- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:5.1-5.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了罗马人恪守宗教法度的事例:提贝里乌斯·格拉古因发现鸟卜程序瑕疵而令新当选执政官辞职,多位祭司与长官亦因细微的仪式失误或凶兆而遭罢免。
Τιβέριος οὖν Σεμπρώνιος, ἀνὴρ διʼ ἀνδρείαν καὶ καλοκαγαθίαν οὐδενὸς ἧττον ἀγαπηθεὶς ὑπὸ Ῥωμαίων, ἀπέδειξε μὲν ὑπατεύων διαδόχους Σκηπίωνα Νασικᾶν καὶ Γάϊον Μάρκιον, ἤδη δὲ ἐχόντων αὐτῶν ἐπαρχίας καὶ στρατεύματα, ἱερατικοῖς ὑπομνήμασιν ἐντυχὼν εὗρεν ἠγνοημένον ὑφʼ αὑτοῦ τι τῶν πατρίων. ἦν δὲ τοιοῦτον·
提贝里乌斯·塞姆普罗尼乌斯因其英勇与高尚品格而深受罗马人爱戴,不亚于任何人。他在执政官任内指定西庇阿·纳西卡与盖乌斯·马尔基乌斯为继任者,但在二人已经接管行省和军队时,他在翻阅祭司文献时发现,自己在祖宗法度中疏忽了某项规矩。具体情况如下:
ὅταν ἄρχων ἐπʼ ὄρνισι καθεζόμενος ἔξω πόλεως οἶκον ἢ σκηνὴν μεμισθωμένος ὑπʼ αἰτίας τινὸς ἀναγκασθῇ μήπω γεγονότων σημείων βεβαίων ἐπανελθεῖν εἰς πόλιν, ἀφεῖναι χρῆν τὸ προμεμισθωμένον οἴκημα καὶ λαβεῖν ἕτερον, ἐξ οὗ ποιήσεται τὴν θέαν αὖθις ἐξ ὑπαρχῆς, τοῦτο ἔλαθεν, ὡς ἔοικε, τὸν Τιβέριον, καὶ δὶς τῷ αὐτῷ χρησάμενος ἀπέδειξε τοὺς εἰρημένους ἄνδρας ὑπάτους. ὕστερον δὲ γνοὺς τὴν ἁμαρτίαν ἀνήνεγκε πρὸς τὴν σύγκλητον.
当长官为观测鸟卜而在城外租下一所房屋或帐篷就座时,若因某种缘由在确凿的征兆尚未出现前被迫返回城内,便必须放弃先前租定的居所而另选一处,以便从头重新进行观测。提贝里乌斯看来未曾觉察到这一点,由于两次使用了同一处居所,便指定了上述二人为执政官。后来他发觉了这一过失,便向元老院作了汇报。
ἡ δὲ οὐ κατεφρόνησε τοῦ κατὰ μικρὸν οὕτως ἐλλείμματος, ἀλλʼ ἔγραψε τοῖς ἀνδράσι· καὶ ἐκεῖνοι τὰς ἐπαρχίας ἀπολιπόντες ἐπανῆλθον εἰς Ῥώμην ταχὺ καὶ κατέθεντο τὴν ἀρχήν. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐπράχθη· περὶ δὲ τοὺς αὐτοὺς ἐκείνους χρόνους καὶ δύο ἱερεῖς ἐπιφανέστατοι τὰς ἱερωσύνας ἀφῃρέθησαν, Κορνήλιος μὲν Κέθηγος ὅτι τὰ σπλάγχνα τοῦ ἱερείου παρὰ τάξιν ἐπέδωκε, Κούϊντος δὲ Σουλπίκιος ἐπὶ τῷ θύοντος αὐτοῦ τὸν κορυφαῖον ἀπορρυῆναι τῆς κεφαλῆς πῖλον,1 ὃν οἱ καλούμενοι φλαμίνιοι φοροῦσι. Μινουκίου δὲ δικτάτορος ἵππαρχον ἀποδείξαντος Γάϊον Φλαμίνιον, ἐπεὶ τρισμὸς ἠκούσθη μυὸς ὃν σόρικα καλοῦσιν, ἀποψηφισάμενοι τούτους αὖθις ἑτέρους κατέστησαν,2 καὶ τὴν ἐν οὕτω μικροῖς ἀκρίβειαν φυλάττοντες οὐδεμιᾷ προσεμίγνυσαν δεισιδαιμονίᾳ, τῷ μηδὲν ἀλλάττειν μηδὲ παρεκβαίνειν τῶν πατρίων.
元老院并未轻视这般微小的缺漏,而是给那两人发去了公函;他们便离开行省,迅速返回罗马,交卸了官职。不过这些都是后来发生的事;大约在同一时期,还有两位最显赫的祭司被剥夺了祭司职位:科尔内利乌斯·塞特古斯是因为未按规定顺序呈奉牺牲的内脏;昆图斯·苏尔皮基乌斯则是因为在献祭时,头上脱落了顶饰尖帽——即所谓的献祭官所戴的帽子。此外,当独裁官米努基乌斯任命盖乌斯·弗拉米尼乌斯为骑兵长官时,因听到了被称作索雷克斯的鼩鼱叫声,民众便通过投票罢免了他们,重新设立了他人。他们在如此微末之事上保持严格严谨,却未掺杂任何迷信,全因他们对祖宗规制不做丝毫更改与偏离。
- 5.4ἐπὶ τῷ θύοντος αὐτοῦ τὸν κορυφαῖον ἀπορρυῆναι τῆς κεφαλῆς πῖλον
带介词 ἐπί 的中性单数与格定冠词接不定式结构(ἐπὶ τῷ ... ἀπορρυῆναι),用于表示原因(“因为……”)。在该不定式结构内部,嵌套了表示时间的独立属格 θύοντος αὐτοῦ(“在他献祭之时”),而不定式 ἀπορρυῆναι(“脱落、掉下”)的逻辑主语则是宾格的 τὸν κορυφαῖον ... πῖλον(“顶部的尖帽”)。
- 5.4ἀποψηφισάμενοι τούτους αὖθις ἑτέρους κατέστησαν
主句谓语动词 κατέστησαν(“他们设立了”)与分词 ἀποψηφισάμενοι(“投票罢免”)的逻辑主语在句中并未直接出现,承接前文的独立属格,应根据上下文补出拥有表决罢免与任命权力的主体(即罗马民众/公民大会)。代词 τούτους 为复数宾格,指独裁官米努基乌斯与骑兵长官弗拉米尼乌斯二人。
