- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:22.1-22.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马尔凯鲁斯面对政敌反对,同意在阿尔班山举行大凯旋式而在城内举行小凯旋式(奥瓦);普鲁塔克由此阐述了这一和平仪式的性质与语源,并与斯巴达的战功祭礼作了对比。
ἐνισταμένων δὲ τῶν ἐχθρῶν τῷ Μαρκέλλῳ πρὸς τὸν θρίαμβον, ἐπεὶ καὶ πράξεις τινὲς ὑπολιπεῖς ἦσαν ἔτι περὶ Σικελίαν καὶ φθόνον εἶχεν ὁ τρίτος θρίαμβος, συνεχώρησεν αὐτὸς τὸν μὲν ἐντελῆ καὶ μέγαν εἰς τὸ Ἀλβανὸν ὄρος ἐξελάσαι, τὸν δὲ ἐλάττω καταγαγεῖν εἰς τὴν πόλιν, ὃν εὔαν Ἕλληνες, ὄβαν δὲ Ῥωμαῖοι καλοῦσι.
然而,由于政敌在凯旋式一事上竭力阻挠马尔凯鲁斯,加之西西里尚有部分战事未了,第三次凯旋式亦招致妒忌,他本人遂同意将完整盛大的凯旋游行引向阿尔班山,而将规模较小的那种引入城内;希腊人称这种小型仪式为埃瓦,罗马人则称之为奥瓦。
πέμπει δὲ αὐτὸν οὐκ ἐπὶ τοῦ τεθρίππου βεβηκὼς οὐδὲ δάφνης ἔχων στέφανον οὐδὲ περισαλπιζόμενος, ἀλλὰ πεζὸς ἐν βλαύταις, ὑπʼ αὐλητῶν μάλα πολλῶν, καὶ μυρρίνης στέφανον ἐπικείμενος, ὡς ἀπόλεμος καὶ ἡδὺς ὀφθῆναι μᾶλλον ἢ καταπληκτικός, ὃ καὶ μέγιστον ἐμοὶ τεκμήριόν ἐστι τοῦ τρόπῳ πράξεως, ἀλλὰ μὴ μεγέθει, διωρίσθαι τοὺς θριάμβους1 τὸ παλαιόν.
他举行这一游行时,既未乘上四马战车,亦未佩戴月桂冠,周围更无号角齐鸣,而是穿着软鞋步行,由极其众多的笛手伴奏,头戴香桃木冠,使得他呈现出的风貌宁和亲切而非令人望而生畏;这对我而言,正是古时划分凯旋仪式依据行动的方式而非规模的最大凭据。
οἱ μὲν γὰρ μετὰ μάχης καὶ φόνου τῶν πολεμίων ἐπικρατήσαντες τὸν Ἀρήϊον ἐκεῖνον, ὡς ἔοικε, καὶ φοβερὸν εἰσῆγον, ὥσπερ ἐν τοῖς καθαρμοῖς τῶν στρατοπέδων εἰώθεσαν, δάφνῃ πολλῇ καταστέψαντες τὰ ὅπλα καὶ τοὺς ἄνδρας, τοῖς δὲ πολέμου μὲν μὴ δεηθεῖσι στρατηγοῖς,2 ὁμιλίᾳ δὲ καὶ πειθοῖ καὶ διὰ λόγου πάντα θεμένοις καλῶς, οἷον ἐπιπαιανίσαι τὴν ἀπόλεμον ταύτην καὶ πανηγυρικὴν ἀπεδίδου πομπὴν ὁ νόμος.
因为那些经过与敌军战斗杀戮而克敌制胜者,正如在军营行除衅礼时的惯例那样,看来会用大量月桂枝装饰武器和士卒,引导着那场威严可怖、属于战神的游行入城;但对于那些未曾诉诸战争,而是通过交涉、劝导和言辞平定一切的将领,法律则赐予这等没有战意的欢庆游行,宛如唱着赞歌。
καὶ γὰρ ὁ αὐλὸς εἰρήνης μέρος καὶ τὸ μύρτον Ἀφροδίτης φυτόν, ἣ μάλιστα θεῶν ἀπέχθεται βίᾳ καὶ πολέμοις. ὄβας δʼ οὐ παρὰ τὸν εὐασμόν, ὡς οἱ πολλοὶ νομίζουσιν, ὁ θρίαμβος οὗτος ὀνομάζεται καὶ γὰρ ἐκεῖνον ἐφευάζοντες καὶ ᾄδοντες παραπέμπουσιν, ἀλλʼ ὑφʼ Ἑλλήνων εἰς τὸ σύνηθες αὐτοῖς παρῆκται τοὔνομα, πεπεισμένων ἅμα καὶ Διονύσῳ τι τῆς τιμῆς προσήκειν, ὃν Εὔϊον καὶ Θρίαμβον ὀνομάζομεν. οὐχ οὕτω δὲ ἔχει τὸ ἀληθές, ἀλλʼ ἐπὶ μὲν τῷ μεγάλῳ θριάμβῳ βουθυτεῖν πάτριον ἦν τοῖς στρατηγοῖς, ἐπὶ δὲ τούτῳ πρόβατον ἔθυον. ὄβα δὲ τὰ πρόβατα Ῥωμαῖοι καλοῦσιν ἐκ τούτου καὶ τὸν θρίαμβον ὄβαν ὠνόμασαν.
长笛属于和平,而香桃木是阿佛洛狄忒的植物,她在诸神中最嫌恶暴力与战争。此外,这一凯旋式被称为奥瓦,并非如大众所想的那样源自欢呼声——因为护送那场〔大凯旋式〕时也同样欢呼歌唱——而是希腊人将其名称附会为他们所习惯的词语,同时亦深信这份荣誉理应有部分归属于狄奥尼索斯,即我们所称的埃维奥斯和特里安博斯。然而事实并非如此,而是在重大凯旋式上,依祖制将领应当献祭公牛,在此仪式上他们则献祭羊;罗马人称羊为奥瓦,由此便将这种凯旋式命名为奥瓦。
ἄξιον δὲ καὶ τὸν Λακωνικὸν ἀποθεωρῆσαι νομοθέτην ὑπεναντίως τῷ Ῥωμαϊκῷ τάξαντα τὰς θυσίας, θύει γὰρ ἐν Σπάρτῃ τῶν ἀποστρατήγων ὁ μὲν διʼ ἀπάτης ἢ πειθοῦς ὃ βούλεται διαπραξάμενος βοῦν, ὁ δὲ διὰ μάχης ἀλεκτρυόνα. καίπερ γὰρ ὄντες πολεμικώτατοι μείζονα καὶ μᾶλλον ἀνθρώπῳ πρέπουσαν ἡγοῦντο τὴν διὰ λόγου καὶ συνέσεως πρᾶξιν ἢ τὴν μετὰ βίας καὶ ἀνδρείας, ταῦτα μὲν οὖν ὅπως ἔχει σκοπεῖν πάρεστι.
同样值得注意的是斯巴达立法者的做法,他规定祭礼的方式与罗马人恰好相反。在斯巴达,卸任将领中凭借智谋或劝导达成目的者献祭公牛,而凭借交战达成目的者则献祭公鸡。因为他们尽管极为尚武,却认为凭借言辞与睿智达成的行动,比凭借暴力与勇力达成的行动更为崇高,也更合乎人之本分。至于这些事情究竟如何,尽可由人明察。
- 22.2τοῦ τρόπῳ πράξεως, ἀλλὰ μὴ μεγέθει, διωρίσθαι τοὺς θριάμβους
带冠词的不定式属格(τοῦ διωρίσθαι),作名词 τεκμήριον 的同格或说明性属格。宾格 τοὺς θριάμβους 是不定式的逻辑主语,与格 τρόπῳ 和 μεγέθει 则构成了手段/标准上的对照(依方式而非规模)。
- 22.3τοῖς δὲ πολέμου μὲν μὴ δεηθεῖσι στρατηγοῖς
作主句谓语动词 ἀπεδίδου(主语为 ὁ νόμος)的间接宾语(与格),在意义上与前文的 οἱ μὲν γὰρ ... ἐπικρατήσαντες(为主语分词)构成对立。随后的 οἷον ἐπιπαιανίσαι 则是说明性的不定式,表示该授予的性质或目的。
