- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:8.1-8.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
元老院决议仅由马尔凯鲁斯举行凯旋式;他亲手将高卢国王的铠甲携至费雷特里乌斯朱庇特神庙献纳,成为第三位也是最后一位获得至高战利品者。
ψηφισαμένης δὲ τῆς συγκλήτου μόνῳ Μαρκέλλῳ θρίαμβον, εἰσήλαυνε τῇ μὲν ἄλλῃ λαμπρότητι καὶ πλούτῳ καὶ λαφύροις καὶ σώμασιν ὑπερφυέσιν αἰχμαλώτων ἐν ὀλίγοις θαυμαστός, ἥδιστον δὲ πάντων θέαμα καὶ καινότατον ἐπιδεικνύμενος αὑτὸν κομίζοντα1 τῷ θεῷ τὴν τοῦ βαρβάρου πανοπλίαν.
当元老院决议仅为马尔凯鲁斯一人举行凯旋式时,他驱车入城,在其他方面因盛大华美、资财、战利品以及俘虏那硕大异常的体格而引人称奇、罕有其匹;而他向众人展现的最为悦目且最为新奇的景象,则是他亲自将那蛮族人的全套盔甲运送给神明。
δρυὸς γὰρ εὐκτεάνου πρέμνον ὄρθιον καὶ μέγα τεμών καὶ ἀσκήσας ὥσπερ τρόπαιον ἀνεδήσατο καὶ κατήρτησεν ἐξ αὐτοῦ τὰ λάφυρα, κόσμῳ διαθεὶς καὶ περιαρμόσας ἕκαστον. προϊούσης δὲ τῆς πομπῆς ἀράμενος αὐτὸς ἐπέβη τοῦ τεθρίππου, καὶ τροπαιοφόρον ἄγαλμα τῶν ἐπʼ ἐκείνου κάλλιστον καὶ διαπρεπέστατον ἐπόμπευε διὰ τῆς πόλεως, ὁ δὲ στρατὸς εἵπετο καλλίστοις ὅπλοις κεκοσμημένος, ᾄδων ἅμα πεποιημένα μέλη καὶ παιᾶνας ἐπινικίους εἰς τὸν θεὸν καὶ τὸν στρατηγόν.
原来,他砍下一棵繁茂硕大的橡树那笔直的主干,将其制成战胜纪念柱的形状,并将战利品缚于其上、悬垂其间,把每一件器物都布置得井井有条、贴合停当。当凯旋队伍前行时,他亲自将此物举起并登上四马战车,在城中巡游展示这一在他那个时代最美丽、最卓越的擎胜象征;军队则身披精美铠甲紧随其后,向着神明和统帅齐声唱起谱就的诗歌与凯旋颂歌。
οὕτω δὲ προβὰς καὶ παρελθὼν εἰς τὸν νεὼν τοῦ Φερετρίου Διός, ἀνέστησε καὶ καθιέρωσε, τρίτος καὶ τελευταῖος ἄχρι τοῦ καθʼ ἡμᾶς αἰῶνος, πρῶτος μὲν γὰρ ἀνήνεγκε σκῦλα Ῥωμύλος ἀπὸ Ἄκρωνος τοῦ Καινινήτου, δεύτερος δὲ Κόσσος Κορνήλιος ἀπὸ Τολουμνίου Τυρρηνοῦ, μετὰ δὲ τούτους Μάρκελλος ἀπὸ Βριτομάτου, βασιλέως Γαλατῶν, μετὰ δὲ Μάρκελλον οὐδὲ εἷς.
他就这样前行并步入费雷特里乌斯朱庇特神庙,将其树立并献纳于此,成为直至我们这个时代为止的第三人,亦是最后一人。因为首先献上战利品的是罗慕路斯,得自凯尼纳的阿克隆;第二位是科尔内利乌斯·科苏斯,得自伊特鲁里亚人托卢姆尼乌斯;此后便是马尔凯鲁斯,得自高卢国王布里托马尔图斯;而在马尔凯鲁斯之后便再无一人了。
καλεῖται δὲ ὁ μὲν θεὸς ᾧ πέμπεται Φερέτριος Ζεύς, ὡς μὲν ἔνιοί φασὶν, ἀπὸ τοῦ φερετρευομένου τροπαίου, κατὰ τὴν Ἑλληνίδα γλῶσσαν ἔτι πολλὴν τότε συμμεμιγμένην τῇ Λατίνων, ὡς δὲ ἕτεροι, Διός ἐστιν ἡ προσωνυμία κεραυνοβολοῦντος. τὸ γὰρ τύπτειν φερῖρε οἱ Ῥωμαῖοι καλοῦσιν. ἄλλοι δὲ παρὰ τὴν τοῦ πολεμίου πληγὴν γεγονέναι τοὔνομα λέγουσι· καὶ γὰρ νῦν ἐν ταῖς μάχαις, ὅταν διώκωσι τοὺς πολεμίους, πυκνὸν τὸ φέρι, τουτέστι παῖε, παρεγγυῶσιν ἀλλήλοις. τὰ δὲ σκῦλα σπόλια μὲν κοινῶς, ἰδίως δὲ ὀπίμια ταῦτα καλοῦσι.
这件供物所奉献的神明被称为费雷特里乌斯朱庇特,如某些人所言,这是源自被肩舆抬着的战胜纪念物,因为当时希腊语仍大量混杂在拉丁语中;而另一些人则认为,这是降下雷霆击中之朱庇特的称号,因为罗马人称击打为“费里雷”;还有人说,此名源于对敌人的打击,因为如今在战斗中追击敌人时,他们仍彼此频频呼喊“费里”,即“击打”之意。一般的战利品通称为“斯波利亚”,而特指此类战利品时则称作“奥皮米亚”。
καίτοι φασὶν ἐν τοῖς ὑπομνήμασι Νομᾶν Πομπίλιον καὶ πρώτων ὀπιμίων καὶ δευτέρων καὶ τρίτων μνημονεύειν, τὰ μὲν πρῶτα ληφθέντα τῷ Φερετρίῳ Διῒ κελεύοντα καθιεροῦν, τὰ δεύτερα δὲ τῷ Ἄρει, τὰ δὲ τρίτα τῷ Κυρίνῳ, καὶ λαμβάνειν γέρας ἀσσάρια τριακόσια τὸν πρῶτον, τὸν δὲ δεύτερον διακόσια, τὸν δὲ τρίτον ἑκατόν, ὁ μέντοι πολὺς οὗτος ἐπικρατεῖ λόγος, ὡς ἐκείνων μόνων ὀπιμίων ὄντων, ὅσα καὶ παρατάξεως οὔσης καὶ πρῶτα καὶ στρατηγοῦ στρατηγὸν ἀνελόντος.2 περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον.
然而据说努马·庞皮利乌斯在记录中提到了第一等、第二等和第三等奥皮米亚,规定第一批获取的要献给费雷特里乌斯朱庇特,第二批献给马尔斯,第三批献给奎里努斯,且第一人得赏三百阿萨里翁,第二人得二百,第三人得一百。不过,最为流行而占主导的说法是:只有在会战中、作为首要之物、且由统帅击杀敌方统帅所获的战利品,才是奥皮米亚。关于这些事情,谈到这里也就足够了。
οἱ δὲ Ῥωμαῖοι τὴν νίκην ἐκείνην καὶ τοῦ πολέμου τὴν κατάλυσιν οὕτως ὑπερηγάπησαν ὥστε καὶ τῷ Πυθίῳ χρυσοῦν κρατῆρα ἀπὸ λιτρῶν3 εἰς Δελφοὺς ἀποστεῖλαι χαριστήριον, καὶ τῶν λαφύρων ταῖς τε συμμαχίσι μεταδοῦναι πόλεσι λαμπρῶς, καὶ πρὸς Ἱέρωνα πολλὰ πέμψαι, τὸν Συρακουσίων βασιλέα, φίλον ὄντα καὶ σύμμαχον.
罗马人对那场胜利及战争的平定无比欢欣,以至于送给德尔斐的皮提亚神一座称重若干磅的金制调酒缸作为感恩祭礼,将战利品丰厚地分发给同盟诸城,并向他们的朋友与盟友——叙拉古国王希埃隆赠送了丰厚的礼物。
- 8.1ἥδιστον δὲ πάντων θέαμα καὶ καινότατον ἐπιδεικνύμενος αὑτὸν κομίζοντα
短语 ἥδιστον δὲ πάντων θέαμα καὶ καινότατον 作动词 ἐπιδεικνύμενος 及其宾语从属结构(反身代词 αὑτόν 搭配分词 κομίζοντα)的同位宾格(accusative in apposition to the action),意指“展示自己携带战利品这一景象,而这正是所有人看来最悦目且最新奇的景象”。
- 8.5ὅσα καὶ παρατάξεως οὔσης καὶ πρῶτα καὶ στρατηγοῦ στρατηγὸν ἀνελόντος
关系代词 ὅσα 的谓语部分由 καὶ...καὶ...καὶ 并列连接了独立属格(παρατάξεως οὔσης 与 στρατηγοῦ στρατηγὸν ἀνελόντος)和中性复数形容词(πρῶτα)。这一紧凑的句式概括了三项同时满足的苛刻条件:“既是在会战之中,又是首要之物,且是统帅斩杀统帅所得”。
- 8.6ἀπὸ λιτρῶν
介词 ἀπό 在此表示重量或规格标准。按常规应后接具体数词表示“重若干磅”,此处数词缺失,属于省略或抄本数字脱落,意指“重达(若干)磅的金调酒缸”。
