- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:27.1-27.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在汉尼拔蹂躏意大利之际,保民官比布卢斯指控马尔凯鲁斯怯战并企图夺其兵权,但马尔凯鲁斯在显赫公民们的有力辩护下洗清罪名,并当选为第五任执政官。
ὁ δὲ Ἀννίβας ὡς ἀπέρρηξεν ἑαυτὸν τοῦ Μαρκέλλου, χρώμενος ὥσπερ λελυμένῳ τῷ στρατεύματι, πᾶσαν ἀδεῶς ἐν κύκλῳ περιϊὼν ἔφλεγε τὴν Ἰταλίαν καὶ κακῶς ἤκουσεν1 ἐν Ῥώμῃ Μάρκελλος, οἱ δὲ ἐχθροὶ Πουβλίκιον Βίβλον, ἕνα τῶν δημάρχων, ἀνέστησαν ἐπὶ τὴν κατηγορίαν αὐτοῦ, δεινὸν εἰπεῖν ἄνδρα καὶ βίαιον·
然而,汉尼拔一旦摆脱了马尔凯鲁斯,便如同军队解除了束缚一般,毫无畏惧地四处游弋,焚掠整个意大利,而马尔凯鲁斯在罗马的名声则因此受损。其政敌推举保民官之一普布利基乌斯·比布卢斯出面控告他,此人能言善辩且性情激烈。
ὃς πολλάκις συναγαγὼν τὸν δῆμον ἔπειθεν ἄλλῳ παραδοῦναι στρατηγῷ τὴν δύναμιν, ἐπεὶ Μάρκελλος, ἔφη, μικρὰ τῷ πολέμῳ προσγεγυμνασμένος ὥσπερ ἐκ παλαίστρας ἐπὶ θερμὰ λουτρὰ θεραπεύσων ἑαυτὸν τέτραπται. ταῦτα πυνθανόμενος ὁ Μάρκελλος ἐπὶ μὲν τοῦ στρατοπέδου τοὺς πρεσβευτὰς ἀπέλιπεν, αὐτὸς δὲ πρὸς τὰς διαβολὰς ἀπολογησόμενος εἰς Ῥώμην ἐπανῆλθεν.
他屡次召集民众,力劝将兵权移交另一位将领,“因为马尔凯鲁斯,”他说,“不过在战争中稍作锻炼,便如同刚离摔跤场就直奔温水浴场一般,跑去休养自身了。” 马尔凯鲁斯得知此事后,把副官们留在军营,自己则返回罗马以申辩反驳这些诽谤。
ἐκ δὲ τῶν διαβολῶν ἐκείνων δίκην εὗρε παρεσκευασμένην ἐφʼ αὑτόν, ἡμέρας οὖν ὁρισθείσης καὶ τοῦ δήμου συνελθόντος εἰς τὸν Φλαμίνιον ἱππόδρομον, ὁ μὲν Βίβλος ἀναβὰς κατηγόρησεν, ὁ δὲ Μάρκελλος ἀπελογεῖτο, βραχέα μὲν καὶ ἁπλᾶ διʼ ἑαυτοῦ, πολλὴν δὲ καὶ λαμπρὰν οἱ δοκιμώτατοι καὶ πρῶτοι τῶν πολιτῶν παρρησίαν ἦγον, παρακαλοῦντες μὴ χείρονας τοῦ πολεμίου κριτὰς φανῆναι δειλίαν Μαρκέλλου καταψηφισαμένους,2 ὃν μόνον φεύγει τῶν ἡγεμόνων ἐκεῖνος καὶ διατελεῖ τούτῳ μὴ μάχεσθαι3 στρατηγῶν, ὡς τοῖς ἄλλοις μάχεσθαι.
而因那些诽谤,他发现针对自己的一场审判已被备妥。于是在指定之日,民众汇聚于弗拉米尼乌斯竞技场,比布卢斯登台发难,马尔凯鲁斯则亲自作了简明朴素的答辩;然而最为知名、身居首位的公民们更是大张其辞、极尽坦言,恳请民众切莫判定马尔凯鲁斯怯懦有罪而表现得不如敌人更具眼力,毕竟马尔凯鲁斯是敌方在诸将中唯独避忌的人,且敌方用兵一直旨在避免与他交战,正如〔用兵旨在〕与其他将领交战那般。
ῥηθέντων δὲ τῶν λόγων τούτων τοσοῦτον ἡ τῆς δίκης ἐλπὶς ἐψεύσατο τὸν κατήγορον ὥστε μὴ μόνον ἀφεθῆναι τῶν αἰτιῶν τὸν Μάρκελλον, ἀλλὰ καὶ τὸ πέμπτον ὕπατον ἀποδειχθῆναι.
这些话语陈述之后,控告者对审判的期望大落其空,以至于马尔凯鲁斯不仅洗清了一切指控,更第五次被任命为执政官。
- 27.1κακῶς ἤκουσεν
动词 ἀκούω 与副词连用时具有被动含义,表示“被说成……、获得……名声”(相当于拉丁语的 male audire)。此处主语为 Μάρκελλος,意为“马尔凯鲁斯的名声变坏/受损”。
- 27.3δειλίαν Μαρκέλλου καταψηφισαμένους
动词 καταψηφίζομαι 支配由人的属格(Μαρκέλλου)和罪名的宾格(δειλίαν)构成的双重格结构。分词 καταψηφισαμένους 与不定式 φανῆναι 的逻辑主语(充当审判者的民众)一致,意为“通过裁定马尔凯鲁斯怯懦有罪”。
- 27.3διατελεῖ τούτῳ μὴ μάχεσθαι στρατηγῶν, ὡς τοῖς ἄλλοις μάχεσθαι
主动词 διατελεῖ 支配补充性分词 στρατηγῶν(“持续运筹用兵”)。不定式短语 μὴ μάχεσθαι τούτῳ 表示用兵的目的,与随后的 ὡς τοῖς ἄλλοις μάχεσθαι(承前省 στρατηγεῖ,意为“正如〔运用军略〕以求与其他将领交战那般”)相对比,构成“一直运用军略以求不与此人交战,正如〔运用军略〕以求与其他将领交战那般”的结构。
