← 普鲁塔克

马塞卢斯传

§3.1-3.4

高卢战争的重燃与神谕人祭仪式

第一次布匿战争后,因苏布雷人集结雇佣军逼近罗马,深感恐惧的罗马人动员了空前规模的大军,并遵照西比拉神谕举行了活埋希腊人与高卢人的破例祭仪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

ἐπεὶ δὲ τοῦ πρώτου τῶν Καρχηδονίων πολέμων ἔτει δευτέρῳ καὶ εἰκοστῷ συναιρεθέντος ἀρχαὶ πάλιν Γαλατικῶν ἀγώνων διεδέχοντο τὴν Ῥώμην, οἱ δὲ τὴν ὑπαλπείαν νεμόμενοι τῆς Ἰταλίας Ἴνσομβρες, Κελτικὸν ἔθνος, μεγάλοι καὶ καθʼ ἑαυτοὺς ὄντες, δυνάμεις ἐκάλουν, καὶ μετεπέμποντο Γαλατῶν τοὺς μισθοῦ στρατευομένους, οἳ Γαισάται καλοῦνται, θαυμαστὸν μὲν ἐδόκει καὶ τύχης ἀγαθῆς γενέσθαι τὸ μὴ συρραγῆναι τὸν Κελτικὸν εἰς τὸ αὐτὸ τῷ Λιβυκῷ πόλεμον, ἀλλʼ ὥσπερ ἐφεδρείαν εἰληφότας τοὺς Γαλάτας,1 ὀρθῶς καὶ δικαίως ἀτρεμήσαντας μαχομένων ἐκείνων, οὕτω τότε δὴ τοῖς νενικηκόσιν ἐπαποδύεσθαι καὶ προκαλεῖσθαι σχολὴν ἄγοντας· οὐ μὴν ἀλλὰ μέγαν ἥ τε χώρα παρεῖχε φόβον, διὰ τὴν γειτνίασιν ὁμόρῳ καὶ προσοίκῳ πολέμῳ συνοισομένοις,2 καὶ τὸ παλαιὸν ἀξίωμα τῶν Γαλατῶν, οὓς μάλιστα Ῥωμαῖοι δεῖσαι δοκοῦσιν, ἅτε δὴ καὶ τὴν πόλιν ὑπʼ αὐτῶν ἀποβαλόντες, ἐξ ἐκείνου δὲ καὶ θέμενοι νόμον ἀτελεῖς εἶναι στρατείας τοὺς ἱερέας, πλὴν εἰ μὴ Γαλατικὸς πάλιν ἐπέλθοι πόλεμος.3 ἐδήλου δὲ καὶ τὸν φόβον αὐτῶν ἥ τε παρασκευὴ μυριάδες γὰρ ἐν ὅπλοις ἅμα τοσαῦται Ῥωμαίων οὔτε πρότερον οὔτε ὕστερον γενέσθαι λέγονται καὶ τὰ περὶ τὰς θυσίας καινοτομούμενα·

当第一次迦太基战争在第二十二年结束时,高卢人冲突的序幕又接踵而至,降临于罗马。居住在意大利阿尔卑斯山麓的因苏布雷人属于凯尔特部族,他们本身就势力庞大,此时更召集军力,并雇佣了被称为盖萨泰的高卢雇佣兵。凯尔特战争没有与利比亚战争同时爆发,这被视为一件奇事和莫大的幸运;高卢人仿佛充当了候补斗士,在另外两方交战时合情合理地按兵不动,直到此时才对胜者赤膊上阵,向得暇的〔他们〕发起挑战。然而,那个地区依然带来了巨大的恐惧,因为由于近邻的关系,他们不得不卷入一场与近邻接壤之地的战争;此外还有高卢人古老的名威,罗马人似乎对他们最为畏惧,毕竟罗马城曾沦陷于其手。自那之后,罗马人便立下法律,祭司免服兵役,除非高卢战争再度爆发。他们的恐惧也显见于其战备——据说如此众多的数万武装罗马人同时集结,在此之前或之后都不曾有过——以及在祭祀方面所推行的破例革新。

§3.4

βαρβαρικὸν μὲν γὰρ οὐδὲν οὐδʼ ἔκφυλον ἐπιτηδεύοντες, ἀλλʼ ὡς ἔνι μάλιστα ταῖς δόξαις Ἑλληνικῶς διακείμενοι καὶ πρᾴως πρὸς τὰ θεῖα, τότε τοῦ πολέμου συμπεσόντος ἠναγκάσθησαν εἶξαι λογίοις τισὶν ἐκ τῶν Σιβυλλείων, καὶ δύο μὲν Ἕλληνας, ἄνδρα καὶ γυναῖκα, δύο δὲ Γαλάτας ὁμοίως ἐν τῇ καλουμένῃ βοῶν ἀγορᾷ κατορύξαι ζῶντας, οἷς ἔτι καὶ νῦν ἐν τῷ Νοεμβρίῳ μηνὶ δρῶσιν Ἕλλησι καὶ Γαλάταις ἀπορρήτους καὶ ἀθεάτους ἱερουργίας.

因为罗马人向来不行任何野蛮或异类的习俗,在观念上对神明尽可能保持着希腊式的温和态度,但当时由于战争降临,他们被迫顺从西比拉书中的某些神谕,在所谓的牛市场活埋了两个希腊人(一男一女)和同样〔一男一女〕的两个高卢人;如今在十一月里,罗马人仍为这些希腊人和高卢人举行秘密而不公开示人的祭仪。

语法注3 条
  1. 3.2ὥσπερ ἐφεδρείαν εἰληφότας τοὺς Γαλάτας

    完成体分词 εἰληφότας 修饰作为不定式 ἐπαποδύεσθαι 和 προκαλεῖσθαι 之逻辑主语的宾格 τοὺς Γαλάτας。ἐφεδρεία 是来自古代希腊角力等格斗竞技的隐喻,指轮空抽中“候补(ἔφεδρος)”身份的选手在充分休息后迎战上一轮获胜者的情形,与后文的竞技术语 ἐπαποδύεσθαι(脱衣备战、赤膊上阵)形成呼应。

  2. 3.2ὁμόρῳ καὶ προσοίκῳ πολέμῳ συνοισομένοις

    συνοισομένοις 是动词 συμφέρω(中动态或被动态,意为“交战、卷入冲突”)的将来时与格阳性复数分词。在语法上作与格(关系与格或判断者与格),指代语境中省略的“罗马人”(Ῥωμαίοις),说明谁将卷入这场边界战争,从而补足了前述 διὰ τὴν γειτνίασιν(因其近邻)为何会带来恐惧的原因。

  3. 3.3πλὴν εἰ μὴ Γαλατικὸς πάλιν ἐπέλθοι πόλεμος

    πλὴν εἰ μή 是表示“除非、除……之外”的习惯性复合连词。动词 ἐπέλθοι 之所以采用希求法,是因为它依附于过去的谓语动作(θέμενοι νόμον),原属于带有连接法的假设(ἐὰν ... ἐπέλθῃ)在历史时态序列(secondary sequence)中发生了时态转变为希求法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:3.1-3.4