- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:19.1-19.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马尔凯鲁斯自六门关入城,目睹叙拉古之壮丽与即将到来的浩劫而落泪,严令保全自由民却未能阻止财物洗劫;混乱中,潜心钻研几何图例的阿基米德被兵士杀害,马尔凯鲁斯为此悲恸不已。
καὶ τούτων ἐχομένων ἅμα φάει διὰ τῶν Ἑξαπύλων ὁ Μάρκελλος κατῄει, μακαριζόμενος ὑπὸ τῶν ὑφʼ ἑαυτὸν ἡγεμόνων. αὐτός μέντοι λέγεται κατιδὼν ἄνωθεν καὶ περισκεψάμενος τῆς πόλεως τὸ μέγεθος καὶ τὸ κάλλος ἐπὶ πολὺ δακρῦσαι τῷ μέλλοντι γίνεσθαι συμπαθήσας, ἐννοήσας οἷον ἐξ οἵου σχῆμα καὶ μορφὴν ἀμείψει1 μετὰ μικρόν ὑπὸ τοῦ στρατοπέδου διαφορηθεῖσα.
当这些据点被占领后,破晓时分,马尔凯鲁斯穿过六门关而下,受到部下将领们的祝贺。然而据说,当他居高俯瞰并环视全城之宏大与秀美时,不禁为即将发生之事深怀同情而痛哭良久;他想到这座城邦在不久之后遭受军队劫掠,将由怎样一幅景象换作怎样一种惨状。
τῶν γὰρ ἡγεμόνων οὐδεὶς μὲν ἦν ὁ τολμῶν ἐναντιοῦσθαι τοῖς στρατιώταις αἰτουμένοις διʼ ἁρπαγῆς ὠφεληθῆναι, πολλοὶ δὲ καὶ πυρπολεῖν καὶ κατασκάπτειν ἐκέλευον. ἀλλὰ τοῦτον μὲν οὐδὲ ὅλως προσήκατο τὸν λόγον ὁ Μάρκελλος, μάλα δὲ ἄκων βιασθεὶς ἔδωκεν ἀπὸ χρημάτων καὶ ἀνδραπόδων ὠφελεῖσθαι, τῶν δὲ ἐλευθέρων σωμάτων ἀπεῖπεν ἅψασθαι, καὶ διεκελεύσατο μήτε ἀποκτεῖναί τινα μήτε αἰσχῦναι μήτε ἀνδραποδίσασθαι Συρακουσίων.
因为在将领当中,无人敢于反对士兵们要求藉洗劫以牟利的主张,甚至许多人还要求放火焚城并将之夷为平地。但马尔凯鲁斯绝不采纳这种议论,只是极其勉强地在受逼迫之下,允许他们从资财和奴隶中获取利益,却严禁触及自由人的身躯,并严令不得杀戮、侮辱或奴役任何叙拉古人。
οὐ μὴν ἀλλὰ καίπερ οὕτω μετριάσαι δόξας οἰκτρὰ πάσχειν ἡγεῖτο τήν πόλιν, καὶ τὸ συμπαθοῦν καὶ τὸ συναλγοῦν ὅμως ἐν τοσούτῳ μεγέθει χαρᾶς ἡ ψυχὴ διέφαινεν ὁρῶντος2 ἐν βραχεῖ χρόνῳ πολλῆς καὶ λαμπρᾶς ἀφανισμὸν εὐδαιμονίας, λέγεται γὰρ οὐκ ἐλάττονα τοῦτον ἢ τὸν ὕστερον ἀπὸ Καρχηδόνος διαφορηθέντα πλοῦτον γενέσθαι· καὶ γὰρ τήν ἄλλην πόλιν οὐ μετὰ πολὺν χρόνον ἁλοῦσαν ἐκ προδοσίας ἐβιάσαντο διαρπάσαι, πλὴν τῶν βασιλικῶν χρημάτων· ταῦτα δὲ εἰς τὸ δημόσιον ἐξῃρέθη.
然而,尽管他被认为已如此克制,他仍认为该城正在遭受悲惨之遇;在如此巨大的喜悦之中,当他看到广大而辉煌的繁荣在短时间内归于湮灭时,他的心灵依然流露出同情与共苦。因为据说,这里所掠夺的财富并不逊于日后从迦太基运走的巨富;事实上,不久之后其余城区因叛卖而陷落,士兵们亦强行大肆掠夺,唯有王室财宝除外,这些财宝被专门提取缴入公库。
μάλιστα δὲ τὸ Ἀρχιμήδους πάθος ἠνίασε Μάρκελλον. ἔτυχε μὲν γὰρ αὐτός τι καθʼ ἑαυτὸν ἀνασκοπῶν ἐπὶ διαγράμματος· καὶ τῇ θεωρίᾳ δεδωκὼς ἅμα τήν τε διάνοιαν καὶ τήν πρόσοψιν οὐ προῄσθετο τήν καταδρομὴν τῶν Ῥωμαίων οὐδὲ τήν ἅλωσιν τῆς πόλεως, ἄφνω δὲ ἐπιστάντος αὐτῷ στρατιώτου καὶ κελεύοντος ἀκολουθεῖν πρὸς Μάρκελλον οὐκ ἐβούλετο πρὶν ἢ τελέσαι τὸ πρόβλημα καὶ καταστῆσαι πρὸς τήν ἀπόδειξιν.3
然而,最使马尔凯鲁斯痛心的莫过于阿基米德的惨遭不幸。当时阿基米德正独自对着一幅图形苦思冥想,由于将心智与目光皆全神贯注于这一推求之中,他既未提前察觉罗马军的突袭,亦未察觉城邦的陷落;当一名士兵突然出现在他面前并命令他跟随前往见马尔凯鲁斯时,他在解完该难题并推导出证明之前坚决不肯动身。
ὁ δὲ ὀργισθεὶς καὶ σπασάμενος τὸ ξίφος ἀνεῖλεν αὐτόν. ἕτεροι μὲν οὖν λέγουσιν ἐπιστῆναι μὲν εὐθὺς ὡς ἀποκτενοῦντα ξιφήρη τὸν Ῥωμαῖον, ἐκεῖνον δʼ ἰδόντα δεῖσθαι καὶ ἀντιβολεῖν ἀναμεῖναι βραχὺν χρόνον, ὡς μὴ καταλίπῃ τὸ ζητούμενον ἀτελὲς καὶ ἀθεώρητον, τὸν δὲ οὐ φροντίσαντα διαχρήσασθαι.
那名士兵遂勃然大怒,拔剑杀死了他。另有人则说,罗马兵是一开始便持剑直逼上前意图刺杀,阿基米德见状,便祈求央告容他稍候片刻,免得使所探求的论题残缺未决、未经穷究,但那士兵毫不理会,径直将他除掉。
καὶ τρίτος ἐστὶ λόγος, ὡς κομίζοντι πρὸς Μάρκελλον αὐτῷ τῶν μαθηματικῶν ὀργάνων σκιόθηρα καὶ σφαίρας καὶ γωνίας, αἷς ἐναρμόττει τὸ τοῦ ἡλίου μέγεθος πρὸς τήν ὄψιν, στρατιῶται περιτυχόντες καὶ χρυσίον ἐν τῷ τεύχει δόξαντες φέρειν ἀπέκτειναν.4 ὅτι μέντοι Μάρκελλος ἤλγησε καὶ τὸν αὐτόχειρα τοῦ ἀνδρὸς ἀπεστράφη καθάπερ ἐναγῆ, τοὺς δὲ οἰκείους ἀνευρὼν ἐτίμησεν, ὁμολογεῖται.
还有第三种说法:当他正往马尔凯鲁斯处携去一些数学仪器——如日晷、天球仪以及用来使太阳视径与视觉相契合的角度仪时,偶遇士兵,士兵们以为他在匣中藏有黄金,便将其杀死。然而,马尔凯鲁斯为此深感悲恸,把杀人凶手当作不洁之人弃之不顾,同时寻得其亲属并予以礼遇厚待,对此众人皆无异议。
- 19.1οἷον ἐξ οἵου σχῆμα καὶ μορφὴν ἀμείψει
οἷον ἐξ οἵου 是关系代词并置构成的双重对偶紧缩表达,意为“从何等(辉煌的)状态转变为怎样(悲惨的)状态”。动词 ἀμείψει 的主语由后文的阴性分词 διαφορηθεῖσα 可以判定为前文的“城邦”(ἡ πόλις),宾格 σχῆμα καὶ μορφήν 作为其结果内含宾语。
- 19.3τὸ συμπαθοῦν καὶ τὸ συναλγοῦν ὅμως ἐν τοσούτῳ μεγέθει χαρᾶς ἡ ψυχὴ διέφαινεν ὁρῶντος
带定冠词的中性现在分词 τὸ συμπαθοῦν καὶ τὸ συναλγοῦν(“同情与痛惜之情”)作动词 διέφαινεν 的直接宾语,主语为 ἡ ψυχή。句末的属格分词 ὁρῶντος(“当他目睹时”)指马尔凯鲁斯,因前无显性被修饰属格名词,此处于句法上可视作修饰 ἡ ψυχή 的心理主体属格,或缺少代词主语的紧缩属格独立结构。
- 19.4πρὶν ἢ τελέσαι τὸ πρόβλημα καὶ καταστῆσαι πρὸς τήν ἀπόδειξιν
在否定句(οὐκ ἐβούλετο)之后,πρὶν ἤ 搭配不定式(τελέσαι 与 καταστῆσαι)。在几何学语境中,καταστῆσαι πρὸς τὴν ἀπόδειξιν 意为“将问题引至完成几何证明/推导的状态”。
- 19.5ὡς κομίζοντι πρὸς Μάρκελλον αὐτῷ ... στρατιῶται περιτυχόντες ... ἀπέκτειναν
在 ὡς 从句中,与格分词短语 κομίζοντι πρὸς Μάρκελλον αὐτῷ 前置,在句法上受后续分词 περιτυχόντες(动词 περιτυγχάνω 意为“偶然遇到”,支配与格)支配。从句的主语为 στρατιῶται,谓语动词 ἀπέκτειναν 的宾语(阿基米德)在语境中承前省略。
