- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:20.1-20.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了马尔凯鲁斯以宽厚向希腊人展现罗马人的正义,并记载了恩吉昂亲罗马的尼基阿斯假借母神附体装疯逃脱政敌暗算、随后恳求马尔凯鲁斯宽恕全城公民的轶事。
τῶν δὲ Ῥωμαίων τοῖς ἐκτὸς ἀνθρώποις δεινῶν μὲν εἶναι πόλεμον μεταχειρίσασθαι καὶ φοβερῶν εἰς χεῖρας ἐλθεῖν νομιζομένων, εὐγνωμοσύνης δὲ καὶ φιλανθρωπίας καὶ ὅλως πολιτικῆς ἀρετῆς ὑποδείγματα μὴ δεδωκότων,1 πρῶτος δοκεῖ τότε Μάρκελλος ὑποδεῖξαι τοῖς Ἕλλησι δικαιοτέρους Ῥωμαίους.
在外部各族眼中,罗马人固然被认为极善用兵、短兵相接时令人望而生畏,但他们此前未曾展现出公正、仁爱以及通盘的公民德性,而马尔凯鲁斯在当时似乎是首位向希腊人展现罗马人更为正义之人。
οὕτω γὰρ ἐχρῆτο τοῖς συμβάλλουσι καὶ τοσαῦτα καὶ πόλεις καὶ ἰδιώτας εὐεργέτησεν ὥστε, εἴ τι περὶ Ἔνναν ἢ Μεγαρεῖς ἢ Συρακουσίους ἔργον ἦν εἰργασμένον οὐκ ἐπιεικὲς αὐτοῖς, τοῦτο τῶν πεπονθότων αἰτίᾳ μᾶλλον ἢ τῶν πεποιηκότων δοκεῖν γεγονέναι.2 μνησθήσομαι δὲ ἑνὸς ἀπὸ πολλῶν, πόλις ἐστι τῆς Σικελίας Ἐγγύϊον οὐ μεγάλη, ἀρχαία δὲ πάνυ καὶ διὰ θεῶν ἐπιφάνειαν ἔνδοξος, ἃς καλοῦσι Ματέρας.
因为他对待交往之人如此得当,施惠于各城邦及私人如此丰厚,以至于在恩纳、墨伽拉人或叙拉古人身上若有任何不近人情之举发生,人们都觉得这更多是出于受害者的过错,而非施害者的责任。我将从诸多事例中仅述其一:西西里有一座名叫恩吉昂的小城,虽然不大,却极其古老,并因被称为“母神”的众神显灵而闻名遐迩。
ἵδρυμα λέγεται Κρητῶν γενέσθαι τὸ ἱερόν καὶ λόγχας τινὰς ἐδείκνυσαν καὶ κράνη χαλκᾶ, τὰ μὲν ἔχοντα Μηριόνου, τὰ δὲ Οὐλίξου, τουτέστιν Ὀδυσσέως, ἐπιγραφάς, ἀνατεθεικότων ταῖς θεαῖς. ταύτην προθυμότατα καρχηδονίζουσαν Νικίας, ἀνὴρ πρῶτος τῶν πολιτῶν, ἔπειθε μεταθέσθαι πρὸς Ῥωμαίους, ἀναφανδὸν ἐν ταῖς ἐκκλησίαις παρρησιαζόμενος καὶ κακῶς φρονοῦντας ἐξελέγχων τοὺς ὑπεναντίους.
据说那座神庙为克里特人所建,城中人曾展示过一些矛枪与青铜头盔,有的刻有墨里奥涅斯的铭文,有的则刻有乌利克塞斯——即奥德修斯——的铭文,〔二人〕曾将〔它们〕献给女神们。正当该城极力倒向迦太基时,城中首屈一指的公民尼基阿斯却劝说他们转向罗马人,他在公民大会上公开畅所欲言,痛斥反对者见识浅薄。
οἱ δὲ φοβούμενοι τὴν δύναμιν αὐτοῦ καὶ τὴν δόξαν ἐβουλεύσαντο συναρπάσαι καὶ παραδοῦναι τοῖς Φοίνιξιν. αἰσθόμενος οὖν ὁ Νικίας ἤδη καὶ παραφυλαττόμενον ἀδήλως ἑαυτόν, ἐξέφερεν ἐν φανερῷ λόγους περὶ τῶν Ματέρων ἀνεπιτηδείους, καὶ πολλὰ πρὸς τὴν νομιζομένην ἐπιφάνειαν καὶ δόξαν ὡς ἀπιστῶν καὶ καταφρονῶν ἔπραττεν, ἡδομένων τῶν ἐχθρῶν ὅτι τὴν μεγίστην αἰτίαν αὐτὸς ἐφʼ ἑαυτὸν ὧν πείσεται παρεῖχε.
反对派因惧怕他的权势与声望,便密谋将他拘捕并引渡给迦太基人。尼基阿斯察觉自己已暗中被人监视,便公开发表针对母神们的不恭言论,并针对她们公认的显灵与威名做出许多举动,仿佛深表怀疑与蔑视;政敌们大喜过望,认为他本人正在针对自己,为他将要遭受之事提供最大的罪名。
γεγονότων δὲ τῶν πρὸς τὴν σύλληψιν ἑτοίμων ἦν μὲν ἐκκλησία τῶν πολιτῶν, ὁ δὲ Νικίας μεταξύ τι λέγων καὶ συμβουλεύων πρὸς τὸν δῆμον ἐξαίφνης ἀφῆκεν εἰς τὴν γῆν τὸ σῶμα, καὶ μικρὸν διαλιπών, οἷον εἰκὸς, ἡσυχίας σὺν ἐκπλήξει γενομένης, τὴν κεφαλὴν ἐπάρας καὶ περιενεγκὼν, ὑποτρόμῳ φωνῇ καὶ βαρείᾳ, κατὰ μικρὸν συντείνων καὶ παροξύνων τὸν ἦχον, ὡς ἑώρα φρίκῃ καὶ σιωπῇ κατεχόμενον τὸ θέατρον, ἀπορρίψας τὸ ἱμάτιον καὶ περιρρηξάμενος τὸν χιτωνίσκον, ἡμίγυμνος ἀναπηδήσας ἔθεε πρὸς τὴν ἔξοδον τοῦ θεάτρου, βοῶν ὑπὸ τῶν Ματέρων ἐλαύνεσθαι.
当抓捕之事筹备就绪时,恰逢公民大会召开;尼基阿斯正在向民众发言劝勉之际,突然将身体摔倒在地,少顷之后——正如所料,场内因震惊而陷入一片寂静——他抬起头来,环顾四周,用颤抖而低沉的声音说话,旋即逐步提高并激化音调;当看到整个剧场被恐惧与沉默所笼罩时,他猛地掷下外袍,撕碎短袍,半裸着一跃而起,一面狂喊自己正被母神们所驱迫,一面朝剧场出口狂奔。
μηδενὸς δὲ τολμῶντος ἅψασθαι μηδὲ ἀπαντῆσαι διὰ δεισιδαιμονίαν, ἀλλʼ ἐκτρεπομένων, ἐπὶ τὰς πύλας ἐξέδραμεν, οὔτε φωνῆς τινος οὔτε κινήσεως πρεπούσης δαιμονῶντι καὶ παραφρονοῦντι φεισάμενος. ἡ δὲ γυνὴ συνειδυῖα καὶ συντεχνάζουσα τῷ ἀνδρί, λαβοῦσα τὰ παιδία πρῶτον μὲν ἱκέτις προσεκυλινδεῖτο τοῖς μεγάροις τῶν θεῶν, ἔπειτα πλανώμενον ἐκεῖνον προσποιουμένη ζητεῖν κωλύοντος οὐδενὸς ἀσφαλῶς ἀπῆλθεν ἐκ τῆς πόλεως.
因出于迷信之惧,无一人敢于触碰或拦阻,反而纷纷避让,他遂径直奔向城门,狂乱附体之人该有的声调与动作样样做足。他的妻子知晓内情并与丈夫共谋计策,带上孩子们首先作为乞求者俯伏在众神殿前,继而假装去寻找四处游荡的丈夫,在无人阻拦之下平安离开了城邦。
καὶ διεσώθησαν μὲν οὕτως εἰς Συρακούσας πρὸς Μάρκελλον ἐπεὶ δὲ πολλὰ τοὺς Ἐγγυΐους ὑβρίσαντας καὶ πλημμελήσαντας ἐλθὼν Μάρκελλος ἔδησε πάντας3 ὡς τιμωρησόμενος, ὁ δὲ Νικίας ἐδάκρυσε παρεστώς, τέλος δὲ χειρῶν καὶ γονάτων ἁπτόμενος παρῃτεῖτο τοὺς πολίτας, ἀπὸ τῶν ἐχθρῶν ἀρξάμενος, ἐπικλασθεὶς ἀφῆκε πάντας καὶ τὴν πόλιν οὐδὲν ἠδίκησε, τῷ δὲ Νικίᾳ χώραν τε πολλὴν καὶ δωρεὰς πολλὰς ἔδωκε. ταῦτα μὲν οὖν Ποσειδώνιος ὁ φιλόσοφος ἱστόρησε.
他们便如此逃脱险境,抵达叙拉古投奔马尔凯鲁斯。其后马尔凯鲁斯亲自前来,因恩吉昂人犯下了诸多暴行与罪过,便将他们全数拘禁准备予以严惩;而站在一旁的尼基阿斯却痛哭流泪,最终抱住马尔凯鲁斯的手与膝盖,甚至从自己的政敌开始为全体公民求情;马尔凯鲁斯深受感动,遂将众人全数释放,未对城邦施加任何伤害,并且赠予尼基阿斯广袤的土地与丰厚的馈赠。这些事迹乃是由哲学家波塞冬尼奥斯所记载的。
- 20.1τῶν δὲ Ῥωμαίων τοῖς ἐκτὸς ἀνθρώποις δεινῶν μὲν εἶναι πόλεμον μεταχειρίσασθαι καὶ φοβερῶν εἰς χεῖρας ἐλθεῖν νομιζομένων, εὐγνωμοσύνης δὲ καὶ φιλανθρωπίας καὶ ὅλως πολιτικῆς ἀρετῆς ὑποδείγματα μὴ δεδωκότων
句首的 τῶν δὲ Ῥωμαίων ... νομιζομένων ... μὴ δεδωκότων 为属格独立结构,对主句(πρῶτος δοκεῖ τότε Μάρκελλος...)具有让步意味。属格名词短语 τῶν Ῥωμαίων 统领两个并列的分词 νομιζομένων 与 δεδωκότων;前者带有表语形容词 δεινῶν ... καὶ φοβερῶν,并分别由说明性不定式(μεταχειρίσασθαι 与 ἐλθεῖν)加以限定。
- 20.2ὥστε, εἴ τι περὶ Ἔνναν ἢ Μεγαρεῖς ἢ Συρακουσίους ἔργον ἦν εἰργασμένον οὐκ ἐπιεικὲς αὐτοῖς, τοῦτο τῶν πεπονθότων αἰτίᾳ μᾶλλον ἢ τῶν πεποιηκότων δοκεῖν γεγονέναι.
由 ὥστε 引导并接不定式(δοκεῖν)的结果从句,呼应前文的 οὕτω ... καὶ τοσαῦτα。条件从句 εἴ τι ... ἦν εἰργασμένον 作为间接表达嵌套于结果从句之中。与格 αὐτοῖς 既可视为动作主与格(“由他们[罗马人]所为”),亦可视为关涉/受害与格(“对他们而言”);其主旨均在于指出:任何不近人情之举(τοῦτο)都被归咎于受害者(τῶν πεπονθότων)的罪责(αἰτίᾳ,原因与格),而非施害者(τῶν πεποιηκότων)。
- 20.7ἐπεὶ δὲ πολλὰ τοὺς Ἐγγυΐους ὑβρίσαντας καὶ πλημμελήσαντας ἐλθὼν Μάρκελλος ἔδησε πάντας ὡς τιμωρησόμενος, ὁ δὲ Νικίας ἐδάκρυσε παρεστώς, τέλος δὲ χειρῶν καὶ γονάτων ἁπτόμενος παρῃτεῖτο τοὺς πολίτας, ἀπὸ τῶν ἐχθρῶν ἀρξάμενος, ἐπικλασθεὶς ἀφῆκε πάντας
此句属于破格结构(anacoluthon)。句首以从属连词 ἐπεὶ 引导(ἐπεὶ ... Μάρκελλος ἔδησε),继而插入带有转折小辞 δέ 的主语尼基阿斯的行动(ὁ δὲ Νικίας ἐδάκρυσε ... παρῃτεῖτο);最终,主动词 ἀφῆκε(及后文的 ἔδωκε)的主语通过分词 ἐπικλασθεὶς 重新回归到马尔凯鲁斯身上。阅读时需根据叙事脉络理清主语的转换。
