- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:12.1-12.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮洛士与利西马科斯瓜分了马其顿,但两人的野心导致争端再起。在德米特里乌斯彻底败亡后,利西马科斯发难并收买马其顿贵族,迫使皮洛士放弃马其顿撤军。
ἐπιφανέντος δὲ Λυσιμάχου καὶ κοινὸν ἔργον ἀμφοῖν ποιουμένου τὴν Δημητρίου κατάλυσιν καὶ νέμεσθαι τὴν βασιλείαν ἀξιοῦντος, οὔπω πάνυ βεβαίως τοῖς Μακεδόσι πιστεύων ὁ Πύρρος, ἀλλʼ ἀμφίβολος ὢν ἐν αὐτοῖς ἐδέξατο τοῦ Λυσιμάχου τὴν πρόκλησιν, καὶ διενείμαντο τὰς πόλεις καὶ τὴν χώραν πρὸς ἀλλήλους.
当利西马科斯出现并主张推翻德米特里乌斯是两人的共同功业、要求瓜分王国时,皮洛士尚且不能完全信任马其顿人,在他们当中顾虑重重,于是接受了利西马科斯的提议,两人相互瓜分了城镇与国土。
τοῦτο δὲ ὤνησε μὲν ἐν τῷ παρόντι καὶ κατέπαυσε τὸν πόλεμον αὐτοῖς, ὀλίγῳ δὲ ὕστερον ἔγνωσαν οὐκ ἀπαλλαγὴν ἔχθρας, ἀλλʼ ἐγκλημάτων καὶ διαφορᾶς ἀρχὴν πεποιημένοι τὴν νέμησιν.1 οἷς γάρ οὐ πέλαγος, οὐκ ὄρος, οὐκ ἀοίκητος ἐρημία πέρας ἐστὶ πλεονεξίας, οὐδʼ οἱ διαιροῦντες Εὐρώπην καὶ Ἀσίαν τέρμονες ὁρίζουσι τὰς ἐπιθυμίας, πῶς ἂν ἁπτόμενοι καὶ ψαύοντες ἀλλήλων ἀτρεμοῖεν ἐν τοῖς παροῦσι μὴ ἀδικοῦντες, οὐκ ἔστιν εἰπεῖν,2 ἀλλὰ πολεμοῦσι μὲν ἀεί, τὸ ἐπιβουλεύειν καὶ φθονεῖν ἔμφυτον ἔχοντες, δυεῖν δὲ ὀνομάτων, ὥσπερ νομισμάτων, πολέμου καὶ εἰρήνης, τῷ παρατυχόντι χρῶνται πρὸς τὸ συμφέρον, οὐ πρὸς τὸ δίκαιον, ἐπεὶ βελτίους γε πολεμεῖν ὁμολογοῦντές εἰσιν ἢ τῆς ἀδικίας τὸ ἀργοῦν καὶ σχολάζον δικαιοσύνην καὶ φιλίαν ὀνομάζοντες.
此举在当时确实带来了益处并平息了双方的战事,但不久之后他们便认识到,这次瓜分非但没有消除敌意,反而成了互相指责与争端的开端。因为对于那些连大海、崇山和荒无人烟的沙漠都无法限制其贪欲,分隔欧亚的边界也无法约束其欲望的人而言,彼此封疆相邻、唇齿相接,怎么可能安于现状而不互相侵凌,这实在无从说起。相反,他们始终处于战争之中,心怀与生俱来的图谋与嫉妒,把战争与和平这两个名词当成钱币一般,按当时何者有利而非按何者合乎正义随意使用;其实,当他们坦白承认处于战争状态时,比起他们把不义的止息和暂休粉饰为“正义”与“友谊”,倒还要好一些。
ἐδήλωσε δὲ ὁ Πύρρος· ἐμποδὼν γάρ αὐξομένῳ τῷ Δημητρίῳ πάλιν ἱστάμενος, καὶ κωλύων τὴν δύναμιν ὥσπερ ἐξ ἀρρωστίας μεγάλης ἀναλαμβάνουσαν, ἐβοήθει τοῖς Ἕλλησι καὶ παρῆλθεν εἰς τὰς Ἀθήνας, ἀναβὰς δὲ εἰς τὴν ἀκρόπολιν καὶ θύσας τῇ θεῷ καὶ καταβὰς αὐθημερὸν ἀγαπᾶν μὲν ἔφησε τοῦ δήμου τὴν πρὸς αὐτὸν εὔνοιαν καὶ πίστιν, ἂν μέντοι σωφρονῶσι μηδένα τῶν βασιλέων ἔτι παρήσειν αὐτοὺς3 εἰς τὴν πόλιν μηδὲ τὰς πύλας ἀνοίξειν·
皮洛士以实际行动证明了这一点。因为为了阻遏再度崛起的德米特里乌斯,防止其势力如久病初愈般复原,皮洛士前往援助希腊人并进入雅典;他登临卫城祭祀女神,并于当天步下卫城,声明自己感戴民众对他的善意与忠诚,然而他们若明智的话,今后就不当再让任何一位国王进入城内,亦不该为其开启城门。
ἐκ τούτου καὶ πρὸς Δημήτριον εἰρήνην ἐποιήσατο, καὶ μετʼ ὀλίγον χρόνον, εἰς Ἀσίαν ἀπάραντος αὐτοῦ, πάλιν πεισθεὶς ὑπὸ Λυσιμάχου Θετταλίαν ἀφίστη καὶ ταῖς Ἑλληνικαῖς φρουραῖς προσεπολέμει, βελτίοσι χρώμενος τοῖς Μακεδόσι στρατευομένοις ἢ σχολάζουσι, καὶ ὅλως αὐτὸς οὐκ εὖ πρὸς ἡσυχίαν πεφυκώς. τέλος δὲ Δημητρίου καταπολεμηθέντος ἐν Συρίᾳ Λυσίμαχος ἐπʼ ἀδείας γενόμενος καὶ σχολάζων εὐθὺς ἐπὶ τὸν Πύρρον ὥρμησε.
此后他也同德米特里乌斯讲和;但不久之后,随着德米特里乌斯扬帆前往亚洲,他又受到利西马科斯的劝说,促使色萨利叛离,并攻击那里的希腊驻军——他觉得马其顿人在出征时比闲居时更容易约束,且他本人天生也绝非甘于宁静之人。最终,德米特里乌斯在叙利亚被彻底击垮,利西马科斯消除了后顾之忧,空出手来,立刻发兵进袭皮洛士。
καὶ καθημένου περὶ τὴν Ἔδεσσαν αὐτοῦ ταῖς ἀγοραῖς κομιζομέναις ἐπιπεσὼν καὶ κρατήσας ἀπορίαν πρῶτον αὐτῷ περιέστησεν, εἶτα γράμμασι καὶ λόγοις διέφθειρε τοὺς πρώτους τῶν Μακεδόνων, ὀνειδίζων εἰ ξένον ἄνδρα καὶ προγόνων ἀεὶ δεδουλευκότων Μακεδόσι δεσπότην ἑλόμενοι τοὺς Ἀλεξάνδρου φίλους καὶ συνήθεις ἀπωθοῦσι Μακεδονίας.
当皮洛士驻扎在埃德萨附近时,利西马科斯突袭并劫掠了正在运送途中的补给物资,首先使皮洛士陷入困窘境地;随后他又以书信和言辞收买马其顿要人,责备他们竟推举一个外邦人——其祖先世世代代臣服于马其顿人——为主人,反而将亚历山大的故交与旧部逐出马其顿。
ἀναπειθομένων δὲ πολλῶν δείσας ὁ Πύρρος ἀπηλλάγη μετὰ τῆς Ἠπειρωτικῆς καὶ συμμαχικῆς δυνάμεως, ἀποβαλὼν Μακεδονίαν ᾧ τρόπῳ παρέλαβεν. ὅθεν οὐδʼ αἰτιᾶσθαι τοὺς πολλοὺς ἔχουσιν οἱ βασιλεῖς μετατιθεμένους πρὸς τὸ συμφέρον ἐκείνους γάρ αὐτοὺς ταῦτα μιμοῦνται ποιοῦντες, ἀπιστίας καὶ προδοσίας διδασκάλους ὄντας, καὶ πλεῖστα νομίζοντας ὠφελεῖσθαι τὸν ἐλάχιστα τῷ δικαίῳ χρώμενον.
眼见许多人被说动,皮洛士心生畏惧,率领伊庇鲁斯本土及同盟部队撤离,正如他夺取马其顿那样,以同样的方式失去了马其顿。因此,诸王根本没有资格指责民众因趋利而反侧;因为民众这样做,不过是效仿那些国王自己罢了——那些国王正是背信与叛逆的导师,且认为把正义弃之最彻底之人获益最多。
- 12.2ἔγνωσαν οὐκ ἀπαλλαγὴν ἔχθρας, ἀλλʼ ἐγκλημάτων καὶ διαφορᾶς ἀρχὴν πεποιημένοι τὴν νέμησιν
动词 ἔγνωσαν 带与主语一致的主格补足分词 πεποιημένοι(完成时分词)。分词 πεποιημένοι 以宾格 τὴν νέμησιν 为直接宾语,以 οὐκ ἀπαλλαγήν... ἀλλʼ... ἀρχήν 为宾语补足语(双宾格/宾补结构),意即“他们认识到自己已使这次瓜分成为纷争的开端,而非敌意的终结”。
- 12.2πῶς ἂν ἁπτόμενοι καὶ ψαύοντες ἀλλήλων ἀτρεμοῖεν ἐν τοῖς παροῦσι μὴ ἀδικοῦντες, οὐκ ἔστιν εἰπεῖν
紧接在关系从句 οἷς γάρ... 之后的反问句 πῶς ἂν... ἀτρεμοῖεν(潜能希求语气,“怎能安居不动”)由下一句开头的无人称结构 οὐκ ἔστιν εἰπεῖν(“无法说出 / 绝不可能言之”)承接。在结构上前置的疑问从句实际上作 οὐκ ἔστιν εἰπεῖν 的依存间接疑问,意为“要说他们怎能在现状中安守本分……乃是不可能的事”。
- 12.4ἂν μέντοι σωφρονῶσι μηδένα τῶν βασιλέων ἔτι παρήσειν αὐτοὺς
从属于第4节中的间接引语动词 ἔφησε。将来时不定式 παρήσειν 的逻辑主语是宾格代词 αὐτούς(指雅典市民),而 μηδένα τῶν βασιλέων 为其直接宾语(“他们绝不再放任何一位国王进城”)。条件从句 ἂν... σωφρονῶσι 保留了直接引语中的虚拟语气(ἐὰν σωφρονῆτε)。
