- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:23.1-23.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马尔凯鲁斯第四次出任执政官期间,面对叙拉古人的控告,他走下高座作为普通公民出庭自辩;胜诉后他宽恕了叙拉古人,并继续庇护该城。
τοῦ δὲ Μαρκέλλου τὸ τέταρτον ὑπατεύοντος οἱ ἐχθροὶ τοὺς Συρακουσίους ἀνέπεισαν εἰς Ῥώμην ἀφικομένους κατηγορεῖν καὶ καταβοᾶν πρὸς τὴν σύγκλητον ὡς δεινὰ καὶ παράσπονδα πεπονθότας. ἔτυχε μὲν οὖν ἐν Καπιτωλίῳ θυσίαν τινὰ συντελῶν ὁ Μάρκελλος· ἔτι δὲ συγκαθεζομένῃ τῇ γερουσίᾳ τῶν Συρακουσίων προσπεσόντων καὶ δεομένων λόγου τυχεῖν καὶ δίκης, ὁ μὲν συνάρχων ἐξεῖργεν αὐτούς, ἀγανακτῶν ὑπὲρ τοῦ Μαρκέλλου μὴ παρόντος, ὁ δὲ Μάρκελλος εὐθὺς ἧκεν ἀκούσας, καὶ πρῶτον μὲν ἐπὶ τοῦ δίφρου καθίσας ὡς ὕπατος ἐχρημάτιζεν, ἔπειτα, τῶν ἄλλων τέλος ἐχόντων, καταβὰς ἀπὸ τοῦ δίφρου καὶ καταστὰς ὥσπερ ἰδιώτης εἰς τὸν τόπον ἐν ᾧ λέγειν εἰώθασιν οἱ κρινόμενοι, τοῖς Συρακουσίοις ἐλέγχειν αὑτὸν παρεῖχεν.
当马尔凯鲁斯第四次担任执政官时,政敌们唆使叙拉古人前往罗马,向元老院控告并声讨他,声称自己遭受了可怕而背信弃义的对待。当时马尔凯鲁斯恰好在卡皮托利乌姆主持一场祭祀;在元老院仍在开会之际,叙拉古人冲了进来,请求获得发言和申冤的机会,其同僚执政官因马尔凯鲁斯不在场而感到愤慨,试图将他们驱逐出去。然而马尔凯鲁斯一闻讯便立即赶到,首先作为执政官端坐于高座上处理政务;随后,在其他事务结束之后,他走下高座,像普通公民一样立于受审者惯常发言之处,任由叙拉古人对他进行质问控辩。
οἱ δὲ δεινῶς μὲν συνεταράχθησαν πρὸς τὸ ἀξίωμα καὶ τὸ πεποιθὸς τοῦ ἀνδρός, καὶ τὸ ἐν τοῖς ὅπλοις ἀνυπόστατον ἔτι μᾶλλον ἐν τῇ περιπορφύρῳ φοβερὸν ἡγοῦντο καὶ δυσαντίβλεπτον. οὐ μὴν ἀλλὰ καὶ παραθαρρυνόντων αὐτοὺς τῶν διαφερομένων πρὸς τὸν Μάρκελλον ἤρξαντο τῆς κατηγορίας καὶ διεξῆλθον ὀλοφυρμῷ τινι μεμιγμένην δικαιολογίαν, ἧς ἦν τὸ κεφάλαιον ὅτι σύμμαχοι καὶ φίλοι Ῥωμαίοις ὄντες πεπόνθασιν ἃ πολλοῖς τῶν πολεμίων ἕτεροι στρατηγοὶ μὴ παθεῖν ἐχαρίσαντο. πρὸς ταῦτα ὁ Μάρκελλος ἔλεγεν ὡς ἀντὶ πολλῶν ὧν δεδράκασι Ῥωμαίους κακῶς οὐδὲν πεπόνθασι, πλὴν ἃ πολέμῳ καὶ κατὰ κράτος ἁλόντας ἀνθρώπους κωλῦσαι παθεῖν οὐ δυνατόν ἐστιν, οὕτω δὲ ἁλῶναι διʼ αὑτούς, πολλὰ προκαλουμένῳ πεισθῆναι μὴ ἐθελήσαντας.
叙拉古人被此人的威严与自信彻底震撼,觉得在武装披挂时不可抵挡的他,在披着紫边托加袍时更加令人畏惧、更难以正视。尽管如此,在马尔凯鲁斯的反对者们的鼓动下,他们还是开始了控告,并发表了一通杂糅着哀诉的辩词。其要点在于:他们本是罗马人的盟友和朋友,却遭受了连其他将领对许多敌人都宽宥免除的厄运。对此,马尔凯鲁斯回应道:比起他们对罗马人犯下的诸多恶行,他们并未遭受什么,唯有人们在战争中被武力攻破时无法阻止其遭受的灾祸除外;而他们之所以落得如此下场,全由他们自己造成,因为他们不肯听从他多次提出的和解条件。
οὐ γὰρ ὑπὸ τῶν τυράννων πολεμῆσαι βιασθέντας, ἀλλὰ κἀκείνους ἐπὶ τῷ πολεμεῖν ἑλέσθαι τυράννους.1 λεχθέντων δὲ τῶν λόγων καὶ μεθισταμένοις, ὥσπερ εἴωθεν, ἐκ τῆς βουλῆς τοῖς Συρακουσίοις συνεξῆλθε Μάρκελλος, ἐπὶ τῷ συνάρχοντι ποιησάμενος τὴν σύγκλητον,2 καὶ πρὸ τῶν θυρῶν τοῦ βουλευτηρίου διέτριβεν, οὔτε φόβῳ διὰ τὴν δίκην οὔτε θυμῷ πρὸς τοὺς Συρακουσίους τοῦ συνήθους μεταβαλὼν καταστήματος, ἀλλὰ πρᾴως πάνυ καὶ κοσμίως τὸ τῆς δίκης τέλος ἐκδεχόμενος.
因为他们并非被僭主强迫参战,而是为了发动战争甚至将那些人选立为僭主。言毕,在叙拉古人依惯例退出元老院之际,马尔凯鲁斯亦与他们一同退出,将元老院会议托付给同僚主持,并在议事厅门前停留,既未因对审判的恐惧,亦未因对叙拉古人的愤怒而改变平素的神态,而是极为温和且体统齐整地等候裁判的结果。
ἐπεὶ δὲ διηνέχθησαν αἱ γνῶμαι καὶ νικῶν ἀπεδείχθη, προσπίπτουσιν αὐτῷ οἱ Συρακούσιοι, μετὰ δακρύων δεόμενοι τὴν ὀργὴν εἰς αὐτοὺς ἀφεῖναι τοὺς παρόντας, οἰκτεῖραι δὲ τὴν ἄλλην πόλιν μεμνημένην ὧν ἔτυχεν ἀεὶ καὶ χάριν ἔχουσαν. ἐπικλασθεὶς οὖν ὁ Μάρκελλος τούτοις τε διηλλάγη, καὶ τοῖς ἄλλοις Συρακουσίοις ἀεί τι πράττων ἀγαθὸν διετέλει.
当计票结束、裁定他获胜之后,叙拉古人伏倒在他脚下,流着泪恳求他将怒气宣泄在在场的他们自己身上,而怜悯城中其余始终铭记并感恩所获恩惠的人民。马尔凯鲁斯心生恻隐,遂与他们讲和,并在往后的岁月里不断为其余叙拉古人谋求福祉。
καὶ τὴν ἐλευθερίαν ἣν ἀπέδωκεν αὐτοῖς, καὶ τοὺς νόμους καὶ τῶν κτημάτων τὰ περιόντα βέβαια παρέσχεν ἡ σύγκλητος, ἀνθʼ ὧν ἄλλας τε τιμὰς ὑπερφυεῖς ἔσχε παρʼ αὐτοῖς, καὶ νόμον ἔθεντο τοιοῦτον,3 ὁπόταν ἐπιβῇ Σικελίας Μάρκελλος ἢ τῶν ἐκγόνων τις αὐτοῦ, στεφανηφορεῖν Συρακουσίους καὶ θύειν τοῖς θεοῖς.
元老院亦确认了他归还给他们的自由、法律以及余下的产业。为此,他不仅从他们那里获得了其他极崇高的荣誉,他们还确立了一条法律:每当马尔凯鲁斯或其后裔踏上西西里的土地,叙拉古人都当头戴花冠向诸神献祭。
- 23.5οὐ γὰρ ὑπὸ τῶν τυράννων πολεμῆσαι βιασθέντας, ἀλλὰ κἀκείνους ἐπὶ τῷ πολεμεῖν ἑλέσθαι τυράννους
接续前文 ἔλεγεν ὡς 的间接引语中的“宾格加不定式”结构。宾格逻辑主语(叙拉古人)统摄分词 βιασθέντας 和不定式 ἑλέσθαι,而 τυράννους 则作为补足语宾格(意为“选立他们为僭主”)。
- 23.5ἐπὶ τῷ συνάρχοντι ποιησάμενος τὴν σύγκλητον
短语 ποιέομαι 接 ἐπί 和与格是习惯用法,意为“置于……的主持/掌握之下,托付给”。指马尔凯鲁斯将元老院会议的议事主持权交由同僚执政官,自己作为当事方暂时退席。
- 23.7ἀνθʼ ὧν ἄλλας τε τιμὰς ὑπερφυεῖς ἔσχε παρʼ αὐτοῖς, καὶ νόμον ἔθεντο τοιοῦτον
由 ἀνθʼ ὧν(“以此作为回报”)引导的主句,通过 τε...καί 并列了两个动作。需注意前后主语的转换:前半句主语为马尔凯鲁斯(ἔσχε),后半句主语转换为叙拉古人(ἔθεντο)。
