- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:29.1-29.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马尔凯路斯忽视了凶险的祭祀预兆,率部侦察两军之间的丘陵,落入汉尼拔的伏击圈阵亡;其同僚克里斯皮努斯亦受致命伤去世,罗马遭遇了一战同时折损两位执政官的空前劫难。
οὐ μὴν ἀλλὰ θυσιῶν καὶ καθαρμῶν ὧν ὑπηγόρευον οἱ μάντεις1 γενομένων ἐξῆλθε μετὰ τοῦ συνάρχοντος ἐπὶ τόν πόλεμον, καὶ πολλὰ μεταξὺ Βαντίας πόλεως καὶ Βενυσίας καθήμενον ἠρέθιζε τόν Ἀννίβαν. ὁ δὲ εἰς μάχην μὲν οὐ κατέβαινεν, αἰσθόμενος δὲ πεμπομένην ὑπʼ αὐτῶν στρατιὰν ἐπὶ Λοκροὺς τοὺς Ἐπιζεφυρίους, κατὰ τόν περὶ Πετηλίαν λόφον ὑφεὶς ἐνέδρας πεντακοσίους καὶ δισχιλίους ἀπέκτεινε.
然而,在占卜官所指示的祭礼与净化仪式完成之后,他便与同僚执政官一同出征,频繁挑衅驻扎在班提亚城与维努西亚之间的汉尼拔。但汉尼拔并不肯下场决战;当察觉到他们派出一支军队前往下洛克里时,他便在佩特利亚附近的丘陵设下伏兵,斩杀了二千五百人。
τοῦτο Μάρκελλον ἐξέφερε τῷ θυμῷ πρὸς τὴν μάχην, καὶ προσῆγεν ἄρας ἐγγυτέρω τὴν δύναμιν. ἦν δὲ μεταξὺ τῶν στρατοπέδων λόφος ἐπιεικῶς μὲν εὐερκής, ὕλης δὲ παντοδαπῆς ἀνάπλεως· εἶχε δὲ καὶ σκοπὰς περικλινεῖς ἐπʼ ἀμφότερα, καὶ ναμάτων ὑπεφαίνοντο πηγαὶ καταρρεόντων, ἐθαύμαζον οὖν οἱ Ῥωμαῖοι Ἀννίβαν ὅτι πρῶτος ἐλὼν εὐφυᾶ τόπον οὕτως οὐ κατέσχεν, ἀλλʼ ἀπέλιπε τοῖς πολεμίοις.
此事令马尔凯路斯怒火中烧,渴望决战,于是拔营将部队推进得更近。两军阵营之间有一座丘陵,地势颇为险固,长满了各种各样的林木;它两侧都有倾斜的瞭望点,还有清泉流淌其间。因此罗马人对汉尼拔感到惊奇,不解他既然先占了如此适宜的地势,为何没有据守,反而留给了敌人。
τῷ δὲ ἄρα καλὸν μὲν ἐνστρατοπεδεῦσαι τὸ χωρίον ἐφαίνετο, πολὺ δὲ κρεῖττον ἐνεδρεῦσαι· καὶ πρὸς τοῦτο μᾶλλον αὐτῷ χρῆσθαι βουλόμενος ἐνέπλησε τὴν ὕλην καὶ τὰς κοιλάδας ἀκοντιστῶν τε πολλῶν καὶ λογχοφόρων, πεπεισμένος ἐπάξεσθαι διʼ εὐφυΐαν αὐτὰ τὰ χωρία τοὺς Ῥωμαίους.
然而在他看来,这个地方固然利于安营扎寨,但用于设伏则更为绝妙;他更愿意将其用于此种目的,于是在林木与沟壑中布满了众多标枪手与长矛兵,确信罗马人会因地势的优越而被吸引过来。
οὐδὲ ἀπεψεύσθη τῆς ἐλπίδος· εὐθὺς γὰρ ἦν πολὺς ἐν τῷ στρατοπέδῳ τῶν Ῥωμαίων λόγος ὡς χρὴ τὸ χωρίον καταλαμβάνειν, καὶ διεστρατήγουν ὅσα πλεονεκτήσουσι τοὺς πολεμίους, μάλιστα μὲν ἐκεῖ στρατοπεδεύσαντες, εἰ δὲ μή, τειχίσαντες τόν λόφον. ἔδοξεν οὖν τῷ Μαρκέλλῳ μετʼ ὀλίγων ἱπποτῶν ἐπελάσαντι κατασκέψασθαι. καὶ λαβὼν τόν μάντιν ἐθύετο· καὶ τοῦ πρώτου πεσόντος ἱερείου δείκνυσιν αὐτῷ τὸ ἧπαρ οὐκ ἔχον κεφαλὴν ὁ μάντις.
而他的期望并未落空;因为罗马军营中立即议论纷纷,认为应当占领该地,士兵们像统帅般运筹谋划,若能驻扎于此,或者至少将丘陵筑垒加固,能对敌人取得多大的优势。于是马尔凯路斯决定率领少数骑兵前往侦察。他带上占卜官献祭,当第一头牺牲倒下时,占卜官向他展示了没有肝叶突起(头)的肝脏。
ἐπιθυσαμένου δὲ τὸ δεύτερον ἥ τε κεφαλὴ μέγεθος ὑπερφυὲς ἀνέσχε καὶ τἆλλα φαιδρὰ θαυμαστῶς διεφάνη, καὶ λύσιν ἔχειν ὁ τῶν πρώτων φόβος ἔδοξεν. οἱ δὲ μάντεις ταῦτα μᾶλλον ἔφασαν δεδιέναι καὶ ταράττεσθαι· λαμπροτάτων γὰρ ἐπʼ αἰσχίστοις καὶ σκυθρωποτάτοις ἱεροῖς γενομένων2 ὕποπτον εἶναι τῆς μεταβολῆς τὴν ἀτοπίαν. ἀλλὰ γὰρ "τὸ πεπρωμένον οὐ πῦρ, οὐ σιδαροῦν σχήσει τεῖχος," κατὰ Πίνδαρον, ἐξῄει τόν τε συνάρχοντα Κρισπῖνον παραλαβὼν καὶ τόν υἱὸν χιλιαρχοῦντα καὶ τοὺς σύμπαντας ἱππεῖς εἴκοσι καὶ διακοσίους.
当他再次献祭第二头牺牲时,那个突起呈现出异常庞大的尺寸,其余部分也奇妙地显出吉兆,初次祭祀带来的恐惧似乎得以消除。但占卜官们却表示对此更加畏惧和不安;因为在最凶险、最阴暗的兆头之后紧接着出现极度光明的吉相,这种剧烈的反常转变反而令人生疑。然而正如品达所言: “命中注定之事,火不能遏,铁壁亦不能阻,”他带上同僚执政官克里斯皮努斯、担任千夫长的儿子,以及总共二百二十名骑兵出发了。
ὧν Ῥωμαῖος οὐδεὶς ἦν, ἀλλʼ οἱ μὲν ἄλλοι Τυρρηνοί, τεσσαράκοντα δὲ Φρεγελλανοί, πεῖραν ἀρετῆς καὶ πίστεως ἀεὶ τῷ Μαρκέλλῳ δεδωκότες. ὑλώδους δὲ τοῦ λόφου καὶ συνηρεφοῦς ὄντος ἀνὴρ καθήμενος ἄνω σκοπὴν εἶχε τοῖς πολεμίοις, αὐτὸς οὐ συνορώμενος, καθορῶν δὲ τῶν Ῥωμαίων τὸ στρατόπεδον.
这些人中没有一个是罗马人,其余为伊特鲁里亚人,另有四十名弗雷盖拉人,他们向来向马尔凯路斯证明过自己的英勇与忠诚。由于丘陵树木茂密、郁闭遮蔽,一名敌兵伏在上方担任哨兵,自己未被察觉,却将罗马人的营地尽收眼底。
καὶ τὰ γινόμενα τούτου φράσαντος τοῖς λοχῶσι, προσελαύνοντα τόν Μάρκελλον ἐάσαντες ἐγγὺς προσελθεῖν ἐξαίφνης ἀνέστησαν, καὶ περιχυθέντες ἅμα πανταχόθεν ἠκόντιζον, ἔπαιον, ἐδίωκον τοὺς φεύγοντας, συνεπλέκοντο τοῖς ὑφισταμένοις· οὗτοι δʼ ἦσαν οἱ τεσσαράκοντα Φρεγελλανοί.
此人将情况告知设伏者后,他们任凭马尔凯路斯骑马逼近,随后突然杀出,从四面八方一齐包抄过来,投掷标枪,奋力击打,追击逃遁者,与坚守者展开肉搏——坚守者正是那四十名弗雷盖拉人。
καὶ τῶν Τυρρηνῶν εὐθὺς ἐν ἀρχῇ διατρεσάντων αὐτοὶ συστραφέντες ἠμύνοντο πρὸ τῶν ὑπάτων, ἄχρι οὗ Κρισπῖνος μὲν ἀκοντίσμασι δυσὶ βεβλημένος ἐπέστρεψεν εἰς φυγὴν τόν ἵππον, Μάρκελλον δέ τις λόγχῃ πλατείᾳ διὰ τῶν πλευρῶν διήλασεν, ἣν λαγκίαν καλοῦσιν. οὕτω δὲ καὶ τῶν Φρεγελλανῶν οἱ περιόντες ὀλίγοι παντάπασιν αὐτὸν μὲν πεσόντα λείπουσι, τόν δʼ υἱὸν ἁρπάσαντες τετρωμένον φεύγουσιν ἐπὶ τὸ στρατόπεδον.
在伊特鲁里亚人一开始就惊慌溃逃之际,弗雷盖拉人紧密集结,在执政官身前奋力抵抗,直至克里斯皮努斯身中两枪,拨马逃走,而有人用一把被称为“兰基亚”的宽刃长矛刺穿了马尔凯路斯的肋部。就这样,幸存的寥寥几位弗雷盖拉人撇下倒地的马尔凯路斯,救起负伤的儿子,逃回营地。
ἐγένοντο δὲ νεκροὶ μὲν οὐ πολλῷ τῶν τεσσαράκοντα πλείους, αἰχμάλωτοι δὲ τῶν μὲν ῥαβδούχων πέντε, τῶν δὲ ἱππέων εἴκοσι δυεῖν δέοντες, ἐτελεύτησε δὲ καὶ Κρισπῖνος ἐκ τῶν τραυμάτων οὐ πολλὰς ἡμέρας ἐπιβιώσας. καὶ πάθος τοῦτο Ῥωμαίοις συνέπεσε πρότερον οὐ γεγονός, ἀμφοτέρους ἐξ ἑνὸς ἀγῶνος τοὺς ὑπάτους ἀποθανεῖν.3
阵亡者仅四十余人,被俘者有五名扈从官和十八名骑兵;克里斯皮努斯亦因伤势过重,仅仅苟延残喘数日便告不治。罗马人遭遇了一场前所未有的灾难:两位执政官竟因同一场交锋而双双殒命。
- 29.1ὧν ὑπηγόρευον οἱ μάντεις
关系代词 ὧν 本应作为动词 ὑπηγόρευον 的直接宾语而用宾格(ἅ),但在先行词 θυσιῶν καὶ καθαρμῶν 的属格同化/牵引下变为了属格(关系代词的吸引现象)。
- 29.5λαμπροτάτων γὰρ ἐπʼ αἰσχίστοις καὶ σκυθρωποτάτοις ἱεροῖς γενομένων
这是一个属格绝对独立结构(λαμπροτάτων... γενομένων),其中嵌入了介词短语 ἐπί + 与格,用来表示时间上的紧密相继或承接(“紧随在最凶险、阴暗的牺牲之后”)。
- 29.9ἀμφοτέρους ἐξ ἑνὸς ἀγῶνος τοὺς ὑπάτους ἀποθανεῖν
此处的“宾格加不定式”结构(accusative and infinitive)用作同位语,对前文的名词短语 πάθος τοῦτο(“这场灾难”)的具体内容进行同位说明(说明性不定式)。
