← 普鲁塔克

马塞卢斯传

§10.1-10.5

救援诺拉与笼络班迪乌斯

马尔凯鲁斯袭歼松懈散漫的敌军并进抵诺拉,以宽大恩礼成功抚慰并笼络了倒向汉尼拔的坎尼勇士班迪乌斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

πρῶτον μὲν οὖν ἀνέσεως πολλῆς καί θρασύτητος ἐκ τοῦ κρατεῖν τοῦ Ἀννίβαν τοῖς στρατιώταις ἐγγενομένης, τοὺς ἀποσκιδναμένους τοῦ στρατοπέδου καί κατατρέχοντας τὴν χώραν ἐπιτιθέμενος κατέκοπτε καί ὑπανήλισκε τῆς δυνάμεως·1 ἔπειτα πρὸς Νέαν πόλιν καί Νῶλαν βοηθήσας Νεαπολίτας μὲν ἐπέρρωσεν αὐτοὺς καθʼ ἑαυτοὺς βεβαίους ὄντας Ῥωμαίοις, εἰς δὲ Νῶλαν εἰσελθὼν στάσιν εὗρε, τῆς βουλῆς τὸν δῆμον ἀννιβίζοντα μεταχειρίσασθαι καί καταρτίσαι μὴ δυναμένης.

因此,首先由于胜利在汉尼拔的士兵中滋生了极大的放纵与骄狂,对于那些离开营地在乡野四处劫掠的人,马尔凯鲁斯便发起突袭并予以歼灭,逐步消耗其兵力;随后他前往救援涅阿波利斯与诺拉,对于自身坚决忠于罗马人的涅阿波利斯人予以勉励,但在进入诺拉后却发现内讧,因为元老院无法管束和平抚倒向汉尼拔的民众。

§10.2

ἦν γὰρ τις ἀνὴρ εὐγενείᾳ τε πρωτεύων ἐν τῇ πόλει καί κατʼ ἀνδρείαν ἐπιφανής, ὄνομα Βάνδιος· τοῦτον ἐν Κάνναις περιόπτως ἀγωνισάμενον καί πολλοὺς μὲν ἀνελόντα τῶν Καρχηδονίων, τέλος δὲ αὐτὸν ἐν τοῖς νεκροῖς εὑρεθέντα πολλῶν βελῶν κατάπλεων τὸ σῶμα, θαυμάσας ὁ Ἀννίβας οὐ μόνον ἀφῆκεν ἄνευ λύτρων, ἀλλὰ καί δῶρα προσέθηκε καί φίλον ἐποιήσατο καί ξένον.

原来城中有一位在门第上冠绝全城、武勇方面亦卓著非凡的人,名叫班迪乌斯;他在坎尼战役中表现极为耀眼,斩杀了不少迦太基人,最终在死者堆中被发现时周身插满了投掷武器,汉尼拔对其大为叹赏,不仅免收赎金予以释放,更馈赠礼物,结为友人与宾客。

§10.3

ἀμειβόμενος οὖν τὴν χάριν ὁ Βάνδιος εἷς ἦν τῶν ἀννιβιζόντων προθύμως, καί τὸν δῆμον ἰσχύων ἐξῆγε πρὸς ἀπόστασιν. ὁ δὲ Μάρκελλος ἀνελεῖν μὲν ἄνδρα λαμπρὸν οὕτω τὴν τύχην καί κεκοινωνηκότα τῶν μεγίστων Ῥωμαίοις ἀγώνων οὐχ ὅσιον ἡγεῖτο, πρὸς δὲ τῷ φύσει φιλανθρώπῳ καί πιθανὸς ὢν ὁμιλίᾳ προσάγεσθαι φιλότιμον ἦθος, ἀσπασαμένου ποτε τοῦ Βανδίου αὐτὸν ἠρώτησεν ὅστις ἀνθρώπων εἴη, πάλαι μὲν εὖ εἰδώς, ἀρχὴν δὲ καί πρόφασιν ἐντεύξεως ζητῶν.

为了报答这番恩情,班迪乌斯便成了极力依附汉尼拔的人之一,并凭借权势带领民众走向叛离。然而马尔凯鲁斯认为,处决这样一个际遇如此显赫、曾与罗马人共同经历最重大战斗的人是不义的;加之他天性仁厚,且擅长通过交际笼络好胜自尊的心性,于是在某次班迪乌斯向他问候时,尽管他早已深知,却为寻求交谈的开端与借口而探询其人是谁。

§10.4

ὡς γὰρ εἶπε, Λεύκιος Βάνδιος, οἷον ἡσθεὶς καί θαυμάσας ὁ Μάρκελλος, ἦ γὰρ ἐκεῖνος, ἔφη, σὺ Βάνδιος, οὗ πλεῖστος ἐν Ῥώμῃ λόγος τῶν ἐν Κάνναις ἀγωνισαμένων, ὡς μόνου Παῦλον Αἰμίλιον τὸν ἄρχοντα μὴ προλιπόντος,2 ἀλλὰ τὰ πλεῖστα τῶν ἐκείνῳ φερομένων βελῶν ὑποστάντος τῷ σώματι καί ἀναδεξαμένου;

当对方回答说: “卢基乌斯·班迪乌斯。” 马尔凯鲁斯仿佛既欣喜又惊叹地说道: “难道你就是那位在坎尼参战者中于罗马最受传颂、被誉为唯一未曾舍弃统帅保卢斯·埃米利乌斯、反而以血肉之躯迎挡并承受大部分射向其人的箭矢的班迪乌斯吗?”

§10.5

φήσαντος δὲ τοῦ Βανδίου καί τι καί παραφήναντος αὐτῷ τῶν τραυμάτων, εἶτα, ἔφη, τηλικαῦτα γνωρίσματα φέρων τῆς πρὸς ἡμᾶς φιλίας οὐκ εὐθὺς προσῄεις; ἢ κακοί σοι δοκοῦμεν ἀρετὴν ἀμείβεσθαι3 φίλων οἷς ἐστι τιμὴ καί παρὰ τοῖς πολεμίοις; ταῦτα φιλοφρονηθεὶς καί δεξιωσάμενος ἵππον τε δωρεῖται πολεμιστὴν αὐτῷ καὶ δραχμὰς ἀργυρίου πεντακοσίας.

班迪乌斯确认了这一点,并向他略微展示了自己的伤痕,马尔凯鲁斯便说道: “既然如此,你带着对我方友谊的这般确凿印记,为何没有立刻前来见我?难道在你看来,我们竟不懂得奖赏那些即便在敌人那里也能获得敬重的友人之美德吗?” 马尔凯鲁斯说了这番温厚的话并握手致意,赠予他一匹战马以及五百银德拉克马。

语法注3 条
  1. 10.1ὑπανήλισκε τῆς δυνάμεως

    τῆς δυνάμεως 用作复合动词 ὑπαναλίσκω(逐渐消耗、削弱)的部分属格,表示“逐步消耗其兵力的一部分”。

  2. 10.4οὗ πλεῖστος ἐν Ῥώμῃ λόγος τῶν ἐν Κάνναις ἀγωνισαμένων, ὡς μόνου Παῦλον Αἰμίλιον τὸν ἄρχοντα μὴ προλιπόντος

    οὗ 为关系代词属格,受 λόγος 修饰(“关于此人的名声”)。紧接其后的 ὡς μόνου... μὴ προλιπόντος(以及 ἀναδεξαμένου)是与属格关系词 οὗ 保持一致的属格分词结构,以 ὡς 引出在罗马盛传的赞誉缘由及内容。

  3. 10.5κακοί σοι δοκοῦμεν ἀρετὴν ἀμείβεσθαι

    不定式 ἀμείβεσθαι 是形容词 κακοί 的说明性补充(epexegetical),意为“不善于/未能奖赏”。整句采用以人称动词 δοκοῦμεν 为核心的主格主语人称结构,而非无人称的对格加不定式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:10.1-10.5