← 普鲁塔克

马塞卢斯传

§17.1-17.7

围攻陷入持久战与阿基米德对几何学的执着

马尔凯鲁斯戏称阿基米德为几何学上的百手巨人,并停止强攻改为持久围城;随后文篇叙述了阿基米德鄙弃实用机械而倾心纯粹几何、醉心钻研至于忘我,并要求在墓碑上刻下圆柱容球之比的事迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

οὐ μὴν ἀλλʼ1 ὁ Μάρκελλος ἀπέφυγέ τε καὶ τοὺς σὺν ἑαυτῷ σκώπτων τεχνίτας καὶ μηχανοποιοὺς ἔλεγεν οὐ παυσόμεθα πρὸς τὸν γεωμετρικὸν τοῦτον Βριάρεων πολεμοῦντες, ὃς ταῖς μὲν ναυσὶν ἡμῶν κυαθίζει ἐκ τῆς θαλάσσης, τὴν δὲ σαμβύκην ῥαπίζων μετʼ αἰσχύνης ἐκβέβληκε, τοὺς δὲ μυθικοὺς ἑκατόγχειρας ὑπεραίρει τοσαῦτα βάλλων ἅμα βέλη καθʼ ἡμῶν;

然而马尔凯鲁斯得以脱身,并戏谑地对随行的工匠与机械师们说道: “难道我们还不停止与这位几何学上的布里阿柔斯作战吗?他把我们的战船当作舀水的勺子从海里汲水,掌掴了我们的‘桑布卡’并令其蒙羞地将它逐出,且一举向我们投掷如此多的飞弹,甚至超越了神话中的百手巨人们!”

§17.2

τῷ γὰρ ὄντι πάντες οἱ λοιποὶ Συρακούσιοι σῶμα τῆς Ἀρχιμήδους παρασκευῆς ἦσαν, ἡ δὲ κινοῦσα πάντα καὶ στρέφουσα ψυχὴ μία, τῶν μὲν ἄλλων ὅπλων ἀτρέμα κειμένων, μόνοις δὲ τοῖς ἐκείνου τότε τῆς πόλεως χρωμένης καὶ πρὸς ἄμυναν καὶ πρὸς ἀσφάλειαν.

因为事实上,所有其余的叙拉古人只是阿基米德器械的躯体,而推动并运转一切的灵魂唯有这一个;其他的武器都静置未动,全城当时无论为了防御还是为了安全,都只使用他的器械。

§17.3

τέλος δὲ τοὺς Ῥωμαίους οὕτω περιφόβους γεγονότας ὁρῶν ὁ Μάρκελλος ὥστʼ, εἰ καλῴδιον ἢ ξύλον ὑπὲρ τοῦ τείχους μικρὸν ὀφθείη προτεινόμενον, τοῦτο ἐκεῖνο, μηχανήν τινα κινεῖν ἐπʼ αὐτοὺς Ἀρχιμήδη βοῶντας ἀποτρέπεσθαι καὶ φεύγειν,2 ἀπέσχετο μάχης ἁπάσης καὶ προσβολῆς, τὸ λοιπὸν ἐπὶ τῷ χρόνῳ τὴν πολιορκίαν θέμενος. τηλικοῦτον μέντοι φρόνημα καὶ βάθος ψυχῆς καὶ τοσοῦτον ἐκέκτητο θεωρημάτων πλοῦτον Ἀρχιμήδης ὥστε, ἐφʼ οἷς ὄνομα καὶ δόξαν οὐκ ἀνθρωπίνης, ἀλλὰ δαιμονίου τινὸς ἔσχε συνέσεως, μηθὲν ἐθελῆσαι σύγγραμμα περὶ τούτων ἀπολιπεῖν,3 ἀλλὰ τὴν περὶ τὰ μηχανικὰ πραγματείαν καὶ πᾶσαν ὅλως τέχνην χρείας ἐφαπτομένην ἀγεννῆ καὶ βάναυσον ἡγησάμενος, εἰς ἐκεῖνα καταθέσθαι μόνα τὴν αὐτοῦ φιλοτιμίαν οἷς τὸ καλὸν καὶ περιττὸν ἀμιγὲς τοῦ ἀναγκαίου πρόσεστιν, ἀσύγκριτα μὲν ὄντα τοῖς ἄλλοις, ἔριν δὲ παρέχοντα πρὸς τὴν ὕλην τῇ ἀποδείξει, τῆς μὲν τὸ μέγεθος καὶ τὸ κάλλος, τῆς δὲ τὴν ἀκρίβειαν καὶ τὴν δύναμιν ὑπερφυῆ παρεχομένης·

最终,马尔凯鲁斯见罗马人变得如此惶恐不安,以至于城墙上方只要稍微露出一小截绳索或木头,他们便会大喊:“那就是它了!阿基米德正把某种机械朝我们开过来!”随之转身溃逃,于是他停止了一切战斗与强攻,在余下的日子里将围城之事交付给时间。然而,阿基米德拥有如此崇高的气度与深邃的心灵,并坐拥如此丰硕的理论财富,以致于尽管他在那些事物上赢得了非凡人而宛如神明般的智慧美名与声誉,他却不愿留下任何有关这些事物的著作;相反,他认为机械方面的钻研以及一切与功用有关的技艺都是卑下且粗鄙的,因而只将自己的抱负倾注于那些美善超然、不掺杂任何功利必需之物的事情上。这些成就无可比拟,使得论证与其题材竞相争胜,题材提供了宏大与壮美,而论证则展现了精密与非凡的力量。

§17.5

οὐ γὰρ ἔστιν ἐν γεωμετρίᾳ χαλεπωτέρας καὶ βαρυτέρας ὑποθέσεις ἐν ἁπλουστέροις λαβεῖν καὶ καθαρωτέροις στοιχείοις γραφομένας, καὶ τοῦθʼ οἱ μὲν εὐφυΐᾳ τοῦ ἀνδρὸς προσάπτουσιν, οἱ δὲ ὑπερβολῇ τινι πόνου νομίζουσιν ἀπόνως πεποιημένῳ καὶ ῥᾳδίως ἕκαστον ἐοικὸς γεγονέναι· ζητῶν μὲν γὰρ οὐκ ἄν τις εὕροι διʼ αὐτοῦ τὴν ἀπόδειξιν, ἅμα δὲ τῇ μαθήσει παρίσταται δόξα τοῦ κἂν αὐτὸν εὑρεῖν4 οὕτω λείαν ὁδὸν ἄγει καὶ ταχεῖαν ἐπὶ τὸ δεικνύμενον.

因为在几何学中,实在无法找到比这更艰难深奥的命题能以更为简明纯粹的基元写成;对此,有人将其归因于此人的天赋,有人则认为这是历经极其艰辛的劳苦,才使每一项证明都显得像是毫不费力、轻而易举而成。因为若凭自己探求,人们恐无法发现那项证明,但一旦学得,便会立刻产生一种仿佛自己本也能发现它的错觉,正是因为他沿着如此平坦且迅速的道路〔把人〕引向所证命题。

§17.6

οὔκουν οὐδὲ ἀπιστῆσαι τοῖς περὶ αὐτοῦ λεγομένοις ἐστίν, ὡς ὑπʼ οἰκείας δή τινος καὶ συνοίκου θελγόμενος ἀεὶ σειρῆνος ἐλέληστο καὶ σίτου καὶ θεραπείας σώματος ἐξέλειπε,5 βίᾳ δὲ πολλάκις ἑλκόμενος ἐπʼ ἄλειμμα καὶ λουτρόν, ἐν ταῖς ἐσχάραις ἔγραφε σχήματα τῶν γεωμετρικῶν, καὶ τοῦ σώματος ἀληλιμμένου διῆγε τῷ δακτύλῳ γραμμάς, ὑπὸ ἡδονῆς μεγάλης κάτοχος ὢν καὶ μουσόληπτος ἀληθῶς.

因此,关于他的种种传闻绝非不可置信:据说他仿佛常年受某种家室相伴的塞壬所魅惑,甚至忘却饮食,废弛对躯体的照料;他常常被强行拽去涂油与沐浴,却在炉灰中绘制几何图形,当身体涂抹了油,他又用手指在身上划着线条,深陷极大的快乐之中,真如被缪斯所附体一般。

§17.7

πολλῶν δὲ καὶ καλῶν εὑρετὴς γεγονώς λέγεται τῶν φίλων δεηθῆναι καὶ τῶν συγγενῶν ὅπως αὐτοῦ μετὰ τὴν τελευτὴν ἐπιστήσωσι τῷ τάφῳ τὸν περιλαμβάνοντα τὴν σφαῖραν ἐντὸς κύλινδρον, ἐπιγράψαντες τὸν λόγον τῆς ὑπεροχῆς τοῦ περιέχοντος στερεοῦ πρὸς τὸ περιεχόμενον.

他既是许多卓越成就的发现者,据说他曾请求朋友和亲族,在他死后将内含球体的圆柱体立于他的墓上,并刻上外接立体对内含立体之超出比例。

语法注5 条
  1. 17.1οὐ μὴν ἀλλʼ

    表示强烈转折的习语(“然而”、“尽管如此”)。承接前文罗马军队惨败、如与神作战的狼狈情景,引出马尔凯鲁斯本人成功脱险并能出言调侃的对比。

  2. 17.3ὥστʼ, εἰ καλῴδιον ἢ ξύλον ὑπὲρ τοῦ τείχους μικρὸν ὀφθείη προτεινόμενον, τοῦτο ἐκεῖνο, μηχανήν τινα κινεῖν ἐπʼ αὐτοὺς Ἀρχιμήδη βοῶντας ἀποτρέπεσθαι καὶ φεύγειν

    由 ὥστε 引导的结果从句,其内部嵌套了一个带有希求语气的假定条件句(εἰ ... ὀφθείη)。罗马士兵的行为由不定式 ἀποτρέπεσθαι καὶ φεύγειν(由 ὥστε 统辖)表示,其前置分词 βοῶντας 引出叫喊的具体内容:口头呼号 τοῦτο ἐκεῖνο(“就是那个!”)以及不定式复合结构 μηχανήν τινα κινεῖν ... Ἀρχιμήδη(“阿基米德正把某种机械对准他们开过来”)。

  3. 17.3ὥστε, ἐφʼ οἷς ὄνομα καὶ δόξαν οὐκ ἀνθρωπίνης, ἀλλὰ δαιμονίου τινὸς ἔσχε συνέσεως, μηθὲν ἐθελῆσαι σύγγραμμα περὶ τούτων ἀπολιπεῖν

    由 ὥστε 引导的结果从句呼应前面的 τηλικοῦτον ... Ἀρχιμήδης,统辖不定式 ἐθελῆσαι。中间插入了关系分句 ἐφʼ οἷς ... ἔσχε,其先行词在后面的 περὶ τούτων 中被明确复指(“关于那些为他赢得了神明般智慧声誉的事物”)。

  4. 17.5δόξα τοῦ κἂν αὐτὸν εὑρεῖν

    由属格不定式短语 τοῦ ... εὑρεῖν 作名词 δόξα 的同位语或说明语(“……这种念头”)。κἄν 是 καὶ ἄν 的缩合词,其中表示潜在假定的 ἄν 修饰不定式 εὑρεῖν,αὐτόν 则是该不定式在逻辑上的主语宾格(“即自己也能发现它”)。

  5. 17.6ἐλέληστο καὶ σίτου καὶ θεραπείας σώματος ἐξέλειπε

    动词 ἐλέληστο 是 λανθάνω 的中动过去完成时,中动语态意为“忘记”,支配属格 σίτου(“甚至忘却饮食”)。同时 ἐξέλειπε 为未完成过去时,表示他持续或屡屡废弛对身体的照料。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:17.1-17.7