← 普鲁塔克

马塞卢斯传

§6.1-6.6

马尔凯鲁斯就任执政官与进军克拉斯提迪乌姆

马尔凯鲁斯就任执政官后主张对高卢开战,并率军在克拉斯提迪乌姆迎击盖萨泰人。战前他的坐骑受惊后退,他巧妙地将其化解为向太阳致敬的宗教仪式,消除了士兵的恐慌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

Ὡς δʼ οὖν ἐξωμόσαντο τὴν ἀρχὴν οἱ περὶ τὸν Φλαμίνιον, διὰ τῶν καλουμένων μεσοβασιλέων ὕπατος ἀποδείκνυται Μάρκελλος, καὶ παραλαβὼν τὴν ἀρχὴν ἀποδείκνυσιν αὑτῷ συνάρχοντα Γναῖον Κορνήλιον. ἐλέχθη μὲν οὖν ὡς πολλὰ συμβατικὰ τῶν Γαλατῶν λεγόντων, καὶ τῆς βουλῆς εἰρηναῖα βουλομένης, ὁ Μάρκελλος ἐξετράχυνε τὸν δῆμον ἐπὶ τὸν πόλεμον·

总之,在弗拉米尼乌斯等人辞去官职之后,马尔凯鲁斯通过所谓的代行官被任命为执政官;就职之后,他任命格奈乌斯·科尔内利乌斯为自己的同僚执政官。据说,尽管高卢人提出了诸多讲和的条件,且元老院也倾向于和平,但马尔凯鲁斯却煽动民众走向战争。

§6.2

οὐ μὴν ἀλλὰ καὶ γενομένης εἰρήνης1 ἀνακαινίσαι τὸν πόλεμον οἱ Γαισάται δοκοῦσι, τὰς Ἄλπεις ὑπερβαλόντες καὶ τοὺς Ἰνσόμβρους ἐπάραντες· τρισμύριοι γὰρ ὄντες προσεγένοντο πολλαπλασίοις ἐκείνοις οὖσι καὶ μέγα φρονοῦντες εὐθὺς ἐπʼ Ἀκέρρας ὥρμησαν, πόλιν ὑπὲρ ποταμοῦ Πάδου ἀνῳκισμένην. ἐκεῖθεν δὲ μυρίους τῶν Γαισατῶν ὁ βασιλεὺς Βριτόματος ἀναλαβὼν τὴν περὶ Πάδον χώραν ἐπόρθει.

然而,即使讲和得以实现,盖萨泰人似乎也会重启战端;他们翻越阿尔卑斯山,煽动了因苏布雷人。盖萨泰人有三万之众,加入了人数数倍于他们的因苏布雷人中,且士气高昂,随即向阿凯莱城进发,这是一座位于波河对岸的城市。国王布里托马尔图斯从那里率领一万盖萨泰人,蹂躏了波河周边的地区。

§6.3

ταῦτα Μάρκελλος πυθόμενος τὸν μὲν συνάρχοντα πρὸς Ἀκέρραις ἀπέλιπε τὴν πεζὴν καὶ βαρεῖαν ὁμοῦ πᾶσαν ἔχοντα δύναμιν καὶ τῶν ἱππέων μέρος τρίτον, αὐτὸς δὲ τοὺς λοιποὺς ἱππεῖς ἀναλαβὼν καὶ τοὺς ἐλαφροτάτους τῶν ὁπλιτῶν περὶ ἑξακοσίους ἤλαυνεν, οὔτε ἡμέρας οὔτε νυκτὸς ἀνιεὶς τὸν δρόμον, ἕως ἐπέβαλε τοῖς μυρίοις Γαισάταις περὶ τὸ καλούμενον Κλαστίδιον, Γαλατικὴν κώμην οὐ πρὸ πολλοῦ Ῥωμαίοις ὑπήκοον γεγενημένην.

马尔凯鲁斯得知此事后,便将全体步兵和重装部队连同三分之一的骑兵留给阿凯莱附近的同僚执政官,自己则率领其余骑兵以及约六百名最轻捷的重装步兵前进;他日夜不停地赶路,直到在所谓的克拉斯提迪乌姆附近突袭了这一万盖萨泰人,那是一处不久前才臣服于罗马人的高卢村落。

§6.4

ἀναλαβεῖν δὲ καὶ διαναπαῦσαι τὸν στρατὸν οὐχ ὑπῆρξεν αὐτῷ· ταχὺ γὰρ αἴσθησιν τοῖς βαρβάροις ἀφικόμενος παρέσχε, καὶ κατεφρονήθη πεζῶν μὲν ὀλίγων παντάπασιν ὄντων σὺν αὐτῷ, τὸ δʼ ἱππικὸν ἐν οὐδενὶ λόγῳ τῶν Κελτῶν τιθεμένων, κράτιστοι γὰρ ὄντες ἱππομαχεῖν καὶ μάλιστα τούτῳ διαφέρειν δοκοῦντες, τότε καὶ πλήθει πολὺ τὸν Μάρκελλον ὑπερέβαλλον. εὐθὺς οὖν ἐπʼ αὐτὸν ὡς ἀναρπασόμενοι μετὰ βίας πολλῆς καὶ δεινῶν ἀπειλῶν ἐφέροντο, τοῦ βασιλέως προϊππεύοντος.

但他未能使军队休整调养。因为他刚抵达便迅速被蛮族察觉;蛮族蔑视他,因为跟随他的步兵极少,而凯尔特人又毫不把骑兵放在眼里。凯尔特人最擅长骑马作战,自认为在这一点上卓越无双,且彼时在兵力上也大大压倒了马尔凯鲁斯。于是,国王骑马走在最前,他们带着巨大的凶势与可怕的恐吓,仿佛要将马尔凯鲁斯一举吞噬般直冲过来。

§6.5

ὁ δὲ Μάρκελλος, ὡς μὴ φθαῖεν αὐτὸν ἐγκυκλωσάμενοι καὶ περιχυθέντες2 ὀλιγοστὸν ὄντα, τὰς ἴλας ἦγε πόρρω τῶν ἱππέων καὶ περιήλαυνε, λεπτὸν ἐκτείνων τὸ κέρας, ἄχρι οὗ μικρὸν ἀπέσχε τῶν πολεμίων, Ἤδη δέ πως εἰς ἐμβολὴν ἐπιστρέφοντος αὐτοῦ συντυγχάνει τὸν ἵππον πτυρέντα τῇ γαυρότητι τῶν πολεμίων ἀποτραπέσθαι καὶ βίᾳ φέρειν ὀπίσω τὸν Μάρκελλον.

马尔凯鲁斯为了防止敌军抢先将寡不敌众的自己包围并淹没,便率领骑兵各队向外拉开并进行回旋,将侧翼拉得单薄,直到与敌人相距甚近。正当他差不多已转过马头准备发起冲锋时,战马却因敌人的嚣张气焰而受惊,转头向后狂奔,强行带着马尔凯鲁斯退去。

§6.6

ὁ δὲ τοῦτο δείσας μὴ ταραχὴν ἐκ δεισιδαιμονίας τοῖς Ῥωμαίοις ἐνεργάσηται, ταχὺ περισπάσας ἐφʼ ἡνίαν τῷ χαλινῷ καὶ περιστρέψας τὸν ἵππον ἐναντίον τοῖς πολεμίοις, τὸν ἥλιον αὐτὸς προσεκύνησεν, ὡς δὴ μὴ κατὰ τύχην, ἀλλʼ ἕνεκα τούτου τῇ περιαγωγῇ χρησάμενος· οὕτω γὰρ ἔθος ἐστὶ Ῥωμαίοις προσκυνεῖν τοὺς θεοὺς περιστρεφομένοις, καὶ αὐτὸν ἤδη προσμιγνύντα τοῖς ἐναντίοις προσεύξασθαι3 τῷ Φερετρίῳ Διῒ τὰ κάλλιστα τῶν παρὰ τοῖς πολεμίοις ὅπλων καθιερώσειν.

他担心此事会因迷信而引发罗马人的恐慌,便用马嚼子迅速向左拉转,将马转向迎面对着敌人,并亲自向太阳致敬叩拜,仿佛自己转动马身并非出于偶然,而正是为了这一礼仪;因为罗马人本就有在旋转身体时敬拜诸神的风俗。而就在他即将与敌人交锋之际,他向费雷特里乌斯朱庇特祈愿,誓将敌人最精良的铠甲奉献给神。

语法注3 条
  1. 6.2καὶ γενομένης εἰρήνης

    具有让步意味的属格绝对结构。结合前文“元老院倾向和平”的背景,此处表反事实或假设性的让步:“即使讲和得以实现(他们也会重启战端)”。

  2. 6.5ὡς μὴ φθαῖεν αὐτὸν ἐγκυκλωσάμενοι καὶ περιχυθέντες

    在否定目的从句(ὡς μή + 希求语气 φθαῖεν)中,动词 φθάνω 支配补充助分词(ἐγκυκλωσάμενοι, περιχυθέντες)。该结构意为“为了不让敌人抢先包围并淹没他”,其中代词 αὐτόν 兼作 φθαῖεν 及分词的逻辑宾语。

  3. 6.6καὶ αὐτὸν ἤδη προσμιγνύντα τοῖς ἐναντίοις προσεύξασθαι

    关于不定式 προσεύξασθαι 的句法从属,一种解读是将其视为与前面的 ἔθος ἐστὶ Ῥωμαίοις... 并列的带宾格的不定式结构;另一种解读是作为历史叙述中间接引语的延续(继承前文 ἐλέχθη 的传闻语气)。从文意来看,此处叙述的是马尔凯鲁斯具体的誓愿举动,而非一般的罗马风俗本身。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:6.1-6.6