← 普鲁塔克

马塞卢斯传

§14.1-14.9

围攻叙拉古与阿基米德的防御器械

马尔凯鲁斯在攻克莱昂蒂尼后围攻叙拉古,然而阿基米德此前受希厄隆国王之托制造的大批精良防卫器械此时正严阵以待。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

τότε δʼ ἐν Σικελίᾳ πρῶτον μὲν ἀδικηθεὶς ὑπὸ Ἱπποκράτους στρατηγοῦ, ὃς Καρχηδονίοις χαριζόμενος καὶ τυραννίδα κτώμενος αὑτῷ πολλοὺς διέφθειρε Ῥωμαίων πρὸς Λεοντίνοις, εἷλε τὴν τῶν Λεοντίνων πόλιν κατὰ κράτος, καὶ Λεοντίνους μὲν οὐκ ἠδίκησε, τῶν δὲ αὐτομόλων ὅσους ἔλαβε μαστιγώσας ἀπέκτεινε.

当时在西西里,马尔凯鲁斯首先遭到了将军希波克拉底的侵害——此人为了讨好迦太基人并为自己谋取僭主之位,在莱昂蒂尼附近杀害了许多罗马人——于是马尔凯鲁斯强攻夺取了莱昂蒂尼城。他并未伤害莱昂蒂尼人,但将俘获的逃兵全数鞭笞后处死。

§14.2

τοῦ δʼ Ἱπποκράτους πρῶτον μὲν λόγον εἰς τὰς Συρακούσας προπέμψαντος ὡς Λεοντίνους ἡβηδὸν ἀποσφάττει Μάρκελλος, ἔπειτα δὲ τεταραγμένοις ἐπιπεσόντος καὶ τὴν πόλιν καταλαβόντος, ἄρας Μάρκελλος τῷ στρατῷ παντὶ πρὸς τὰς Συρακούσας ἐχώρει. καὶ καταστρατοπεδεύσας πλησίον εἰσέπεμψε μὲν πρέσβεις περὶ τῶν ἐν Λεοντίνοις διδάξοντας, ὡς δὲ οὐδὲν ἦν ὄφελος μὴ πειθομένων Συρακουσίων (ἐκράτουν γὰρ οἱ περὶ τὸν Ἱπποκράτην), προσβολὰς ἐποιεῖτο κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν, Ἀππίου μὲν τὸν πεζὸν ἐπάγοντος στρατόν, αὐτὸς δὲ πεντήρεις ἔχων ἑξήκοντα παντοδαπῶν ὅπλων καὶ βελῶν πλήρεις, ὑπὲρ δὲ μεγάλου ζεύγματος νεῶν ὀκτὼ πρὸς ἀλλήλας συνδεδεμένων μηχανὴν ἄρας ἐπέπλει πρὸς τὸ τεῖχος, τῷ πλήθει καὶ τῇ λαμπρότητι τῆς παρασκευῆς καὶ τῇ δόξῃ τῇ περὶ αὑτὸν πεποιθώς· ἧς ἄρα λόγος οὐδεὶς ἦν Ἀρχιμήδει1 καὶ τοῖς Ἀρχιμήδους μηχανήμασιν.

希波克拉底却先派人向叙拉古送去消息,谎称马尔凯鲁斯正将莱昂蒂尼的成年男子屠杀殆尽,随后趁市民人心惶惶之际突袭并占领了该城。马尔凯鲁斯遂率全军向叙拉古进发。他在城郊扎营后,派使节前去说明莱昂蒂尼之事的实情;然而叙拉古人不肯听信(因为希波克拉底一派把持着大局),使节的劝说毫无效果,于是马尔凯鲁斯同时从陆地和海上发起猛攻。阿庇乌斯统率陆军步兵,而马尔凯鲁斯自己则率领六十艘装满了各种武器和投射飞弹的五层桨战船,并将攻城器械架设在由八艘连结在一起的战船组成的大型浮桥上,直向城墙驶去;他倚仗着自己军备的规模浩大与辉煌壮丽,以及自身享有的崇高声望。然而这一切,在阿基米德及其机械发明面前,竟然完全不值一提。

§14.4

ὧν ὡς μὲν ἔργον ἄξιον σπουδῆς οὐδὲν ὁ ἀνὴρ προὔθετο, γεωμετρίας δὲ παιζούσης ἐγεγόνει πάρεργα τὰ πλεῖστα, πρότερον φιλοτιμηθέντος Ἱέρωνος τοῦ βασιλέως καὶ πείσαντος Ἀρχιμήδη τρέψαι τι τῆς τέχνης ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ σωματικά καὶ τὸν λόγον ἁμῶς γέ πως διʼ αἰσθήσεως μίξαντα ταῖς χρείαις ἐμφανέστερον καταστῆσαι τοῖς πολλοῖς.

不过,阿基米德并未将这些器械视为值得认真投入的事业,其中大部分只是几何学游戏中的副产品;这是因为早先希厄隆国王胸怀抱负,曾劝说阿基米德将其技艺的一部分从纯理念之物转向有形实体,通过感官以某种方式将理论与实际应用结合起来,使其在广大民众面前显得更加直观清晰。

§14.5

τὴν γὰρ ἀγαπωμένην ταύτην καὶ περιβόητον ὀργανικὴν ἤρξαντο μὲν κινεῖν οἱ περὶ Εὔδοξον καὶ Ἀρχύταν, ποικίλλοντες τῷ γλαφυρῷ γεωμετρίαν, καὶ λογικῆς καὶ γραμμικῆς ἀποδείξεως οὐκ εὐποροῦντα προβλήματα διʼ αἰσθητῶν καὶ ὀργανικῶν παραδειγμάτων ὑπερείδοντες, ὡς τὸ περὶ δύο μέσας ἀνὰ λόγον πρόβλημα καὶ στοιχεῖον ἐπὶ πολλὰ τῶν γραφομένων ἀναγκαῖον εἰς ὀργανικὰς ἐξῆγον ἀμφότεροι κατασκευάς, μεσογράφους τινὰς ἀπὸ καμπύλων γραμμῶν καὶ τμημάτων μεθαρμόζοντες·

原来,这项如今备受推崇且名闻遐迩的机械学,最初是由欧多克索斯和阿尔库塔斯一派所倡导的。他们以精巧的手法润饰几何学,用直观感性的机械范例来辅助那些不易通过逻辑和线形图加以证明的问题。例如求两比例中项的问题——这是作图时许多命题所必需的基础要素——他们两人都将其引入了机械装置中,利用曲线和截面调整出某些画中项的工具。

§14.6

ἐπεὶ δὲ Πλάτων ἠγανάκτησε καὶ διετείνατο πρὸς αὐτούς ὡς ἀπολλύντας καὶ διαφθείροντας τὸ γεωμετρίας ἀγαθόν, ἀπὸ τῶν ἀσωμάτων καὶ νοητῶν ἀποδιδρασκούσης2 ἐπὶ τὰ αἰσθητά, καὶ προσχρωμένης αὖθις αὖ σώμασι πολλῆς καὶ φορτικῆς βαναυσουργίας δεομένοις, οὕτω διεκρίθη γεωμετρίας ἐκπεσοῦσα μηχανική, καὶ περιορωμένη πολὺν χρόνον ὑπὸ φιλοσοφίας μία τῶν στρατιωτίδων τεχνῶν ἐγεγόνει.

但是柏拉图对此大为恼火,严词谴责他们摧毁并败坏了几何学的崇高本性,使其脱离了无形体与纯知性的领域而逃向感官世界,重新去借助需要繁重粗鄙体力劳作的物质。因此,机械学被逐出几何学并与之分裂,在长时期内受到哲学的蔑视,最终沦为军事技艺之一。

§14.7

καὶ μέντοι καὶ Ἀρχιμήδης, Ἱέρωνι τῷ βασιλεῖ συγγενὴς ὢν καὶ φίλος, ἔγραψεν ὡς τῇ δοθείσῃ δυνάμει τὸ δοθὲν βάρος κινῆσαι δυνατόν ἐστι· καὶ νεανιευσάμενος, ὥς φασι, ῥώμῃ τῆς ἀποδείξεως εἶπεν ὡς, εἰ γῆν εἶχεν ἑτέραν, ἐκίνησεν ἂν ταύτην μεταβὰς εἰς ἐκείνην.

尽管如此,阿基米德作为希厄隆国王的亲戚兼密友,曾致信国王说,用给定的力来移动给定的重量是可能的;据说,他凭着证明的雄辩力量豪迈地宣称:如果有另一个地球,他可以跨到那里,把这一个地球撬动。

§14.8

θαυμάσαντος δὲ τοῦ Ἱέρωνος, καὶ δεηθέντος εἰς ἔργον ἐξαγαγεῖν τὸ πρόβλημα καὶ δεῖξαί τι τῶν μεγάλων κινούμενον ὑπὸ σμικρᾶς δυνάμεως, ὁλκάδα τριάρμενον τῶν βασιλικῶν πόνῳ μεγάλῳ καὶ χειρὶ πολλῇ νεωλκηθεῖσαν, ἐμβαλὼν ἀνθρώπους τε πολλοὺς καὶ τὸν συνήθη φόρτον, αὐτὸς ἄπωθεν καθήμενος, οὐ μετὰ σπουδῆς, ἀλλὰ ἠρέμα τῇ χειρὶ σείων ἀρχήν τινα πολυσπάστου προσηγάγετο3 λείως καὶ ἀπταίστως καὶ ὥσπερ διὰ θαλάττης ἐπιθέουσαν.

希厄隆对此大感惊异,恳请他将这个命题付诸实践,展示一下用微小的力量移动庞大的物体。阿基米德便选了一艘皇家三桅商船——这艘船原是费尽千辛万苦、动用大量人力才拖拉上岸的——他在船上装载了许多人和常规货物,自己坐在远处,并未费多大力气,只是用手轻轻拉动多滑轮组的缆绳一端,就平稳顺畅、毫无阻碍地将船拉向自己,宛如船只在海面上疾驰一般。

§14.9

ἐκπλαγεὶς οὖν ὁ βασιλεὺς καὶ συννοήσας τῆς τέχνης τὴν δύναμιν, ἔπεισε τὸν Ἀρχιμήδην ὅπως αὐτῷ τὰ μὲν ἀμυνομένῳ, τὰ δʼ ἐπιχειροῦντι μηχανήματα κατασκευάσῃ πρὸς πᾶσαν ἰδέαν πολιορκίας, οἷς αὐτὸς μὲν οὐκ ἐχρήσατο, τοῦ βίου τὸ πλεῖστον ἀπόλεμον καὶ πανηγυρικὸν βιώσας, τότε δʼ ὑπῆρχε τοῖς Συρακουσίοις εἰς δέον ἡ παρασκευή καὶ μετὰ τῆς παρασκευῆς ὁ δημιουργός.

国王惊叹不已,领悟到了这项技艺的威力,于是说服阿基米德为他制造适应各种围城战况的器械,既可用于防守,亦可用于进攻。希厄隆自己并未用上这些器械,因为他一生的大部分时间都在和平与盛典中度过;但在此刻,这套军备以及伴随军备的制造大师本人,正好切中时需地出现在叙拉古人面前。

语法注3 条
  1. 14.3ἧς ἄρα λόγος οὐδεὶς ἦν Ἀρχιμήδει

    属格关系代词 ἧς 指向前文的先行词 τῆς παρασκευῆς(及 τῆς δόξης),构成习惯表达 λόγος ἐστί τινός τινι(“某人对某物予以重视/顾及”,此处否定作“对某人而言微不足道/不值一提”)。语气词 ἄρα 表转折性的意外实情(“原来/竟是”)。

  2. 14.6ἀποδιδρασκούσης

    此为属格独立结构,其省略的逻辑主语为前文 τὸ γεωμετρίας ἀγαθόν 引申出的“几何学”(ἡ γεωμετρία)。它承接前方的宾格分词短语 ὡς ἀπολλύντας...(主语为欧多克索斯等人),转而描述几何学自身从纯理念领域逃逸至感官实体。

  3. 14.8ὁλκάδα τριάρμενον τῶν βασιλικῶν πόνῳ μεγάλῳ καὶ χειρὶ πολλῇ νεωλκηθεῖσαν, ἐμβαλὼν ἀνθρώπους τε πολλοὺς καὶ τὸν συνήθη φόρτον, αὐτὸς ἄπωθεν καθήμενος, οὐ μετὰ σπουδῆς, ἀλλὰ ἠρέμα τῇ χειρὶ σείων ἀρχήν τινα πολυσπάστου προσηγάγετο

    长距离倒置(hyperbaton)结构:开头的宾格名词短语 ὁλκάδα τριάρμενον... 作为句末主动词 προσηγάγετο 的直接宾语,中间插入了分词短语 ἐμβαλών、καθήμενος 以及方式状语短语。句子的骨干结构为:“阿基米德在装载了人与货物的商船(ὁλκάδα)上……将其平稳地拉向自己(προσηγάγετο)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:14.1-14.9