← 普鲁塔克

马塞卢斯传

§4.1-4.4

弗拉米尼乌斯抗命取胜与被迫辞任

弗拉米尼乌斯等执政官出征高卢,却因不祥凶兆被元老院召回;弗拉米尼乌斯推迟拆信直至大获全胜,凯旋后随即被解除官职。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

οἱ μὲν οὖν πρῶτοι τῶν ἀγώνων νίκας τε μεγάλας καὶ σφάλματα τοῖς Ῥωμαίοις ἐνέγκαντες εἰς οὐδὲν ἐτελεύτησαν πέρας βέβαιον Φλαμινίου δὲ καὶ Φουρίου τῶν ὑπάτων μεγάλαις ἐκστρατευσάντων δυνάμεσιν ἐπὶ τοὺς Ἴνσομβρας, ὤφθη μὲν αἵματι ῥέων ὁ διὰ τῆς Πικηνίδος χώρας ποταμός, ἐλέχθη δὲ τρεῖς σελήνας φανῆναι περὶ πόλιν Ἀρίμινον, οἱ δὲ ἐπὶ ταῖς ὑπατικαῖς ψηφοφορίαις παραφυλάττοντες οἰωνοὺς ἱερεῖς διεβεβαιοῦντο μοχθηρὰς καὶ δυσόρνιθας αὐτοῖς γεγονέναι τὰς τῶν ὑπάτων ἀναγορεύσεις, εὐθὺς οὖν ἔπεμψεν ἡ σύγκλητος ἐπὶ τὸ στρατόπεδον γράμματα καλοῦσα καὶ μεταπεμπομένη τοὺς ὑπάτους, ὅπως ἐπανελθόντες ᾗ τάχιστα τὴν ἀρχὴν ἀπείπωνται καὶ μηδὲν ὡς ὕπατοι φθάσωσι πρᾶξαι1 πρὸς τοὺς πολεμίους.

最初的几场战役给罗马人带来了巨大的胜利与败绩,却并未带来确定的战局结果。然而,当执政官弗拉米尼乌斯与富里乌斯率大军征讨因苏布雷人时,有人看见流经皮凯努姆地区的河流淌着鲜血,据说在阿里米努姆城周围还出现了三轮明月;而在执政官选举中观测鸟卜的祭司们也断言,对这两位执政官的当选宣布是不祥且凶兆相随的。于是,元老院立即向军营送去书信,召请并召回两位执政官,令他们以最快速度返回并辞去官职,不得抢先以执政官身份对敌人采取任何行动。

§4.3

ταῦτα δεξάμενος τὰ γράμματα Φλαμίνιος οὐ πρότερον ἔλυσεν ἢ μάχῃ συνάψας τρέψασθαι2 τοὺς βαρβάρους καὶ τὴν χώραν αὐτῶν ἐπιδραμεῖν. ὡς οὖν ἐπανῆλθε μετὰ πολλῶν λαφύρων, οὐκ ἀπήντησεν ὁ δῆμος, ἀλλʼ ὅτι καλούμενος οὐκ εὐθὺς ὑπήκουσεν οὐδʼ ἐπείσθη τοῖς γράμμασιν, ἀλλʼ ἐνύβρισε καὶ κατεφρόνησε, μικροῦ μὲν ἐδέησεν ἀποψηφίσασθαι τὸν θρίαμβον αὐτοῦ, θριαμβεύσαντα δὲ ἰδιώτην ἐποίησεν, ἀναγκάσας ἐξομόσασθαι τὴν ὑπατείαν μετὰ τοῦ συνάρχοντος.

弗拉米尼乌斯收到了这封书信,但直到发起交战、击溃蛮族并蹂躏其疆土之后,才拆开信件。因此,当他带着丰厚的战利品归来时,民众并未前往迎接;不仅如此,由于他被召回时没有立即服从,也没有遵从信函,反而傲慢蔑视,民众几乎投票剥夺他的凯旋式资格;而在他举行凯旋式后,民众便强迫他与同僚宣誓辞去执政官职,使他重归平民身份。

§4.4

οὕτω πάντα τὰ πράγματα Ῥωμαίοις εἰς τὸν θεὸν ἀνήγετο, μαντειῶν δὲ καὶ πατρίων ὑπεροψίαν οὐδʼ ἐπὶ ταῖς μεγίσταις εὐπραξίαις ἀπεδέχοντο, μεῖζον ἡγούμενοι πρὸς σωτηρίαν πόλεως τὸ θαυμάζειν τὰ θεῖα τοὺς ἄρχοντας τοῦ κρατεῖν τῶν πολεμίων.3

罗马人的一切事务就是这样归属于神意,他们即便在取得最辉煌的成功时,也绝不容许对神谕和祖宗法度的蔑视,因为他们认为,执政长官敬畏神明比战胜敌人对国家的存续更为重要。

语法注3 条
  1. 4.2μηδὲν ὡς ὕπατοι φθάσωσι πρᾶξαι

    由 ὅπως 引导的目的从句中的谓语部分。动词 φθάνω 通常接补充性分词,此处则支配不定式 πρᾶξαι,意为“以免他们以执政官的身份先发制人对敌人采取任何行动”。

  2. 4.3οὐ πρότερον ἔλυσεν ἢ μάχῃ συνάψας τρέψασθαι

    οὐ πρότερον ... ἤ 相关结构支配不定式(τρέψασθαι 和后面的 ἐπιδραμεῖν)。分词 συνάψας 与主句主语(也是不定式的逻辑主语)弗拉米尼乌斯保持主格阳性单数一致,意为“直到交战……并击溃之后才拆封”。

  3. 4.4τὸ θαυμάζειν τὰ θεῖα τοὺς ἄρχοντας τοῦ κρατεῖν τῶν πολεμίων

    依赖于比较级形容词 μεῖζον 的比较句式。前项为带冠词不定式短语 τὸ θαυμάζειν τὰ θεῖα τοὺς ἄρχοντας(带宾格逻辑主语),后项 τοῦ κρατεῖν τῶν πολεμίων 为作比较属格的带冠词不定式短语,构成 μεῖζον 的比较对象,即认为统治者敬神重于战胜敌人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:4.1-4.4