- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:9.1-9.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
坎尼惨败后,马尔凯鲁斯驻防罗马并率领卡努西乌姆的残部重新投入战斗。罗马人将稳健的法比乌斯与勇猛的马尔凯鲁斯并用作盾与剑,汉尼拔亦将二人分别视为管教者与劲敌。
Ἀννίβου δὲ ἐμβαλόντος εἰς Ἰταλίαν ἐπέμφθη μὲν ὁ Μάρκελλος ἐπὶ Σικελίαν στόλον ἄγων ἐπεὶ δὲ ἡ περὶ Κάννας ἀτυχία συνέπεσε καὶ Ῥωμαίων οὐκ ὀλίγαι μυριάδες ἐν τῇ μάχῃ διεφθάρησαν, ὀλίγοι δὲ σωθέντες εἰς Κανύσιον συνεπεφεύγεσαν, ἦν δὲ προσδοκία τὸν Ἀννίβαν εὐθὺς ἐπὶ τὴν Ῥώμην ἐλᾶν, ὅπερ ἦν κράτιστον τῆς δυνάμεως ἀνῃρηκότα,1 πρῶτον μὲν ὁ Μάρκελλος ἀπὸ τῶν νεῶν ἔπεμψε τῇ πόλει φυλακὴν πεντακοσίους καὶ χιλίους ἄνδρας, ἔπειτα δόγμα τῆς βουλῆς δεξάμενος εἰς Κανύσιον παρῆλθε, καὶ τοὺς ἐκεῖ συνειλεγμένους παραλαβὼν ἐξήγαγε τῶν ἐρυμάτων ὡς οὐ προησόμενος τὴν χώραν. Ῥωμαίοις δὲ τῶν ἡγεμονικῶν καὶ δυνατῶν ἀνδρῶν οἱ μὲν ἐτεθνήκεσαν ἐν ταῖς μάχαις, Φαβίου δὲ Μαξίμου τοῦ πλεῖστον ἔχοντος ἀξίωμα πίστεως καὶ συνέσεως, τὸ λίαν ἀπηκριβωμένον ἐν τοῖς ὑπὲρ τοῦ μὴ παθεῖν λογισμοῖς ὡς ἀργὸν ἐπὶ τὰς πράξεις καὶ ἄτολμον ᾐτιῶντο·2 καὶ νομίζοντες ἀποχρῶντα τοῦτον ἔχειν πρὸς ἀσφάλειαν, οὐ διαρκῆ δὲ πρὸς ἄμυναν στρατηγόν, ἐπὶ τὸν Μάρκελλον ἀφεώρων, καὶ τὸ θαρραλέον αὐτοῦ καὶ δραστήριον πρὸς τὴν ἐκείνου κεραννύντες καὶ ἁρμόττοντες εὐλάβειαν καὶ πρόνοιαν, ποτὲ μὲν ἀμφοτέρους ἅμα χειροτονοῦντες ὑπάτους, ποτὲ δὲ ἐν μέρει, τὸν μὲν ὕπατον, τὸν δὲ ἀνθύπατον, ἐξέπεμπον.
当汉尼拔侵入意大利时,马尔凯鲁斯率领舰队被派往西西里;然而当坎尼的惨祸降临,罗马军在战役中折损了数万之众,幸存的少数人溃逃聚集在卡努西乌姆,且人们预期消灭了罗马军最精锐力量的汉尼拔会立即向罗马进军时,马尔凯鲁斯首先从船队中派遣了一千五百人作为守军驻防该城,随后在接到元老院的法令后前往卡努西乌姆,接管了聚集在那里的众人,并将他们带出要塞,以示绝不放弃这片土地。在罗马人方面,虽然统帅中有才能的人士有的已阵亡于战役之中,但对于在忠诚与明智上享有最高威望的法比乌斯·马克西穆斯,他们却指责其在避免遭受损害的筹划上过于谨小慎微,视其在行动上迟钝且缺乏魄力;他们认为法比乌斯足以作为保障安全的将领,却不足以进行有力的反击,因而转向瞩目马尔凯鲁斯,并将马尔凯鲁斯的勇敢精干与法比乌斯的谨慎远见结合调谐起来,有时一同选拔两人为执政官,有时则轮流任职,一人为执政官,另一人为资深执政官,将他们派遣出征。
ὁ δὲ Ποσειδώνιός φησι τὸν μὲν Φάβιον θυρεὸν καλεῖσθαι, τὸν δὲ Μάρκελλον ξίφος, αὐτὸς δὲ ὁ Ἀννίβας ἔλεγε τὸν μὲν Φάβιον ὡς παιδαγωγὸν φοβεῖσθαι, τὸν δὲ Μάρκελλον ὡς ἀνταγωνιστήν ὑφʼ οὗ μὲν γὰρ κωλύεσθαι κακόν τι ποιεῖν, ὑφʼ οὗ δὲ καὶ πάσχειν.3
波塞冬尼乌斯记载说,法比乌斯被称为“盾”,而马尔凯鲁斯被称为“剑”;而汉尼拔本人也曾说过,他害怕法比乌斯犹如害怕家庭教师,而害怕马尔凯鲁斯则如面对劲敌——因为受到前者阻挠而无法加害对方,在后者手下则甚至会遭受损害。
- 9.1ὅπερ ἦν κράτιστον τῆς δυνάμεως ἀνῃρηκότα
完成时分词 ἀνῃρηκότα 为阳性对格单数,修饰在间接引语(承接 προσδοκία)中作将来时不定式 ἐλᾶν 逻辑主语的 τὸν Ἀννίβαν。中性关系代名词 ὅπερ 受从句内表语 κράτιστον 的性数同化,在此实质上指代罗马军队中最精锐的部分。
- 9.2Φαβίου δὲ Μαξίμου ... τὸ λίαν ἀπηκριβωμένον ... ᾐτιῶντο
动词 αἰτιάομαι 采用了接被指责者属格(Φαβίου Μαξίμου)和指责内容对格(实质化的中性分词短语 τὸ λίαν ἀπηκριβωμένον)的句式,意为“指责法比乌斯·马克西穆斯在……上的过度严苛”。介词短语 ἐν τοῖς ὑπὲρ τοῦ μὴ παθεῖν λογισμοῖς 作定语修饰该分词,由 ὡς 引出的形容词短语 ὡς ἀργὸν ... καὶ ἄτολμον 则充当述谓性的评判补足语。
- 9.4ὑφʼ οὗ μὲν γὰρ κωλύεσθαι κακόν τι ποιεῖν, ὑφʼ οὗ δὲ καὶ πάσχειν
关系代名词 ὅς 与 μέν ... δέ 连用,在此具指示代词功能,分别承前指代法比乌斯(前者)与马尔凯鲁斯(后者)。不定式 κωλύεσθαι 与 πάσχειν 承接主节动词 ἔλεγε 的间接引语,其逻辑主语均为汉尼拔本人;前者为被动态(“被阻止作恶”),后者为主动态(“自身亦遭受打击”)。
