← 普鲁塔克

马塞卢斯传

§18.1-18.4

侦察城防弱点与夜袭占领六门关

在围城僵持期间,马尔凯鲁斯转战西西里各地接连取胜,随后利用战俘赎回谈判的契机侦察城防弱点,并趁叙拉古人过节纵酒之机发起偷袭,占领城墙并突破六门关。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

Ἀρχιμήδης μὲν οὖν τοιοῦτος γενόμενος ἀήττητον ἑαυτόν τε καὶ τὴν πόλιν, ὅσον ἐφʼ ἑαυτῷ, διεφύλαξε. τῆς δὲ πολιορκίας διὰ μέσου Μάρκελλος εἷλε μὲν Μεγαρέας, πόλιν ἐν ταῖς παλαιοτάταις τῶν Σικελιωτίδων,1 εἷλε δὲ τὸ Ἱπποκράτους πρὸς Ἀκρίλλαις στρατόπεδον, καὶ κατέκτεινεν ὑπὲρ ὀκτακισχιλίους ἐπιπεσὼν χάρακα βαλλομένοις,2 ἐπέδραμε δὲ πολλὴν τῆς Σικελίας καὶ πόλεις ἀπέστησε Καρχηδονίων καὶ μάχας ἐνίκησε πάσας τοὺς ἀντιταχθῆναι τολμήσαντας.3

于是,阿基米德就是这样一个人,在力所能及的范围内,保全了自身与城邦皆未尝败绩。然而在围城期间,马尔凯鲁斯攻占了西西里希腊人最古老的城邦之一迈加拉,并在阿克里莱附近攻陷了希波克拉底的营地,趁着敌军筑栅修垒之际发起突袭,歼敌八千余人;他又横扫西西里大片土地,促使诸城邦脱离迦太基,并在所有战斗中彻底击败了敢于同他列阵交锋的敌人。

§18.2

χρόνῳ δὲ προϊόντι Δάμιππόν τινα Σπαρτιάτην ἐκ Συρακουσῶν λαβὼν ἐκπλέοντα αἰχμάλωτον, ἀξιούντων ἐπὶ λύτροις τῶν Συρακοσίων κομίσασθαι τὸν ἄνδρα, πολλάκις ὑπὲρ τούτου διαλεγόμενος καὶ συντιθέμενος πύργον τινὰ κατεσκέψατο φυλαττόμενον μὲν ἀμελῶς, ἄνδρας δὲ δυνάμενον δέξασθαι κρύφα, τοῦ τείχους ἐπιβατοῦ παρʼ αὐτὸν ὄντος.

随着时间推移,他俘获了一名从叙拉古乘船出航的斯巴达人达米普斯,在叙拉古人要求以赎金换回此人时,马尔凯鲁斯因屡次就此事进行谈判交涉,侦察到某座被疏于防守的塔楼,此处能够暗中容纳士兵,因为城墙在其近旁便可攀登。

§18.3

ὡς οὖν τό τε ὕψος ἐκ τοῦ πολλάκις προσιέναι καὶ διαλέγεσθαι πρὸς τὸν πύργον εἰκάσθη καλῶς καὶ κλίμακες παρεσκευάσθησαν, ἑορτὴν Ἀρτέμιδι τοὺς Συρακουσίους ἄγοντας καὶ πρὸς οἶνον ὡρμημένους καὶ παιδιὰν παραφυλάξας, ἔλαθεν οὐ μόνον τὸν πύργον κατασχών, ἀλλὰ καὶ κύκλῳ τὸ τεῖχος παρεμπλήσας4 ὅπλων πρὶν ἡμέραν γενέσθαι, καὶ τὰ Ἑξάπυλα διακόψας.

因此,由于频繁接近该塔并进行交涉,塔楼的高度已被准确推测出来,云梯亦已备妥;他窥见叙拉古人正为阿尔忒弥斯举行节日庆典并纵情于饮酒嬉戏,便神不知鬼不觉地不仅夺取了那座塔楼,而且在天明之前就让城墙四周布满了全副武装的士兵,并突破了六门关。

§18.4

ἀρχομένων δὲ κινεῖσθαι καὶ ταράττεσθαι τῶν Συρακουσίων πρὸς τὴν αἴσθησιν, ἅμα πανταχόθεν ταῖς σάλπιγξι χρῆσθαι κελεύσας φυγὴν ἐποίησε πολλὴν καὶ φόβον, ὡς οὐδενὸς μέρους ἀναλώτου μένοντος,5 ἔμενε δὲ τὸ καρτερώτατον καὶ κάλλιστον καὶ μέγιστον Ἀχραδινὴ καλεῖται6 διὰ τὸ τετειχίσθαι πρὸς τὴν ἔξω πόλιν, ἧς τὸ μὲν Νέαν, τὸ δὲ Τύχην ὀνομάζουσι.

当叙拉古人发觉异动、开始骚动惊惶时,他下令各处号角一齐吹响,造成了巨大的溃逃与恐慌,让对方以为没有任何角落未被攻克;然而最坚固、最壮美、也最宏大的部分仍未陷落,它被称为阿克拉迪纳,〔仍未陷落是〕因其筑有城墙与外城隔开,而人们将外城的一部分称为内亚,另一部分称为堤喀。

语法注6 条
  1. 18.1ἐν ταῖς παλαιοτάταις τῶν Σικελιωτίδων

    前置词 ἐν 搭配最高级阴性与格组成的惯用结构('ἐν τοῖς / ταῖς + 最高级'),意为“在最……的之列”或“最……的之一”。后随的属格 τῶν Σικελιωτίδων(“西西里希腊诸城邦的”)为部分属格。

  2. 18.1ἐπιπεσὼν χάρακα βαλλομένοις

    阳性复数与格分词短语 χάρακα βαλλομένοις 由复合分词 ἐπιπεσών(ἐπιπίπτω + 与格)支配,充当动作的对象并表示情境,即“趁着敌军筑栅修垒之际发起突袭”。

  3. 18.1μάχας ἐνίκησε πάσας τοὺς ἀντιταχθῆναι τολμήσαντας

    动词 ἐνίκησε 支配的双宾格结构:μάχας πάσας 为同源/内在宾格,表述获胜的战役;名词化分词 τοὺς ἀντιταχθῆναι τολμήσαντας 为直接宾格,指被击败的对手。

  4. 18.3ἔλαθεν οὐ μόνον τὸν πύργον κατασχών, ἀλλὰ καὶ κύκλῳ τὸ τεῖχος παρεμπλήσας

    动词 λανθάνω 搭配补充说明分词的惯用句型,意为“不知不觉地/神不知鬼不觉地做某事”。此处主动词 ἔλαθεν 经由 οὐ μόνον... ἀλλὰ καί 支配了不定过去分词 κατασχών、παρεμπλήσας 以及随后的 διακόψας。

  5. 18.4ὡς οὐδενὸς μέρους ἀναλώτου μένοντος

    由 ὡς 引导的属格独立结构,表达叙拉古人主观上的判断与认知,而非叙述者的客观事实,即“在他们看来/仿佛没有一处地方未遭沦陷”。

  6. 18.4ἔμενε δὲ τὸ καρτερώτατον καὶ κάλλιστον καὶ μέγιστον Ἀχραδινὴ καλεῖται

    并列或无连词插入的命名分句:主语短语 τὸ καρτερώτατον καὶ κάλλιστον καὶ μέγιστον(“最坚固、最壮美且最宏大的部分”)后直接接续 Ἀχραδινὴ καλεῖται(“被称为阿克拉迪纳”),未借助关系代词(如 ὃ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:18.1-18.4