- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:25.1-25.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马尔凯鲁斯任命富尔维乌斯为独裁官并连任资深执政官,负责牵制汉尼拔以配合费边进攻塔林敦;但他在卡努西乌姆战役中因临阵调动失策而败北,战后他严厉斥责部下并命令次日再战。
ἐπεὶ δὲ ἐλθὼν ἀπὸ τῆς Σικελίας ὁ τοῦ Μαρκέλλου συνάρχων ἕτερον ἐβούλετο λαβεῖν δικτάτορα, καὶ βιασθῆναι παρὰ γνώμην μὴ βουλόμενος ἐξέπλευσε νυκτὸς εἰς Σικελίαν, οὕτως ὁ μὲν δῆμος ὠνόμασε δικτάτορα Κόϊντον Φούλβιον, ἡ βουλὴ δʼ ἔγραψε Μαρκέλλῳ κελεύουσα τοῦτον εἰπεῖν. ὁ δὲ πεισθεὶς ἀνεῖπε καὶ συνεπεκύρωσε τοῦ δήμου τὴν γνώμην, αὐτὸς δὲ πάλιν ἀνθύπατος εἰς τοὐπιὸν ἀπεδείχθη.
然而,当马尔凯鲁斯的执政官同僚从西西里归来后,却想另立他人为独裁官;因不愿违背自己的意愿被迫从命,他竟在夜间乘船逃往西西里。于是民众推举昆图斯·富尔维乌斯为独裁官,元老院则致信马尔凯鲁斯,命令他任命此人。他遵命宣告任命,从而批准了民众的决定,而他自己则再次被任命为下一年的资深执政官。
συνθέμενος δὲ πρὸς Φάβιον Μάξιμον ὅπως ἐκεῖνος μὲν ἐπιχειρῇ Ταραντίνοις, αὐτὸς δὲ συμπλεκόμενος καὶ περιέλκων Ἀννίβαν ἐμποδὼν ᾖ τοῦ βοηθεῖν πρὸς ἐκεῖνον,1 ἐπέβαλε περὶ Κανύσιον, καὶ πολλὰς ἀλλάσσοντι στρατοπεδείας καὶ φυγομαχοῦντι πανταχόθεν ἐπεφαίνετο, τέλος δʼ ἱδρυνθέντα προσκείμενος ἐξανίστη τοῖς ἀκροβολισμοῖς.
他与费边·马克西穆斯约定,由后者进攻塔林敦,而他自己则通过与汉尼拔交锋并牵制他,阻止他前往增援。于是他进军至卡努西乌姆一带;汉尼拔频频变换营地、避战不决,他却处处迎头现身,最后趁汉尼拔驻扎下来时紧逼其军,以散兵战迫使其出动。
ὁρμήσαντος δὲ μάχεσθαι δεξάμενος ὑπὸ νυκτὸς διελύθη· καὶ μεθʼ ἡμέραν αὖθις ἐν τοῖς ὅπλοις ἑωρᾶτο τὸν στρατὸν ἔχων παρατεταγμένον, ὥστε τὸν Ἀννίβαν περιαλγῆ γενόμενον τοὺς Καρχηδονίους ἀθροῖσαι καὶ δεηθῆναι τὴν μάχην ἐκείνην ὑπὲρ πασῶν ἀγωνίσασθαι τῶν ἔμπροσθεν. ὁρᾶτε γὰρ, εἶπεν, ὡς οὐδὲ ἀναπνεῦσαι μετὰ νίκας τοσαύτας οὐδὲ σχολὴν ἄγειν κρατοῦσιν ἡμῖν ἔστιν, εἰ μὴ τοῦτον ὠσαίμεθα τὸν ἄνθρωπον.2
汉尼拔决心迎战,马尔凯鲁斯接战,但两军因夜幕降临而罢兵;到了次日,他又被看到全副武装地率军列阵以待,以致汉尼拔深感焦灼,遂召集迦太基将士,恳求他们在这场战斗中为了以往的所有战斗而奋战。 “因为你们看到,”他说,“在取得了如此多的胜利之后,即便身处胜势,除非我们打退这个人,否则我们连喘息和休整的机会都没有。”
ἐκ τούτου συμβαλόντες ἐμάχοντο. καὶ δοκεῖ παρὰ τὸ ἔργον ἀκαίρῳ στρατηγήματι χρώμενος ὁ Μάρκελλος σφαλῆναι. τοῦ γὰρ δεξιοῦ πονοῦντος ἐκέλευσεν ἓν τῶν ταγμάτων εἰς τοὔμπροσθεν προελθεῖν ἡ δὲ μετακίνησις αὕτη ταράξασα τοὺς μαχομένους παρέδωκε τὸ νίκημα τοῖς πολεμίοις, ἑπτακοσίων ἐπὶ δισχιλίοις3 Ῥωμαίων πεσόντων.
随后两军交锋恶战。看来马尔凯鲁斯在交战中因使用了一招不合时宜的战术而招致失利。原来,在右翼陷入苦战时,他命令其中一个军团向前推进;但这番调动反而使正在厮杀的士兵阵脚大乱,将胜利拱手让给了敌人,罗马人阵亡达两千七百之众。
ἀναχωρήσας δὲ ὁ Μάρκελλος εἰς τὸν χάρακα καὶ συναγαγὼν τὸν στρατόν, ὁρᾶν ἔφη Ῥωμαίων ὅπλα πολλὰ καὶ σώματα, Ῥωμαῖον δὲ μηδένα ὁρᾶν. αἰτουμένων δὲ συγγνώμην οὐκ ἔφη διδόναι νενικημένοις, ἐὰν δὲ νικήσωσι, δώσειν αὔριον δὲ μαχεῖσθαι πάλιν, ὅπως οἱ πολῖται τὴν νίκην πρότερον ἢ τὴν φυγὴν ἀκούσωσι.
马尔凯鲁斯撤回营寨,召集全军,说道自己看到了许多罗马人的武器和躯体,却没有看到一个罗马人。当士兵们请求宽恕时,他说绝不给战败者以宽恕,唯有他们取胜时方可给予,并宣布明日将再度出战,好让公民们在听到溃退的消息之前先听到胜利的喜讯。
διαλεχθεὶς δὲ ταῦτα, προσέταξε ταῖς ἡττημέναις σπείραις ἀντὶ πυρῶν κριθὰς μετρῆσαι. διʼ ἃ πολλῶν ἀπὸ τῆς μάχης ἐπικινδύνως καὶ πονήρως ἐχόντων οὐδένα φασὶν ὃν οἱ Μαρκέλλου λόγοι τῶν τραυμάτων οὐχὶ μᾶλλον ἤλγυναν.4
这番训话完毕后,他命令给那些受挫的大队配发大麦代替小麦。因此,尽管许多人在战斗中负伤濒危、痛苦不堪,但据说没有一个人不觉得马尔凯鲁斯的话比身上的伤口更为刺痛。
- 25.2ἐμποδὼν ᾖ τοῦ βοηθεῖν πρὸς ἐκεῖνον
带冠词的不定式属格 τοῦ βοηθεῖν 作表示阻碍的短语 ἐμποδὼν ᾖ 的补足语,表示所阻碍的动作(阻碍其前去救援),属于阻止或阻碍类表达后常见的夺格性/分离属格用法。
- 25.3εἰ μὴ τοῦτον ὠσαίμεθα τὸν ἄνθρωπον
条件从句使用了祈愿语气(ὠσαίμεθα),而主句则是直陈语气现在时(οὐδὲ... ἔστιν),构成混合条件句。主句陈述当下的客观现实,而条件从句则以祈愿语气表达将来潜在的设想(若未能击退此人)。
- 25.4ἑπτακοσίων ἐπὶ δισχιλίοις
数词惯用表达,介词 ἐπί 加与格表示在原有数量上的累加(“两千之上加七百”),即 2700 人。
- 25.6οὐδένα φασὶν ὃν οἱ Μαρκέλλου λόγοι τῶν τραυμάτων οὐχὶ μᾶλλον ἤλγυναν
双重否定句式(οὐδένα ... οὐχὶ ... ἤλγυναν),表达强烈的肯定:“没有人不觉得马尔凯鲁斯的话比伤口更让人痛苦”,即所有人都感到其斥责比肉体创伤更难忍受。属格 τῶν τραυμάτων 作比较级副词 μᾶλλον 的比较对象(比较属格)。
