← 普鲁塔克

马塞卢斯传

§2.1-2.4

马尔凯卢斯的战功与指控卡皮托利努斯

记述了马尔凯卢斯单打独斗的武勇、解救兄弟的事迹,以及升任市政官和占卜官的经历;随后讲述他在担任市政官期间,成功检举并起诉了对其子提出非分企图的同僚卡皮托利努斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

Μάρκελλος δὲ πρὸς οὐδὲν μὲν ἦν μάχης εἶδος ἀργὸς οὐδὲ ἀνάσκητος, αὐτὸς δʼ ἑαυτοῦ κράτιστος1 ἐν τῷ μονομαχεῖν γενόμενος οὐδεμίαν πρόκλησιν ἔφυγε, πάντας δὲ τοὺς προκαλεσαμένους ἀπέκτεινεν. ἐν δὲ Σικελίᾳ τὸν ἀδελφὸν Ὀτακίλιον κινδυνεύοντα διέσωσεν ὑπερασπίσας καὶ ἀποκτείνας τοὺς ἐπιφερομένους.

马尔凯卢斯对任何战法都既不懈怠也不生疏,而在单打独斗中更是发挥到了极致,从未回避任何挑战,将所有挑战者尽数斩杀。在西西里,他的兄弟奥塔基利乌斯遇险时,他用盾牌掩护,击杀了逼近的敌人,救下了兄弟。

§2.2

ἀνθʼ ὧν ὄντι μὲν ἔτι νέῳ στέφανοι καὶ γέρα παρὰ τῶν στρατηγῶν ἦσαν, εὐδοκιμοῦντα δὲ μᾶλλον ἀγορανόμον μὲν ἀπέδειξε τῆς ἐπιφανεστέρας τάξεως2 ὁ δῆμος, οἱ δὲ ἱερεῖς αὔγουρα. τοῦτο δʼ ἐστὶν ἱερωσύνης εἶδος, ᾧ μάλιστα τὴν ἀπʼ οἰωνῶν μαντικὴν ἐπιβλέπειν καὶ παραφυλάττειν νόμος δέδωκεν.

为此,当他尚年轻时,就从将帅那里获得了花冠和奖赏;随着名望日益卓著,人民推选他为更高等级的市政官,祭司们则选任他为占卜官。这是一种专门由法律赋予其考察与密切监视鸟占之术的祭司职位。

§2.3

ἠναγκάσθη δὲ ἀγορανομῶν δίκην ἀβούλητον εἰσενεγκεῖν. ἦν γὰρ αὐτῷ παῖς ὁμώνυμος ἐν ὥρᾳ, τὴν ὄψιν ἐκπρεπής, οὐχ ἧττον δὲ τῷ σωφρονεῖν καὶ πεπαιδεῦσθαι περίβλεπτος ὑπὸ τῶν πολιτῶν τούτῳ Καπετωλῖνος ὁ τοῦ Μαρκέλλου συνάρχων, ἀσελγὴς ἀνὴρ καὶ θρασύς, ἐρῶν λόγους προσήνεγκε. τοῦ δὲ παιδὸς τὸ μὲν πρῶτον αὐτοῦ καθʼ ἑαυτὸν ἀποτριψαμένου τὴν πεῖραν, ὡς δὲ αὖθις ἐπεχείρησε κατειπόντος πρὸς τὸν πατέρα, βαρέως ἐνεγκὼν ὁ Μάρκελλος προσήγγειλε τῇ βουλῇ τὸν ἄνθρωπον.

然而在担任市政官期间,他被迫提起了一场非出于自愿的诉讼。他有一个同名的儿子,正当青春之年,容貌出众,并且因克制与教养同样为市民们所瞩目。马尔凯卢斯的同僚卡皮托利努斯——一个放荡而蛮横的男子——恋慕这个少年,向他提出非分之求。少年起初独自拒绝了这种企图,但在那人再度进犯时便向父亲告发;马尔凯卢斯极其愤慨,向元老院检举了此人。

§2.4

ὁ δὲ πολλὰς μὲν ἀποδράσεις καὶ παραγραφὰς ἐμηχανᾶτο, τοὺς δημάρχους ἐπικαλούμενος, ἐκείνων δὲ μὴ προσδεχομένων τὴν ἐπίκλησιν ἀρνήσει τὴν αἰτίαν ἔφευγε, καὶ μάρτυρος οὐδενὸς τῶν λόγων γεγονότος ἔδοξε μεταπέμπεσθαι τὸν παῖδα τῇ βουλῇ, παραγενομένου δʼ ἰδόντες3 ἐρύθημα καὶ δάκρυον καὶ μεμιγμένον ἀπαύστῳ τῷ θυμουμένῳ τὸ αἰδούμενον, οὐδενὸς ἄλλου δεηθέντες τεκμηρίου κατεψηφίσαντο καὶ χρήμασιν ἐζημίωσαν Καπετωλῖνον, ἐξ ὧν ὁ Μάρκελλος ἀργυρᾶ λοιβεῖα ποιησάμενος τοῖς θεοῖς καθιέρωσεν.

卡皮托利努斯设法想出许多逃避手段和抗辩理由,并向保民官申诉;但保民官不予受理其申诉,他便企图以矢口否认来开脱罪责。由于那些言辞没有任何见证人,元老院决定传唤该少年;少年到场后,元老院议员们看到他脸红流泪,羞愧中夹杂着难以遏止的义愤,无需任何其他证据便判定卡皮托利努斯有罪并处以罚款。马尔凯卢斯用这笔款项制作了银质奠酒杯,奉献给了众神。

语法注3 条
  1. 2.1αὐτὸς δʼ ἑαυτοῦ κράτιστος

    最高级与反身代词属格连用的习惯表达(字面意为“其自身超越其自己的最佳状态”),不表示与他人的横向比较,而是指“将自身的能力/状态发挥到了极致或超越常态”。

  2. 2.2ἀγορανόμον μὲν ἀπέδειξε τῆς ἐπιφανεστέρας τάξεως

    τῆς ἐπιφανεστέρας τάξεως(“更显赫阶层的”)作定语修饰市政官职位,特指罗马政务官中的“贵族市政官/高级市政官”(aedilis curulis),以区别于平民市政官(aedilis plebis)。

  3. 2.4παραγενομένου δʼ ἰδόντες

    句式转折(破格语法/破格句)。παραγενομένου 为独立属格结构(以先前提及的 τὸν παῖδα 为逻辑主语,“少年到场时”),而其后的分词 ἰδόντες 则是主格复数,与主句限定动词 κατεψηφίσαντο 的隐含主语(元老院议员们)在性数格上一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:2.1-2.4