- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:11.1-11.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诸王依计联合举兵之际,皮洛士在亚历山大大帝的托梦鼓舞下火速袭占贝罗亚;德米特里乌斯的部众叛离溃散,皮洛士不战而收降敌军并称王马其顿。
ταῦτα πρὸς τὸν Πύρρον οἱ βασιλεῖς γράφοντες ἅμα καὶ διʼ ἑαυτῶν ἔτι μέλλοντα καὶ παρασκευαζόμενον τὸν Δημήτριον ἐκίνουν. Πτολεμαῖος μὲν γὰρ ἐπιπλεύσας μεγάλῳ στόλῳ τὰς Ἑλληνίδας ἀφίστη πόλεις, Λυσίμαχος δὲ τὴν ἄνω Μακεδονίαν ἐκ Θρᾴκης ἐμβαλὼν ἐπόρθει. Πύρρος δὲ τούτοις ἅμα συνεξαναστὰς ἐπὶ Βέροιαν ἤλαυνε, προσδοκῶν, ὅπερ συνέβη, Δημήτριον ὑπαντιάζοντα Λυσιμάχῳ τὴν κάτω χώραν ἀπολείψειν ἔρημον.
诸王在给皮洛士修书的同时,自己也对仍在拖延和备战的德米特里乌斯采取了行动。托勒密率大舰队自海路进发,促使希腊各邦叛离;利西马科斯则从色雷斯侵入,大举洗劫上马其顿。皮洛士与他们协同起兵,挥师直取贝罗亚;他预料——事情也果真如此——德米特里乌斯前去迎击利西马科斯时会使下方地区空虚无备。
ἐκείνης δὲ τῆς νυκτὸς ἔδοξε κατὰ τοὺς ὕπνους ὑπὸ Ἀλεξάνδρου καλεῖσθαι τοῦ μεγάλου, καὶ παραγενόμενος κλινήρη μὲν αὐτὸν ἰδεῖν, λόγων δὲ χρηστῶν τυχεῖν καὶ φιλοφροσύνης ἐπαγγελλομένου προθύμως βοηθήσειν. αὐτοῦ δὲ τολμήσαντος εἰπεῖν, καὶ πῶς ἄν, ὦ βασιλεῦ, νοσῶν δυνατὸς εἴης ἐμοὶ βοηθεῖν; αὐτῷ φάναι τῷ ὀνόματι, καὶ περιβάντα Νισαῖον ἵππον ἡγεῖσθαι.1
在那天夜里,皮洛士在睡梦中似乎受到了亚历山大大帝的召见;他前去拜谒,见大帝正卧病在床,却受到大帝温言厚意的接纳,并获其承诺必定竭诚相助。当皮洛士大胆问道: “陛下身染沉疴,又怎能助我一臂之力呢?” 大帝回答道:“仅凭我的威名即可”,随即跨上一匹尼萨骏马在前方引路。
ταύτην ἰδὼν τὴν ὄψιν ἐπερρώσθη· τάχει δὲ χρησάμενος καὶ διαδραμὼν τὰ μεταξὺ καταλαμβάνει τὴν Βέροιαν· καὶ τὸ πλεῖστον αὐτόθι τῆς στρατιᾶς ἱδρύσας τὰ λοιπὰ προσήγετο διὰ τῶν στρατηγῶν, ὁ δὲ Δημήτριος ἐπεὶ ταῦτα ἤκουσε καὶ πονηρὸν ἐν τῷ στρατοπέδῳ θόρυβον ᾔσθετο τῶν Μακεδόνων, ἔδεισε πορρωτέρω προαγαγεῖν, μὴ πλησίον γενόμενοι βασιλέως Μακεδόνος καὶ δόξαν ἔχοντος μεταβάλωνται πρὸς αὐτόν.2
见到这番景象后,皮洛士士气大振;他迅疾行军,越过中途地带,一举占领了贝罗亚。他将主力驻扎在当地,其余地方则命诸将领前去招降。德米特里乌斯闻讯,并察觉军营中的马其顿士兵情绪躁动不安,便不敢再向前推进,唯恐军队一旦逼近一位身为马其顿人且享有盛誉的君王,就会转而向其倒戈。
ὅθεν ἐπιστρέψας ἐπὶ τὸν Πύρρον ἦγεν ὡς ξένον καὶ μισούμενον ὑπὸ τῶν Μακεδόνων, ἐπεὶ δὲ παρεστρατοπέδευσεν αὐτόθι, πολλοὶ τῶν ἐκ τῆς Βεροίας ἀφικνούμενοι τὸν Πύρρον ἐνεκωμίαζον, ὡς ἄμαχον μὲν ἐν τοῖς ὅπλοις καὶ λαμπρὸν ἄνδρα, πράως δὲ καὶ φιλανθρώπως τοῖς ἡλωκόσι χρώμενον. ἦσαν δέ τινες οὓς αὐτὸς ὁ Πύρρος ἐγκαθίει προσποιουμένους εἶναι Μακεδόνας, καὶ λέγοντας ὅτι νῦν καιρός ἐστι τῆς Δημητρίου βαρύτητος ἀπαλλαγῆναι, πρὸς ἄνδρα δημοτικὸν καὶ φιλοστρατιώτην μεταβαλομένους τὸν Πύρρον.
因此,他转而引军扑向皮洛士,以为皮洛士是外邦人且为马其顿人所憎恶。然而,当他在附近安营扎寨后,许多从贝罗亚前来的人纷纷颂扬皮洛士,称他在战场上所向无敌、英姿非凡,而对俘虏却宽厚仁慈。皮洛士本人也派遣了一些亲信假扮成马其顿人潜入军营,散布说此刻正是摆脱德米特里乌斯的暴虐统治、转投平易近人且爱护士卒的皮洛士的良机。
ἐκ τούτου τὸ πλεῖστον ἀνηρέθιστο τῆς στρατιᾶς, καὶ τὸν Πύρρον ἐζήτουν περισκοποῦντες. ἔτυχε γὰρ ἀφῃρημένος τὸ κράνος, ἄχρι οὗ συμφρονήσας καὶ πάλιν περιθέμενος ἐγνώσθη τῷ τε λόφῳ διαπρέποντι καὶ τοῖς τραγικοῖς κέρασιν,3 ὥστε τοὺς Μακεδόνας σύνθημα προστρέχοντας αἰτεῖν, ἄλλους δὲ κλάδους δρυὸς ἀναστέφεσθαι διὰ τὸ καὶ τοὺς περὶ ἐκεῖνον ἐστεφανωμένους ὁρᾶν·
由此,军中大多数人骚动起来,四下张望寻觅皮洛士的身影。恰好皮洛士当时脱下了头盔,直到他心领神会、重新戴上头盔后,士卒们才凭着那引人瞩目的冠顶和山羊角盔饰认出了他;马其顿兵士纷纷跑上前来索要军令暗号,另一些人见他身旁的人都头戴花冠,也纷纷将橡树枝条编冠戴在头上。
ἤδη δὲ καὶ πρὸς αὐτόν τινες ἐτόλμων λέγειν τὸν Δημήτριον ὡς ὑπεκστὰς καὶ προέμενος τὰ πράγματα καλῶς δόξει βεβουλεῦσθαι. τούτοις τοῖς λόγοις ὅμοιον ὁρῶν τὸ κίνημα τοῦ στρατοπέδου καὶ φοβηθεὶς κρύφα διεξέπεσε, καυσίᾳ τινὶ καὶ λιτῷ χλαμυδίῳ περιστείλας ἑαυτόν, ἐπελθὼν δὲ ὁ Πύρρος ἀμαχεὶ παρέλαβε τὸ στρατόπεδον καὶ βασιλεὺς ἀνηγορεύθη Μακεδόνων.
此时甚至有人斗胆当面向德米特里乌斯进言,说他若能退避让贤、放弃权位,定会被视为明智之举。德米特里乌斯眼见军营的骚动正应验了这些言语,心中惊恐,便披上一顶宽边软帽和一件朴素的短斗篷,悄悄潜逃。皮洛士挥军直入,未动一刀一枪便接管了整个军营,并被拥立为马其顿人的国王。
- 11.2αὐτῷ φάναι τῷ ὀνόματι, καὶ περιβάντα Νισαῖον ἵππον ἡγεῖσθαι
间接引语结构。承接前面由引导梦境的主动词 ἔδοξε 所支配的一系列不定式(ἰδεῖν、τυχεῖν),此处以不定式 φάναι(动词 φημί 的不定式)引出亚历山大的应答。后半句 καὶ περιβάντα... ἡγεῖσθαι 中,宾格分词 περιβάντα 作为不定式 ἡγεῖσθαι 的逻辑主语(宾格主语),指代亚历山大,表示其骑上尼萨骏马在前引领的动作延续。
- 11.3μὴ πλησίον γενόμενοι βασιλέως Μακεδόνος καὶ δόξαν ἔχοντος μεταβάλωνται πρὸς αὐτόν
由表示担忧的动词 ἔδεισε 所引导的虚拟语气否定从句(μὴ... μεταβάλωνται)。分词 γενόμενοι 为表条件的伴随分词,主语指德米特里乌斯麾下的士兵。属格短语 βασιλέως Μακεδόνος καὶ δόξαν ἔχοντος 指利西马科斯。由于利西马科斯是亚历山大时代的马其顿宿将且享有盛誉,德米特里乌斯唯恐部下与其同族相亲而倒戈投奔,这才转兵扑向被视为外邦人(ξένος)的皮洛士。
- 11.5τοῖς τραγικοῖς κέρασιν
形容词 τραγικός 通常意为“悲剧的”,但此处取其词源 τράγος(公山羊)的本义,意为“山羊的角”,指饰于皮洛士头盔上的独特羊角盔饰。
