ μηδὲ ἔχειν ὑφʼ ἑτέρων ἄλυν τινὰ ναυτιώδη νομίζων,1 ὥσπερ ὁ Ἀχιλλεὺς οὐκ ἔφερε τὴν σχολήν, "ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δ’ ἀυτήν τε πτόλεμόν τε." δεόμενος δ’ οὖν ἔλαβε πραγμάτων καινῶν τοιαύτην ὑπόθεσιν.

当时,皮洛士败退回伊庇鲁斯并放弃了马其顿,命运本赐予他无忧无虑地安享现状、统治自身属民并安度和平岁月的机会;但他却认为不加害于人亦不受人加害乃是一种令人恶心晕眩的倦怠,正如阿喀琉斯无法忍受闲暇一般: “但他留在那处,使自己的心 枯萎消沉,渴望着呐喊与战争。” 由于渴望用兵,他便得到了如下开展新事端的机会。

§13.2

Ῥωμαῖοι Ταραντίνοις ἐπολέμουν· οἱ δὲ μήτε φέρειν τὸν πόλεμον δυνάμενοι μήτε θέσθαι θρασύτητι καὶ μοχθηρίᾳ δημαγωγῶν, ἐβουλεύοντο ποιεῖσθαι Πύρρον ἡγεμόνα καὶ καλεῖν ἐπὶ τὸν πόλεμον ὡς σχολὴν ἄγοντα πλείστην τῶν βασιλέων καὶ στρατηγὸν ὄντα δεινότατον. τῶν δὲ πρεσβυτέρων καὶ νοῦν ἐχόντων πολιτῶν οἱ μὲν ἄντικρυς ἐνιστάμενοι πρὸς τὴν γνώμην ἐξέπιπτον ὑπὸ κραυγῆς καὶ βίας τῶν πολεμοποιῶν, οἱ δὲ ταῦτα ὁρῶντες ἀπέλειπον τὰς ἐκκλησίας.

罗马人正与塔兰托人作战;塔兰托人既无力承受战争,又因煽惑政客的鲁莽与恶毒而无法停止战事,他们商议立皮洛士为主帅并延揽他前来参战,认为他是诸王中最得闲暇且最可怕的名将。而那些年长且明理的公民中,公开反对这一主张的人被主战派的喧嚣和暴力排挤出去,目睹此情此景的人则退出了公民大会。

§13.3

εἷς δέ τις ἀνήρ ἐπιεικὴς, Μέτων ὄνομα, τῆς ἡμέρας ἐκείνης ἐν ᾗ τὸ δόγμα κυροῦν ἔμελλον ἐνστάσης καὶ τοῦ δήμου καθεζομένου, λαβὼν στέφανον τῶν ἑώλων καὶ λαμπάδιον, ὥσπερ οἱ μεθύοντες, αὐλητρίδος ὑφηγουμένης αὐτῷ πρὸς τὴν ἐκκλησίαν ἐκώμαζεν. οἷα δὲ ἐν ὄχλῳ δημοκρατίας κόσμον οὐκ ἐχούσης οἱ μὲν ἐκρότουν ἰδόντες, οἱ δὲ ἐγέλων, ἐκώλυε δὲ οὐδείς, ἀλλὰ καὶ τὸ γύναιον αὐλεῖν κἀκεῖνον ᾅδειν ἐκέλευον εἰς μέσον προελθόντα· καὶ τοῦτο ποιήσων ἐπίδοξος ἦν.2

但有一位品行端正的人,名叫梅同,在行将通过那项决议的那一天到来、民众坐定之时,他手持一束枯萎的花环和一柄小火把,宛如醉汉一般,由一名女笛手引路,欢闹着闯入公民大会。在毫无纪律的平民政体的群众中,所发生的一如所料:有的人一见便鼓掌,有的人发笑,无人出面阻拦,反而叫那女子吹笛,命他走到中央唱歌;他也做出一副准备开唱的架势。

§13.4

γενομένης δὲ σιωπῆς ἄνδρες, ἔφη, Ταραντῖνοι, καλῶς ποιεῖτε παίζειν καὶ κωμάζειν, ἕως ἔξεστι, τοῖς βουλομένοις μὴ φθονοῦντες. ἐὰν δὲ σωφρονῆτε, καὶ πάντες ἀπολαύσετε ἔτι τῆς ἐλευθερίας, ὡς ἕτερα πράγματα καὶ βίον καὶ δίαιταν ἕξοντες3 ὅταν Πύρρος εἰς τὴν πόλιν παραγένηται. ταῦτα ῥηθέντα τοὺς πολλοὺς ἔπεισε τῶν Ταραντίνων, καὶ θροῦς διέδραμε τῆς ἐκκλησίας ὡς εὖ λεγομένων.

及至全场肃静,“诸位,”他说道,“塔兰托人啊,你们不阻止那些愿意在尚可行时嬉戏狂欢的人,这做得很好。但你们若明智的话,大家也要趁此机会尽情享受自由,因为一旦皮洛士进入此城,你们将迎来截然不同的境况、生活与作息。” 这番话打动了大多数塔兰托人,会场上流传起称赞之语,认为此言极有道理。

§13.5

οἱ δὲ τοὺς Ῥωμαίους δεδιότες, μὴ γενομένης εἰρήνης ἐκδοθῶσι, τόν τε δῆμον ἐλοιδόρουν εἰ φέρει πράως ἐπικωμαζόμενος οὕτως ἀσελγῶς καὶ παροινούμενος,4 τόν τε Μέτωνα συστραφέντες ἐξέβαλον. οὕτω δὲ τοῦ δόγματος κυρίου γενομένου πρέσβεις ἔπεμψαν εἰς Ἤπειρον, οὐχ αὑτῶν μόνον, ἀλλὰ καὶ τῶν Ἰταλιωτῶν, δῶρα τῷ Πύρρῳ κομίζοντας καὶ λέγοντας ὡς ἡγεμόνος ἔμφρονος δέονται καὶ δόξαν ἔχοντος, δυνάμεις δὲ αὐτόθεν ὑπάρξουσι μεγάλαι παρά τε Λευκανῶν καὶ Μεσσαπίων καὶ Σαυνιτῶν καὶ Ταραντίνων εἰς δισμυρίους ἱππεῖς, πεζῶν δὲ ὁμοῦ πέντε καὶ τριάκοντα μυριάδας. ταῦτα οὐ μόνον αὐτὸν ἐπῆρε τὸν Πύρρον, ἀλλὰ καὶ τοῖς Ἠπειρώταις προθυμίαν ἐνέβαλε καὶ ὁρμὴν τῆς στρατείας.

然而那些害怕一旦讲和就会被引渡给罗马人的人,责骂民众何以如此宽容地忍受这般放肆轻慢与酒后胡闹,他们纠集在一起将梅同逐了出去。决议就这样获得通过,他们不仅代表自己,也代表在意大利的希腊人向伊庇鲁斯派出使节,携礼物献给皮洛士,并表示他们需要一位明智且负有盛名的统帅,并称当地将由卢卡尼亚人、梅萨皮亚人、萨姆奈特人和塔兰托人共同提供多达两万骑兵、三十五万步兵的庞大兵力。这些话不仅激励了皮洛士本人,也在伊庇鲁斯人心中激起了出征的热情与冲劲。

语法注4 条
  1. 13.1τὸ μὴ παρέχειν ἑτέροις κακὰ μηδὲ ἔχειν ὑφʼ ἑτέρων ἄλυν τινὰ ναυτιώδη νομίζων

    这是由 νομίζων 引导的双宾格结构。带冠词不定式短语“既不加害于人亦不受人加害”(τὸ μὴ παρέχειν... μηδὲ ἔχειν...)作直接宾语,“一种令人恶心晕眩的倦怠”(ἄλυν τινὰ ναυτιώδη)充当补足语(谓语性宾格)。

  2. 13.3καὶ τοῦτο ποιήσων ἐπίδοξος ἦν

    形容词人称构式,ἐπίδοξος ἦν(“被预期……”/“看似要……”)与将来分词 ποιήσων 结合使用,意为“他看似正打算这么做”或“众人都料想他要这样做”。

  3. 13.4ὡς ἕτερα πράγματα καὶ βίον καὶ δίαιταν ἕξοντες

    ὡς 与将来分词 ἕξοντες 搭配的结构,与主句主语(πάντες / 你们)一致,表示主观理由、预期或面临的必然结果(“鉴于你们将面临……”)。它呼应接下来的 ὅταν 从句,提醒听众意识到皮洛士进城后生活作息的剧变。

  4. 13.5εἰ φέρει πράως ἐπικωμαζόμενος οὕτως ἀσελγῶς καὶ παροινούμενος

    接在表示责难的动词 ἐλοιδόρουν 之后的 εἰ 从句,表示间接疑问或愤怒之情(“责难民众竟然能够如此心平气和地忍受……”)。分词 ἐπικωμαζόμενος 与 παροινούμενος 均为被动分词,与主语 ὁ δῆμος 保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:13.1-13.6