← 普鲁塔克

马塞卢斯传

§30.1-30.6

汉尼拔的礼葬与马尔凯路斯的后裔

汉尼拔敬重马尔凯路斯的遗体并将其火化送还,但骨灰在混乱中遗失;随后记叙了史家的异说、马尔凯路斯的奉献物与铭文,以及延续至凯撒外甥的后裔。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

Ἀννίβᾳ δὲ τῶν μὲν ἄλλων ἐλάχιστος ἦν λόγος, Μάρκελλον δὲ πεπτωκέναι πυθόμενος αὐτὸς ἐξέδραμεν ἐπὶ τὸν τόπον, καὶ τῷ νεκρῷ παραστάς καὶ πολὺν χρόνον τήν τε ῥώμην τοῦ σώματος καταμαθὼν καὶ τὸ εἶδος, οὔτε φωνὴν ἀφῆκεν ὑπερήφανον, οὔτε ἀπʼ ὄψεως τὸ χαῖρον, ὡς ἄν τις ἐργώδη πολέμιον καὶ βαρὺν ἀπεκτονώς,1 ἐξέφηνεν, ἀλλʼ ἐπιθαυμάσας τὸ παράλογον τῆς τελευτῆς τὸν μὲν δακτύλιον ἀφείλετο, τὸ δὲ σῶμα κοσμήσας πρέποντι κόσμῳ καὶ περιστείλας ἐντίμως ἔκαυσε καὶ τὰ λείψανα συνθεὶς εἰς κάλπιν ἀργυρᾶν, καὶ χρυσοῦν ἐμβαλὼν στέφανον, ἀπέστειλε πρὸς τὸν υἱόν. τῶν δὲ Νομάδων τινὲς περιτυχόντες τοῖς κομίζουσιν ὥρμησαν ἀφαιρεῖσθαι τὸ τεῦχος, ἀντιλαμβανομένων δʼ ἐκείνων ἐκβιαζόμενοι καὶ μαχόμενοι διέρριψαν τὰ ὀστᾶ.

汉尼拔对其余之人毫不挂心,但在得知马尔凯路斯倒下后,他亲自奔赴现场,站在尸身旁久久端详着他健壮的身躯与容貌;但他既未说出一句傲慢的话,也未在面容上流露出喜色,不像一个刚刚斩杀了难缠而可怕的敌手之人那般;相反,他对其猝死之意外深感惊异,取下了他的戒指,并以合宜的装束装饰尸体,予以体面的敛裹后火化;随后将遗骨装入一只银瓮,放入一顶金冠,派人送去给他的儿子。然而,一些努米底亚骑兵撞见了运送者,便企图夺取瓮具;当运送者奋力护卫时,他们强行争夺打斗,将遗骨撒落四处。

§30.3

πυθόμενος δὲ Ἀννίβας, καὶ πρὸς τοὺς παρόντας εἰπὼν, οὐδὲν ἄρα δυνατὸν γενέσθαι ἄκοντος θεοῦ τοῖς μὲν Νομάσιν ἐπέθηκε δίκην, οὐκέτι δὲ κομιδῆς ἢ συλλογῆς τῶν λειψάνων ἐφρόντισεν, ὡς δὴ κατὰ θεόν τινα καὶ τῆς τελευτῆς καὶ τῆς ἀταφίας παραλόγως οὕτω τῷ Μαρκέλλῳ γενομένης.2

汉尼拔获悉此事后,对身边之人说道: “神若不许,万事皆无可成,”他严惩了那些努米底亚人,但不再费心去收集或运送残骨,认为无论是马尔凯路斯之死还是死无葬身之地,都是如此反常地出于某种神意。

§30.4

ταῦτα μὲν οὖν οἱ περὶ Κορνήλιον Νέπωτα καὶ Οὐαλέριον Μάξιμον ἱστορήκασι· Λίβιος δὲ καὶ Καῖσαρ ὁ Σεβαστὸς κομισθῆναι τήν ὑδρίαν πρὸς τὸν υἱὸν εἰρήκασι καὶ ταφῆναι λαμπρῶς. ἦν δὲ ἀνάθημα Μαρκέλλου δίχα τῶν ἔν Ῥώμῃ γυμνάσιον μὲν ἐν Κατάνῃ τῆς Σικελίας, ἀνδριάντες δὲ καὶ πίνακες τῶν ἐκ Συρακουσῶν ἔν τε Σαμοθρᾴκῃ παρὰ τοῖς θεοῖς, οὓς Καβείρους ὠνόμαζον, καὶ περὶ Λίνδον ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς.

这些便是科尔内利乌斯·奈波斯与瓦勒利乌斯·马克西穆斯之辈所记述的;然而李维和奥古斯都·凯撒则说,银瓮送到了他的儿子手中,并得到了盛大的安葬。马尔凯路斯的奉献物,除了在罗马的那些之外,还有西西里卡塔纳的一座角力学校,以及在萨莫色雷斯被称为卡贝罗伊的众神那里,和在林多斯一带的雅典娜神庙中,取自叙拉古之物中的雕像与图画。

§30.5

ἐκεῖ δὲ αὐτοῦ τῷ ἀνδριάντι τοῦτʼ ἦν ἐπιγεγραμμένον, ὡς Ποσειδώνιός φησι, τὸ ἐπίγραμμα· "οὗτός τοι Ῥώμης ὁ μέγας, ξένε, πατρίδος ἀστήρ, Μάρκελλος κλεινῶν Κλαύδιος ἐκ πατέρων. ἑπτάκι τὰν ὑπάταν ἀρχὰν ἐν Ἄρηϊ φυλάξας, τὸν πολὺν ἀντιπάλοις ὃς κατέχευε φόνον." . τήν γὰρ ἀνθύπατον ἀρχήν, ἣν δὶς ἦρξε, ταῖς πέντε προσκατηρίθμησεν ὑπατείαις ὁ τὸ ἐπίγραμμα ποιήσας.3

在那里他的雕像上,正如波塞多尼乌斯所言,铭刻着这样一首题诗: “异邦人啊,此乃罗马、其祖国之巨星, 出自显赫世族的克劳狄乌斯·马尔凯路斯。 他在战争中七度掌管最高权柄, 向强敌倾泻了无尽的杀戮。” 。因为题诗的作者将他两度担任副执政官的任期,合并算入了他的五任执政官之中。

§30.6

γένος δʼ αὐτοῦ λαμπρὸν ἄχρι Μαρκέλλου τοῦ Καίσαρος ἀδελφιδοῦ διέτεινεν, ὃς Ὀκταβίας ἦν τῆς Καίσαρος ἀδελφῆς υἱὸς ἐκ Γαΐου Μαρκέλλου γεγονώς, ἀγορανομῶν δὲ Ῥωμαίων ἐτελεύτησε νυμφίος, Καίσαρος θυγατρὶ χρόνον οὐ πολὺν συνοικήσας. εἰς δὲ τιμὴν αὐτοῦ καὶ μνήμην Ὀκταβία μὲν ἡ μήτηρ τήν βιβλιοθήκην ἀνέθηκε, Καῖσαρ δὲ θέατρον ἐπιγράψας Μαρκέλλου.

他的显赫家族一直延续到凯撒的外甥马尔凯路斯。他是凯撒的妹妹奥克塔维娅与盖乌斯·马尔凯路斯所生之子;他在担任罗马市政官时,作为刚成婚的新郎便早早离世,与凯撒之女共同生活的时间并不长。为了他的荣耀与纪念,母亲奥克塔维娅奉献了图书馆,而凯撒则以马尔凯路斯之名题铭,奉献了一座剧场。

语法注3 条
  1. 30.1ὡς ἄν τις ἐργώδη πολέμιον καὶ βαρὺν ἀπεκτονώς

    小品词 ἄν 与分词 ἀπεκτονώς 结合,表示潜在或假设性的比拟(“如同杀死了……之人可能会流露的那样”)。在句法上,亦可视为省略了希求法谓语动词的结构(如 ὡς ἄν [τις ἐκφήνειεν] ἀπεκτονώς)。

  2. 30.3ὡς δὴ κατὰ θεόν τινα καὶ τῆς τελευτῆς καὶ τῆς ἀταφίας παραλόγως οὕτω τῷ Μαρκέλλῳ γενομένης

    由连词 ὡς δή 引导的属格独立结构,主语为 τῆς τελευτῆς καὶ τῆς ἀταφίας,分词为 γενομένης,表述了汉尼拔的主观判断或理解(“认为死与死无葬身之地皆是由于……”)。

  3. 30.5τήν γὰρ ἀνθύπατον ἀρχήν, ἣν δὶς ἦρξε, ταῖς πέντε προσκατηρίθμησεν ὑπατείαις ὁ τὸ ἐπίγραμμα ποιήσας

    对前引诗句 ἑπτάκι τὰν ὑπάταν ἀρχάν(七度掌管最高权柄)所作的散文解释。关系从句 ἣν δὶς ἦρξε 的先行词是前置的宾语 τήν ἀνθύπατον ἀρχήν(副执政官职位);句子的骨干结构为:题诗的作者(ὁ τὸ ἐπίγραμμα ποιήσας)将他两任的副执政官任期与五任执政官任期(ταῖς πέντε ὑπατείαις)合并相加(προσκατηρίθμησεν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:30.1-30.6