← 普鲁塔克

马塞卢斯传

§21.1-21.5

将叙拉古艺术品运回罗马及其引发的争议

马尔凯鲁斯将叙拉古的大批精美艺术品运回罗马,赢得了民众的赞誉,却因败坏纯朴风气和把神明当作俘虏游街而遭到元老保守派的指责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

τὸν δὲ Μάρκελλον ἀνακαλουμένων τῶν Ῥωμαίων1 ἐπὶ τὸν ἐγχώριον καὶ σύνοικον πόλεμον, ἐπανερχόμενος τὰ πλεῖστα καὶ κάλλιστα τῶν ἐν Συρακούσαις ἐκίνησεν ἀναθημάτων, ὡς αὐτῷ τε πρὸς τὸν θρίαμβον ὄψις εἴη καὶ τῇ πόλει κόσμος. οὐδὲν γὰρ εἶχεν οὐδʼ ἐγίνωσκε πρότερον τῶν κομψῶν καὶ περιττῶν, οὐδὲ ἦν ἐν αὐτῇ τὸ χάριεν τοῦτο καὶ γλαφυρὸν ἀγαπώμενον, ὅπλων δὲ βαρβαρικῶν καὶ λαφύρων ἐναίμων ἀνάπλεως οὖσα καὶ περιεστεφανωμένη θριάμβων ὑπομνήμασι καὶ τροπαίοις οὐχ ἱλαρὸν οὐδʼ ἄφοβον οὐδὲ δειλῶν ἦν θέαμα καὶ τρυφώντων θεατῶν, ἀλλʼ ὥσπερ Ἐπαμεινώνδας τὸ Βοιώτιον πεδίον Ἄρεως ὀρχήστραν, Ξενοφῶν δὲ τὴν Ἔφεσον πολέμου ἐργαστήριον, οὕτως ἄν μοι δοκεῖ τις τότε τὴν Ῥώμην κατὰ Πίνδαρον βαθυπτολέμου τέμενος Ἄρεως προσειπεῖν.2

然而,当罗马人将马尔凯鲁斯召回以应对国内本土的战事时,他在归途上取走了叙拉古城中大部分最精美的奉献物,以便为自己的凯旋式增添景观,并为城邦增添光彩。因为在此之前,罗马既未曾拥有也不知晓这些精致与多余的雅物,城中亦不崇尚这种令人愉悦的高雅风韵;相反,城内充斥着蛮族的武器与血染的战利品,四周围绕着凯旋纪念物与战胜标,这既非令人快意亦非不使人生畏之景,并非怯懦与骄奢的观瞻者所宜见;正如埃帕米农达将维奥蒂亚平原称为“阿瑞斯的舞场”,色诺芬将以弗所称为“战争的作坊”一样,依我之见,当时人们完全可以依品达之语将罗马称为“深战之神阿瑞斯的圣域”。

§21.3

διὸ καὶ μᾶλλον εὐδοκίμησε παρὰ μὲν τῷ δήμῳ Μάρκελλος ἡδονὴν ἐχούσαις καὶ χάριν Ἑλληνικὴν καὶ πιθανότητα διαποικίλας ὄψεσι τὴν πόλιν, παρὰ δὲ τοῖς πρεσβυτέροις Φάβιος Μάξιμος, οὐδὲν γὰρ ἐκίνησε τοιοῦτον οὐδὲ μετήνεγκεν ἐκ τῆς Ταραντίνοις πόλεως ἁλούσης, ἀλλὰ τὰ μὲν ἄλλα χρήματα καὶ τὸν πλοῦτον ἐξεφόρησε, τὰ δὲ ἀγάλματα μένειν εἴασεν, ἐπειπὼν τὸ μνημονευόμενον·

正因如此,马尔凯鲁斯凭借其使城邦呈现出具有趣味、希腊风致与动人魅力的万千景象,在平民中博得了更高的声望;而法比乌斯·马克西穆斯则在长者之中更受推崇。因为后者攻克塔兰托城时,并未触动亦未带走任何此类物品;他虽然搬走了其他资产与财富,却让神像保留原处,并说出了那句被铭记的名言:

§21.4

ἀπολείπωμεν3 γὰρ ἔφη, τοὺς θεοὺς τούτους τοῖς Ταραντίνοις κεχολωμένους. Μάρκελλον δʼ ᾐτιῶντο πρῶτον μὲν ὡς ἐπίφθονον ποιοῦντα τὴν πόλιν, οὐ μόνον ἀνθρώπων, ἀλλὰ καὶ θεῶν οἷον αἰχμαλώτων ἀγομένων ἐν αὐτῇ καὶ πομπευομένων, ἔπειτα ὅτι τὸν δῆμον εἰθισμένον πολεμεῖν ἢ γεωργεῖν, τρυφῆς δὲ καὶ ῥᾳθυμίας ἄπειρον ὄντα καὶ κατὰ τὸν Εὐριπίδειον Ἡρακλέα, "φαῦλον, ἄκομψον, τὰ μέγιστʼ ἀγαθόν, "σχολῆς ἐνέπλησε4 καὶ λαλιᾶς περὶ τεχνῶν καὶ τεχνιτῶν, ἀστεϊζόμενον καὶ διατρίβοντα πρὸς τούτῳ πολὺ μέρος τῆς ἡμέρας, οὐ μὴν ἀλλὰ τούτοις ἐσεμνύνετο καὶ πρὸς τοὺς Ἕλληνας, ὡς τὰ καλὰ καὶ θαυμαστὰ τῆς Ἑλλάδος οὐκ ἐπισταμένους τιμᾶν καὶ θαυμάζειν Ῥωμαίους διδάξας.

“让我们留下,”他说,“这些对塔兰托人满腔怒火的神明吧。” 然而人们责难马尔凯鲁斯,首先是斥责他使城邦招致怨恨,因为不仅是凡人,甚至连神祇也被如俘虏般押送并游行于城中;其次是认为,民众本已习惯于作战或务农,对奢靡与安逸一无所知,正如欧里庇得斯笔下的赫拉克勒斯那样,“质朴无华,唯在至善大事上出众”,他却使他们沉溺于闲暇以及关于艺术与匠人的夸夸其谈之中,附庸风雅,并为此耗费一天中大部分的时间。尽管如此,他甚至在希腊人面前对此引以为傲,自诩是他教会了此前不懂得尊崇与赞赏希腊瑰丽神妙之物的罗马人去尊崇和赞叹它们。

语法注4 条
  1. 21.1τὸν δὲ Μάρκελλον ἀνακαλουμένων τῶν Ῥωμαίων

    句首的宾格 τὸν δὲ Μάρκελλον 是作为独立属格结构 ἀνακαλουμένων τῶν Ῥωμαίων 的意义宾语被提前(前置提示)。主句的主语则由随后的主格分词 ἐπανερχόμενος(指马尔凯鲁斯)承接,构成了格的转变。

  2. 21.2οὕτως ἄν μοι δοκεῖ τις τότε τὴν Ῥώμην κατὰ Πίνδαρον ... προσειπεῖν

    小词 ἄν 在句法上不修饰直陈式现在时 δοκεῖ,而是与不定式 προσειπεῖν 结合,构成间接引语中表示过去潜在可能性的结构(“当时人们或许会称罗马为……”)。

  3. 21.4ἀπολείπωμεν

    第一人称复数现在时虚拟式,表示劝诱(“让我们留下吧”)。

  4. 21.4Μάρκελλον δʼ ᾐτιῶντο πρῶτον μὲν ὡς ἐπίφθονον ποιοῦντα τὴν πόλιν, ... ἔπειτα ὅτι ... σχολῆς ἐνέπλησε

    动词 ᾐτιῶντο(他们责难)所带的理由表述采用了两种不同的并列结构:首先是 πρῶτον μὲν ὡς + 分词(ὡς ἐπίφθονον ποιοῦντα),其次是 ἔπειτα ὅτι + 直陈式从句(ὅτι ... ἐνέπλησε)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:21.1-21.5