← 普鲁塔克

马塞卢斯传

§24.1-24.7

主动进击汉尼拔与元老院的倚重

马尔凯鲁斯打破坎奈之后的拖延避战策略,主动进击汉尼拔并与其激烈交锋,在多次前哨战中占优,因而深得元老院倚重。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

τοὐντεῦθεν ἤδη τρέπεται πρὸς Ἀννίβαν. καὶ τῶν ἄλλων ὑπάτων καὶ ἡγεμόνων σχεδὸν ἁπάντων μετὰ τὰ ἐν Κάνναις ἑνὶ στρατηγήματι τῷ φυγομαχεῖν χρωμένων ἐπὶ τὸν ἄνδρα, παρατάττεσθαι δὲ καὶ συμπλέκεσθαι μηδενὸς τολμῶντος, αὐτὸς ἐπὶ τὴν ἐναντίαν ὥρμησεν ὁδόν, οἰόμενος τῷ δοκοῦντι καταλύειν Ἀννίβαν χρόνῳ πρότερον ἐκτριβεῖσαν ὑπʼ ἐκείνου λήσεσθαι τὴν Ἰταλίαν,1 καὶ τὸν Φάβιον ἀεὶ τῆς ἀσφαλείας ἐχόμενον οὐ καλῶς ἔχειν ἰᾶσθαι τὸ νόσημα τῆς πατρίδος, περιμένοντα τῇ ῥώμῃ μαραινομένῃ συναποσβῆναι τὸν πόλεμον, ὥσπερ ἰατρῶν τοὺς ἀτόλμους καὶ δειλοὺς πρὸς τὰ βοηθήματα, τῆς νόσου παρακμὴν τὴν τῆς δυνάμεως ἐξανάλωσιν ἡγουμένους.

从此,马尔凯鲁斯便转而专注于对付汉尼拔。在坎奈之役后,几乎所有其他执政官和将领在面对汉尼拔时,都采取了避战自守这一单一策略,无一人敢于列阵迎战或正面交锋;唯独他自己却毅然踏上了完全相反的道路。因为他认为,在人们以为能耗尽汉尼拔的时间里,意大利反而会不知不觉先被他彻底耗尽;而法比乌斯一味固守稳妥之道,指望着战争随着国力的衰退而一同熄灭,这绝非治疗祖国顽疾的良策——正如那些在用药上畏手畏脚、怯弱无能的医者,竟将病人体力的耗竭误视作病势的缓解。

§24.3

πρῶτον μὲν οὖν τὰς Σαυνιτικὰς πόλεις μεγάλας ἀφεστώσας ἑλών, σῖτόν τε πολὺν ἀποκείμενον ἐν αὐταῖς καὶ χρήματα καὶ τοὺς φυλάσσοντας Ἀννίβου στρατιώτας τρισχιλίους ὄντας ἔλαβεν ἔπειτα τοῦ Ἀννίβου Φούλβιον Γναῖον ἀνθύπατον ἐν Ἀπουλίᾳ, κατακτείναντος μὲν αὐτὸν σὺν ἕνδεκα χιλιάρχοις, κατακόψαντος δὲ τῆς στρατιᾶς τὸ πλεῖστον, ἔπεμψεν εἰς Ῥώμην γράμματα τοὺς πολίτας παρακαλῶν θαρρεῖν αὐτὸς γὰρ ἤδη βαδίζειν ὡς ἀφέλοιτο τὴν χαρὰν Ἀννίβου.

于是,他首先攻克了叛乱的几座萨谟奈大城,缴获了其中储存的大量粮食和钱财,并俘获了汉尼拔留守城中的三千名士兵。随后,当汉尼拔在阿普利亚击杀了资深执政官格奈乌斯·富尔维乌斯以及十一名军团保民官、歼灭了其军队的大半时,马尔凯鲁斯向罗马致信,勉励公民们振作勇气,宣称自己已经出征,必将夺去汉尼拔的得意之色。

§24.4

καὶ ταῦτα μὲν ὁ Λίβιός φησιν ἀναγνωσθέντα τὰ γράμματα μὴ τῆς λύπης ἀφελεῖν, ἀλλὰ τῷ φόβῳ προσθεῖναι, τῶν Ῥωμαίων μεῖζον ἡγουμένων τοῦ γεγονότος τὸ κινδυνευόμενον ὅσῳ Φουλβίου κρείττων ἦν Μάρκελλος2 ὁ δέ, ὥσπερ ἔγραψεν, εὐθὺς Ἀννίβαν διώκων εἰς τὴν Λευκανίαν ἐνέβαλε, καὶ περὶ πόλιν Νομίστρωνα καθήμενον ὑπὲρ λόφων ὀχυρῶν καταλαβών αὐτὸς ἐν τῷ πεδίῳ κατεστρατοπέδευσε.

李维记述道,这封信在宣读之后,不仅未能减轻众人的悲痛,反而增添了恐惧;因为罗马人认为,面临危险的人所代表的份量,比已经蒙受的损失更为巨大,其悬殊程度正与马尔凯鲁斯之优于富尔维乌斯相当。然而马尔凯鲁斯正如信中所言,随即紧追汉尼拔攻入卢卡尼亚;在探知汉尼拔驻扎在诺米斯特龙城周围坚固的丘陵之上后,他自己在平原上扎下营垒。

§24.5

τῇ δʼ ὑστεραίᾳ πρότερος εἰς μάχην παρατάξας τὸ στράτευμα καταβάντος Ἀννίβου, συνέβαλε μάχην κρίσιν οὐ λαβοῦσαν, ἰσχυρὰν δὲ καὶ μεγάλην γενομένην ἀπὸ γὰρ ὥρας τρίτης συμπεσόντες ἤδη σκότους μόλις διελύθησαν. ἅμα δʼ ἡμέρᾳ προαγαγὼν αὖθις τὸ στράτευμα παρέταξε διὰ τῶν νεκρῶν καὶ προὐκαλεῖτο διαγωνίσασθαι περὶ τῆς νίκης τὸν Ἀννίβαν.

次日,他率先将部队列成战斗阵形,当汉尼拔从山丘上走下时,双方展开了一场未决胜负、却极其激烈而浩大的恶战;因为两军从第三时课便正面交锋,直到天色已暗才勉强罢兵。拂晓时分,他再次引军出营,列阵于陈尸之间,向汉尼拔挑战以决雌雄。

§24.6

ἀναζεύξαντος δὲ ἐκείνου σκυλεύσας τοὺς πολεμίους νεκροὺς καὶ θάψας τοὺς φίλους ἐδίωκεν αὖθις· καὶ πολλὰς μὲν ὑφέντος ἐνέδρας οὐδεμιᾷ περιπεσών, ἐν δὲ πᾶσι τοῖς ἀκροβολισμοῖς πλεῖον ἔχων ἐθαυμάζετο. διὸ καὶ τῶν ἀρχαιρεσίων ἐπειγόντων ἔδοξε τῇ βουλῇ μᾶλλον ἐκ Σικελίας τὸν ἕτερον ἀπάγειν ὕπατον ἢ Μάρκελλον Ἀννίβᾳ συνηρτημένον κινεῖν, ἐλθόντα δʼ ἐκέλευεν εἰπεῖν δικτάτορα Κόϊντον Φούλβιον.

见汉尼拔拔营撤退,他便剥取敌军尸体的战利品,掩埋己方战死者,再度尾随追击。尽管汉尼拔屡设伏兵,他却未曾中伏一次,并且在所有散兵前哨战中皆占上风,赢得了众人的赞叹。因此,在执政官选举迫在眉睫之际,元老院认为与其调离与汉尼拔难解难分的马尔凯鲁斯,不如从西西里召回另一位执政官;并下令那位执政官抵达后,推选昆图斯·富尔维乌斯为独裁官。

§24.7

ὁ γὰρ δικτάτωρ οὐκ ἔστιν ὑπὸ τοῦ πλήθους οὐδὲ τῆς βουλῆς αἱρετός, ἀλλὰ τῶν ὑπάτων τις ἢ τῶν στρατηγῶν προελθὼν εἰς τὸν δῆμον ὃν αὐτῷ δοκεῖ λέγει δικτάτορα,3 καὶ διὰ τοῦτο δικτάτωρ ὁ ῥηθεὶς καλεῖται· τὸ γὰρ λέγειν δίκερε Ῥωμαῖοι καλοῦσιν ἔνιοι δὲ τὸν δικτάτορα τῷ μὴ προτιθέναι ψῆφον ἢ χειροτονίαν, ἀλλʼ ἀφʼ αὑτοῦ τὰ δόξαντα προστάττειν καὶ λέγειν οὕτως ὠνομάσθαι καὶ γὰρ τὰ διαγράμματα τῶν ἀρχόντων Ἕλληνες μὲν διατάγματα, Ῥωμαῖοι δὲ ἔδικτα προσαγορεύουσιν.

因为独裁官并非由民众或元老院选举产生,而是由某位执政官或裁判官走到民众面前,口头宣布他所中意的人为独裁官,因而被指定者被称为“独裁官”——因为罗马人将“说出/宣告”称为 *dicere*。但也有人认为,独裁官之所以得名,是因为他无须付诸投票或举手表决,而是全凭自身意志下令并宣告;事实上,长官的告示希腊人称为 *diatagmata*,而罗马人则称为 *edicta*。

语法注3 条
  1. 24.2πρότερον ἐκτριβεῖσαν ὑπʼ ἐκείνου λήσεσθαι τὴν Ἰταλίαν

    动词 λανθάνω 的将来时不定式 λήσεσθαι 与被动不定过去时分词 ἐκτριβεῖσαν 构成补充补足语结构。该句型表示“不知不觉/在无意识中发生某事”,此处指马尔凯鲁斯担忧,在消磨汉尼拔的时间里,意大利反而会在此之前(πρότερον)不知不觉被汉尼拔先彻底耗尽。

  2. 24.4τῶν Ῥωμαίων μεῖζον ἡγουμένων τοῦ γεγονότος τὸ κινδυνευόμενον ὅσῳ Φουλβίου κρείττων ἦν Μάρκελλος

    属格独立结构内部包含着一个比较句(τῶν Ῥωμαίων μεῖζον ἡγουμένων...)。动词 ἡγουμένων 统辖主语性宾格 τὸ κινδυνευόμενον(“面临危险的事物/人”)以及宾格补足语 μεῖζον(“更大”),τοῦ γεγονότος 为比较属格(“比已经发生的事”)。ὅσῳ 为表示程度差异的与格,意为“正如马尔凯鲁斯胜过富尔维乌斯的那般幅度”。

  3. 24.7ὃν αὐτῷ δοκεῖ λέγει δικτάτορα

    动词 λέγει 在此处支配双重宾格:关系代词 ὃν 作直接宾语,δικτάτορα 作宾语补足语,意为“宣布/指定他认为合适的人为独裁官”。正如普鲁塔克在后文中所解释的,这对应于拉丁语 dicere(宣告、指名)的官职任命用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:24.1-24.7