- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:7.1-7.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马尔凯鲁斯在单挑中击杀高卢国王,履行了对朱庇特的奉献誓言,并率骑兵大胜敌军,随后解救同僚攻克麦地奥拉努姆,迫使高卢人投降议和。
ἐν τούτῳ δὲ κατιδὼν ὁ τῶν Γαλατῶν βασιλεὺς καὶ τεκμηράμενος ἀπὸ τῶν συμβόλων ἄρχοντα τοῦτον εἶναι, πολὺ πρὸ τῶν ἄλλων ἐξελάσας τὸν ἵππον ὑπηντίασεν, ἅμα τῇ φωνῇ προκλητικὸν ἐπαλαλάζων καὶ τὸ δόρυ κραδαίνων, ἀνὴρ μεγέθει τε σώματος ἔξοχος Γαλατῶν, καὶ πανοπλίᾳ ἐν ἀργύρῳ καὶ χρυσῷ καὶ βαφαῖς καὶ πᾶσι ποικίλμασιν, ὥσπερ ἀστραπῇ, διαφέρων στιλβούσῃ.
在此期间,高卢人的国王望见了马尔凯鲁斯,并根据其徽记判定此人是统帅,便纵马远远冲在其他人前头迎战,同时发出挑衅性的呼啸战吼,挥舞着长矛;他在身材魁梧方面在高卢人中拔萃出众,其全身铠甲更是在银、金、彩染和各色刺绣的装饰下,宛如闪电般光彩夺目、卓尔不群。
ὡς οὖν ἐπιβλέψαντι τὴν φάλαγγα τῷ Μαρκέλλῳ ταῦτα τῶν ὅπλων ἔδοξε κάλλιστα1 καὶ κατὰ τούτων ὑπέλαβε πεποιῆσθαι τῷ θεῷ τὴν κατευχήν, ὥρμησεν ἐπὶ τὸν ἄνδρα, καὶ τῷ δόρατι διακόψας τὸν θώρακα καὶ συνεπερείσας τῇ ῥύμῃ τοῦ ἵππου ζῶντα μὲν αὐτὸν περιέτρεψε, δευτέραν δὲ καὶ τρίτην πληγὴν ἐνεὶς εὐθὺς ἀπέκτεινεν.
马尔凯鲁斯审视敌阵,觉得这套盔甲最为精美,并认定自己向神明所发的誓愿正是指这副铠甲,便向那人猛冲过去,用长矛刺穿了他的胸甲,并借助战马的冲撞之势全力施压,将他活活撞落马下,接着又补上第二击和第三击,立时将他杀死。
ἀποπηδήσας δὲ τοῦ ἵππου, καὶ τῶν ὅπλων τοῦ νεκροῦ ταῖς χερσὶν ἐφαψάμενος, πρὸς τὸν οὐρανὸν εἶπεν· ὦ μεγάλα στρατηγῶν καὶ ἡγεμόνων ἔργα καὶ πράξεις ἐπιβλέπων ἐν πολέμοις καὶ μάχαις Φερέτριε Ζεῦ, μαρτύρομαί σε Ῥωμαίων τρίτος ἄρχων ἄρχοντα καὶ βασιλέα στρατηγὸς ἰδίᾳ χειρὶ τόνδε τὸν ἄνδρα κατεργασάμενος καὶ κτείνας σοὶ καθιεροῦν2 τὰ πρῶτα καὶ κάλλιστα τῶν λαφύρων, σὺ δὲ δίδου τύχην ὁμοίαν ἐπὶ τὰ λοιπὰ τοῦ πολέμου προτρεπομένοις.
他随即跳下战马,用双手抚摸着死者的盔甲,仰望苍天说道: “在战争与战斗中注视着将领与统帅之伟绩功勋的费雷特里乌斯朱庇特啊,我召请你为证:作为第三位以统帅之身击杀敌方统帅、以将领之身亲手制服并击毙身为国王的眼前之人的罗马人,我将首屈一指且最为精良的战利品奉献于你;祈求你赐予我们在奔赴战争其余阶段时同样的幸运。”
ἐκ τούτου συνέμισγον οἱ ἱππεῖς οὐ διακεκριμένοις τοῖς ἱππεῦσιν, ἀλλὰ καὶ πρὸς τοὺς πεζοὺς ὁμοῦ προσφερομένους μαχόμενοι, καὶ νικῶσι νίκην ἰδέᾳ τε καὶ τρόπῳ περιττὴν καὶ παράδοξον ἱππεῖς γὰρ ἱππεῖς καὶ πεζοὺς ἅμα τοσοῦτοι τοσούτους οὔτε πρότερον οὔτε ὕστερον νικῆσαι λέγονται,3 κτείνας δὲ τοὺς πλείστους καὶ κρατήσας ὅπλων καὶ χρημάτων ἐπανῆλθε πρὸς τὸν συνάρχοντα μοχθηρῶς πολεμοῦντα Κελτοῖς περὶ πόλιν μεγίστην καὶ πολυανθρωποτάτην τῶν Γαλατικῶν.
此后,骑兵们投入交锋,他们并非同单独分离出来的敌方骑兵作战,而是还要与同时冲上来的敌方步兵抗击,并取得了一场在形式与战法上皆非同寻常且令人称奇的胜利;因为据传无论此前还是此后,都从未有过如此少量的骑兵能一举击溃如此众多的骑兵兼步兵。马尔凯鲁斯斩杀了大部分敌人,缴获了兵器与财物,随后返回同僚执政官处;后者正在高卢最大且人口最稠密的城市周围同凯尔特人陷入苦战。
Μεδιόλανον καλεῖται, καὶ μητρόπολιν αὐτὴν οἱ τῇδε Κελτοὶ νομίζουσιν· ὅθεν ἐκθύμως μαχόμενοι περὶ αὐτῆς ἀντεπολιόρκουν τὸν Κορνήλιον. ἐπελθόντος δὲ Μαρκέλλου, καὶ τῶν Γαισατῶν, ὡς ἐπύθοντο τὴν τοῦ βασιλέως ἧτταν καὶ τελευτήν, ἀπελθόντων, τὸ μὲν Μεδιόλανον ἁλίσκεται, τὰς δὲ ἄλλας πόλεις αὐτοὶ παραδιδόασιν οἱ Κελτοὶ καὶ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέπουσι πάντα Ῥωμαίοις. καὶ τούτοις μὲν ἦν εἰρήνη μετρίων τυχοῦσι.
这座城市名为麦地奥拉努姆,此地的凯尔特人将其视为都城;因此他们为保卫它而奋力作战,反倒将科尔内利乌斯包围了起来。但随着马尔凯鲁斯的赶到,以及盖萨泰人在获悉其国王战败身亡后撤走,麦地奥拉努姆被攻陷,凯尔特人自己也献出了其余城镇,将本方的一切事务托付给罗马人。凯尔特人获得了宽大的处置,从而享受到了和平。
- 7.2ἐπιβλέψαντι τὴν φάλαγγα τῷ Μαρκέλλῳ ταῦτα τῶν ὅπλων ἔδοξε κάλλιστα
与格分词短语 ἐπιβλέψαντι ... τῷ Μαρκέλλῳ 充当依附于 ἔδοξε 的判断与格(dativus iudicantis),表明在马尔凯鲁斯审视敌阵的视角下,这副甲胄显得最为精美。
- 7.3μαρτύρομαί σε Ῥωμαίων τρίτος ἄρχων ἄρχοντα καὶ βασιλέα στρατηγὸς ἰδίᾳ χειρὶ τόνδε τὸν ἄνδρα κατεργασάμενος καὶ κτείνας σοὶ καθιεροῦν
动词 μαρτύρομαι(我唤起……作证/庄严宣告)以宾格代词 σε 为直接宾语,并引出不定式 καθιεροῦν。不定式的逻辑主语即马尔凯鲁斯本人,通过主格分词 κατεργασάμενος καὶ κτείνας 及其同位语(Ῥωμαίων τρίτος ἄρχων ... στρατηγός)呈现。主格与宾格的交错对仗 ἄρχων ἄρχοντα(以长官击长官)与 στρατηγὸς ... βασιλέα(以将领杀国王)极为工整,突出了罗马统帅斩杀敌方最高统领方能取得最高战利品(spolia opima)的严苛条件与至高荣耀。
- 7.4ἱππεῖς γὰρ ἱππεῖς καὶ πεζοὺς ἅμα τοσοῦτοι τοσούτους οὔτε πρότερον οὔτε ὕστερον νικῆσαι λέγονται
该句在词序上运用了精妙的格变对置(polyptoton):主语 ἱππεῖς 及其修饰语 τοσοῦτοι(如此少量的骑兵)与宾语 ἱππεῖς καὶ πεζούς 及其修饰语 τοσούτους(如此众多的骑兵与步兵)紧密交错。全句由被动语态动词 λέγονται 带主动不定式 νικῆσαι,构成典型的人称被动句结构。
