← 普鲁塔克

马塞卢斯传

§26.1-26.4

击退战象与对汉尼拔的雪耻之战

马尔凯鲁斯之军整军重战以雪前耻,汉尼拔动用战象却被罗马军的反击和骑兵突击所破,两军伤亡巨大,汉尼拔趁夜退兵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

ἅμα δὲ ἡμέρᾳ προὔκειτο μὲν ὁ φοινικοῦς χιτὼν, ὡς εἴωθε, μάχης ἐσομένης σύμβολον, αἱ δὲ ἠτιμασμέναι σπεῖραι τὴν πρώτην αὐταὶ δεηθεῖσαι τάξιν ἐλάμβανον, τὴν δὲ ἄλλην ἐξάγοντες οἱ χιλίαρχοι στρατιὰν παρενέβαλλον, ἀκούσας δὲ ὁ Ἀννίβας, ὦ Ἡράκλεις, εἶπε, τί χρήσεταί τις ἀνθρώπῳ μήτε τὴν χείρονα τύχην μήτε τὴν βελτίονα φέρειν εἰδότι; μόνος γὰρ οὗτος οὔτε νικῶν δίδωσιν ἀνάπαυσιν οὔτε λαμβάνει νικώμενος, ἀλλʼ ἀεὶ μαχησόμεθα πρὸς τοῦτον, ὡς ἔοικεν, ᾧ τοῦ τολμᾶν ἀεὶ καὶ τὸ θαρρεῖν εὐτυχοῦντι καὶ σφαλλομένῳ τὸ αἰδεῖσθαι πρόφασίς ἐστιν.1 ἐκ τούτου συνῄεσαν αἱ δυνάμεις· καὶ τῶν ἀνδρῶν ἴσα φερομένων2 ἐκέλευσεν Ἀννίβας τὰ θηρία καταστήσαντας εἰς πρώτην τάξιν ἐπάγειν τοῖς ὅπλοις τῶν Ῥωμαίων, ὠθισμοῦ δὲ μεγάλου καὶ ταραχῆς εὐθὺς ἐν τοῖς πρώτοις γενομένης, εἷς τῶν χιλιάρχων ὄνομα Φλάβιος ἀναρπάσας σημαίαν ὑπηντίαζε καὶ τῷ στύρακι τὸν πρῶτον ἐλέφαντα τύπτων ἀπέστρεφεν.

拂晓时分,营中照例悬出了深红色的外袍,作为即将交战的信号;受辱的大队主动请缨,占据了前列的位置,军事护民官们则率领其余军力出营,列成战阵。汉尼拔听闻后说道: “凭赫拉克勒斯起誓! 对于一个既不知如何承受劣势之运,又不知如何承受顺势之运的人,人们究竟该拿他怎么办呢?因为唯独这个人,既在取胜时不给休整,又在战败时不肯休整;看来我们倒要永远同这个人厮杀下去了,对他而言,交好运时志得意满,受挫折时心怀耻辱,总能成为他行险逞勇的由头。” 随后两军展开交锋。当兵士们旗鼓相当、僵持不下时,汉尼拔下令将战象布置在第一列,驱赶它们冲击罗马人的军阵。前线队伍中立即爆发了剧烈的拥挤和混乱,其中一位名叫弗拉维乌斯的军事护民官夺过一面军旗迎上前去,用〔旗〕杆底端的铁尖猛击领头的大象,使其调头折返。

§26.3

ὁ δὲ ἐμβαλὼν εἰς τὸν ὀπίσω συνετάραξε καὶ τοῦτον καὶ τοὺς ἐπιφερομένους, κατιδὼν δὲ τοῦτο Μάρκελλος ἐκέλευσε τοὺς ἱππεῖς ἐλαύνειν ἀνὰ κράτος πρὸς τὸ θορυβούμενον καὶ ποιεῖν ἔτι μᾶλλον αὑτοῖς περιπετεῖς3 τοὺς πολεμίους, οὗτοί τε δὴ λαμπρῶς ἐμβαλόντες ἀνέκοπτον ἄχρι τοῦ στρατοπέδου τοὺς Καρχηδονίους, καὶ τῶν θηρίων τὰ κτεινόμενα καὶ πίπτοντα τὸν πλεῖστον αὐτῶν φόνον ἀπειργάζετο.

这头象冲撞了身后的战象,使得它以及随后的象群皆陷入混乱;马尔凯鲁斯看准这一局势,下令骑兵全速冲向动乱之处,让敌人自身更加自相践踏毁灭。骑兵们勇猛冲杀,一路将迦太基人击退至营寨跟前,而被斩杀和倒地的大象则造成了迦太基人绝大部分的死伤。

§26.4

λέγονται γὰρ ὑπὲρ ὀκτακισχιλίους ἀποθανεῖνῬωμαίων δὲ νεκροὶ μὲν ἐγένοντο τρισχίλιοι, τραυματίαι δὲ ὀλίγου δεῖν ἅπαντες. καὶ τοῦτο παρέσχεν Ἀννίβᾳ καθʼ ἡσυχίαν ἀναστάντι νυκτὸς ἆραι πορρωτάτω τοῦ Μαρκέλλου. διώκειν γὰρ οὐκ ἦν δυνατὸς ὑπὸ πλήθους τῶν τετρωμένων, ἀλλὰ κατὰ σχολὴν εἰς Καμπανίαν ἀνέζευξε, καὶ τὸ θέρος ἐν Σινοέσσῃ διῆγεν ἀναλαμβάνων τοὺς στρατιώτας.

据说迦太基人阵亡逾八千之众;而罗马方面战死三千人,几乎全员负伤。这也使汉尼拔得以在夜间从容起拔,退缩到距马尔凯鲁斯极远之地。因为马尔凯鲁斯受制于伤兵众多而无法追击,只得从容移军至坎帕尼亚,并在西努埃萨度过夏日,以休养将士。

语法注3 条
  1. 26.2ᾧ τοῦ τολμᾶν ἀεὶ καὶ τὸ θαρρεῖν εὐτυχοῦντι καὶ σφαλλομένῳ τὸ αἰδεῖσθαι πρόφασίς ἐστιν

    关系从句以领有与格 ᾧ(先行词为 οὗτος)为主干。主语是由两个平行的冠词不定词短语构成的并列结构:即 τὸ θαρρεῖν εὐτυχοῦντι(“处于顺境者心怀自信”)与 σφαλλομένῳ τὸ αἰδεῖσθαι(“受挫折者感到耻辱”),其中的与格分词 εὐτυχοῦντι 和 σφαλλομένῳ 表明处于该状态中的主体。表语为 πρόφασις,并受属格动名词短语 τοῦ τολμᾶν ἀεί(“不断逞勇冒险的由头”)所修饰。

  2. 26.2τῶν ἀνδρῶν ἴσα φερομένων

    属格独立结构。动词中动/被动态搭配中性复数副词性宾格 ἴσα 构成的惯用短语 ἴσα φέρεσθαι,意为“旗鼓相当”、“势均力敌”,此处用以指双方步兵交战处于胶着平衡状态。

  3. 26.3αὑτοῖς περιπετεῖς

    形容词 περιπετής(“倾覆的”、“自投罗网的”、“招致祸患的”)支配与格反身代词 αὑτοῖς,表示使敌人“自身彼此招致灾难/自相践踏毁灭”,具体指战象倒戈践踏迦太基人自身阵列的情形。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:26.1-26.4