- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:28.1-28.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马尔凯鲁斯平息了伊特鲁里亚的骚动,在罗马因神殿奉献受阻与多重凶兆而受阻停留,但他虽已年迈,仍对与汉尼拔展开决战抱有极度强烈的执念。
παραλαβὼν δὲ τὴν ἀρχήν πρῶτον μὲν ἐν Τυρρηνίᾳ μέγα κίνημα πρὸς ἀπόστασιν ἔπαυσε καὶ κατεπράϋνεν ἐπελθὼν τὰς πόλεις· ἔπειτα ναὸν ἐκ τῶν Σικελικῶν λαφύρων ᾠκοδομημένον ὑπʼ αὐτοῦ Δόξης καὶ Ἀρετῆς καθιερῶσαι βουλόμενος, καὶ κωλυθεὶς ὑπὸ τῶν ἱερέων οὐκ ἀξιούντων ἑνὶ ναῷ δύο θεοὺς περιέχεσθαι,1 πάλιν ἤρξατο προσοικοδομεῖν ἕτερον, οὐ ῥᾳδίως φέρων τὴν γεγενημένην ἀντίκρουσιν, ἀλλʼ ὥσπερ οἰωνιζόμενος.
上任之后,他首先平息了伊特鲁里亚走向叛乱的巨大骚动,巡视各城并加以安抚;随后,他意欲奉献一座由他用西西里战利品建起的“荣誉与美德”神殿,但遭到祭司们的阻拦,因为他们认为一座神殿不应容纳两位神祇,于是他又开始在旁另建一座,他并没有轻视这次受阻,反而将其视为不祥之兆。
καὶ γὰρ ἄλλα πολλὰ σημεῖα διετάραττεν αὐτόν, ἱερῶν τινων κεραυνώσεις καὶ μύες τὸν ἐν Διὸς χρυσὸν διαφαγόντες ἐλέχθη δὲ καὶ βοῦν ἀνθρώπου φωνὴν ἀφεῖναι καὶ παιδίον ἔχον κεφαλὴν ἐλέφαντος γενέσθαι· καὶ περὶ τὰς ἐκθύσεις καὶ ἀποτροπὰς δυσιεροῦντες οἱ μάντεις κατεῖχον αὐτὸν ἐν Ῥώμῃ σπαργῶντα καὶ φλεγόμενον. οὐδεὶς γὰρ ἔρωτα τοσοῦτον ἠράσθη πράγματος οὐδενός ὅσον οὗτος ὁ ἀνὴρ τοῦ μάχῃ κριθῆναι πρὸς Ἀννίβαν.2
因为许多其他凶兆也使他心绪不宁:某些神殿遭到雷击,老鼠咬坏了朱庇特神殿中的黄金;据说还有一头牛发出了人声,并且有一个长着大象头颅的婴儿出生。占卜官们在赎罪祭与禳灾礼中遇到了凶险的兆头,因而将这位迫切渴望、满腔热血的人羁留在罗马。因为从来没有人对任何事情抱有如此强烈的渴望,正如这个男人渴望在战场上与汉尼拔一决雌雄一样。
τοῦτο καὶ νύκτωρ ὄνειρον ἦν αὐτῷ καὶ μετὰ φίλων καὶ συναρχόντων ἓν βούλευμα καὶ μία πρὸς θεοὺς φωνή, παραταττόμενον Ἀννίβαν λαβεῖν, ἥδιστα δʼ ἄν μοι δοκεῖ τείχους ἑνὸς ἤ τινος χάρακος ἀμφοτέροις τοῖς στρατεύμασι περιτεθέντος διαγωνίσασθαι,3 καὶ εἰ μὴ πολλῆς μὲν ἤδη μεστὸς ὑπῆρχε δόξης, πολλὴν δὲ πεῖραν παρεσχήκει τοῦ παρʼ ὁντινοῦν τῶν στρατηγῶν ἐμβριθὴς γεγονέναι καὶ φρόνιμος, εἶπον ἂν ὅτι4 μειρακιῶδες αὐτῷ προσπεπτώκει καὶ φιλοτιμότερον πάθος ἢ κατὰ πρεσβύτην τοσοῦτον· ὑπὲρ γὰρ ἑξήκοντα γεγονὼς ἔτη τὸ πέμπτον ὑπάτευεν.
这在夜间是他的梦境,在与友人及同僚官员之间是他唯一的谋划,也是他向诸神发出的唯一祈求:捉住摆开战阵的汉尼拔。在我看来,如果能用一道城墙或栅栏将两军围在一起,他一定会极为乐意与之一决胜负;若不是他早已满载崇高声誉,并充分证明了自己比任何将领都更为沉稳和睿智,我定会说他被一种对于如此年迈者而言不合时宜的、充满少年轻狂且过于好胜的激情所俘获;因为他第五次担任执政官时,年岁已过六旬。
- 28.1οὐκ ἀξιούντων ἑνὶ ναῷ δύο θεοὺς περιέχεσθαι
分词 ἀξιούντων 修饰 τῶν ἱερέων,表原因或伴随状况(“不认为……是正当/合宜的”)。它支配被动不定式短语 δύο θεοὺς περιέχεσθαι(“两位神祇被容纳于一座神殿之中”)作为其宾语。
- 28.2οὐδεὶς γὰρ ἔρωτα τοσοῦτον ἠράσθη πράγματος οὐδενός ὅσον οὗτος ὁ ἀνὴρ τοῦ μάχῃ κριθῆναι πρὸς Ἀννίβαν
动词 ἠράσθη 支配同族(内含)宾格 ἔρωτα,渴望的对象以属格 πράγματος οὐδενός 表达。与其构成对比关联的 ὅσον 引导的成分中,带有冠词的属格不定式 τοῦ ... κριθῆναι(“通过战斗决出胜负”)与前面的属格形成对照,充当同等的渴望对象。
- 28.3ἥδιστα δʼ ἄν μοι δοκεῖ τείχους ἑνὸς ἤ τινος χάρακος ἀμφοτέροις τοῖς στρατεύμασι περιτεθέντος διαγωνίσασθαι
δοκεῖ 采用人称构词(省略的主语为马尔凯鲁斯,“依我看他似乎……”)。小词 ἄν 修饰不定式 διαγωνίσασθαι,构成反事实或潜在判断。其间插入的属格独立结构 τείχους ... περιτεθέντος 充当条件状语(“如果有一道城墙……被围上的话”)。
- 28.3καὶ εἰ μὴ πολλῆς μὲν ἤδη μεστὸς ὑπῆρχε δόξης, πολλὴν δὲ πεῖραν παρεσχήκει τοῦ παρʼ ὁντινοῦν τῶν στρατηγῶν ἐμβριθὴς γεγονέναι καὶ φρόνιμος, εἶπον ἂν ὅτι
过去反事实条件句。条件从句(protasis)使用未完成过去时 ὑπῆρχε 与过去完成时 παρεσχήκει,表示过去既成的事实状态;归结从句(apodosis)则用 εἶπον ἄν(直陈不定过去时加 ἄν,意为“我定会说……”)。带有冠词的不定式 τοῦ ... γεγονέναι 是修饰 πεῖραν 的说明性/客观属格。
