- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:15.1-15.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马军从陆海两路对叙拉古发起总攻,阿基米德以巨石、吊臂铁爪和梁木等各类防卫器械进行猛烈反击,不仅击碎了攻城巨械“桑布卡”,还彻底迫使罗马军撤退。
ὡς οὖν προσέβαλον οἱ Ῥωμαῖοι διχόθεν, ἔκπληξις ἦν τῶν Συρακουσίων καὶ σιγὴ διὰ δέος, μηδὲν ἂν ἀνθέξειν πρὸς βίαν καὶ δύναμιν οἰομένων τοσαύτην.1 σχάσαντος δὲ τὰς μηχανὰς τοῦ Ἀρχιμήδους2 ἅμα τοῖς μὲν πεζοῖς ἀπήντα τοξεύματά τε παντοδαπὰ καὶ λίθων ὑπέρογκα μεγέθη, ῥοίζῳ καὶ τάχει καταφερομένων ἀπίστῳ, καὶ μηδενὸς ὅλως τὸ βρῖθος στέγοντος ἀθρόους ἀνατρεπόντων τοὺς ὑποπίπτοντας καὶ τὰς τάξεις συγχεόντων, ταῖς δὲ ναυσὶν ἀπὸ τῶν τειχῶν ἄφνω ὑπεραιωρούμεναι κεραῖαι τὰς μὲν ὑπὸ βρίθους στηρίζοντος ἄνωθεν ὠθοῦσαι κατέδυον εἰς βυθόν, τὰς δὲ χερσὶ σιδηραῖς ἢ στόμασιν εἰκασμένοις γεράνων ἀνασπῶσαι πρῴραθεν ὀρθὰς ἐπὶ πρύμναν ἐβάπτιζον, ἢ διʼ ἀντιτόνων ἔνδον ἐπιστρεφόμεναι καὶ περιαγόμεναι τοῖς ὑπὸ τὸ τεῖχος πεφυκόσι κρημνοῖς καὶ σκοπέλοις προσήρασσον, ἅμα φθόρῳ πολλῷ τῶν ἐπιβατῶν συντριβομένων.
当罗马人从两路发起进攻时,叙拉古人陷入了惊愕之中,因恐惧而噤若寒蝉,他们认为没有什么能够抵挡如此巨大的暴烈与力量。然而,当阿基米德启动他的器械时,陆军部队立刻迎面遭遇了各种飞弹以及重量惊人的巨石,这些巨石以不可思议的呼啸声和极高的速度猛砸下来,由于没有任何东西能承受其沉重打击,遂将受击者成片击倒,打乱了全军阵列。至于战船方面,从城墙上方突然伸出悬挑的大梁:有些大梁以自上而下的重压将战船直接推入水底;有些则用铁爪或类似鹤嘴的钩钳从船头将战船高高吊起,使其直立于船艉上,沉入海中;或者由城内的滑轮缆绳牵引旋转,将船只猛烈砸向城墙下方凸起的悬崖和暗礁,伴随着大量死伤,船员们被撞得粉碎。
πολλάκις δὲ μετέωρος ἐξαρθεῖσα ναῦς ἀπὸ τῆς θαλάσσης δεῦρο κἀκεῖσε περιδινουμένη καὶ κρεμαμένη θέαμα φρικῶδες ἦν, μέχρι οὗ τῶν ἀνδρῶν ἀπορριφέντων καὶ διασφενδονηθέντων κενὴ προσπέσοι τοῖς τείχεσιν ἢ περιολίσθοι τῆς λαβῆς ἀνείσης. ἣν δὲ ὁ Μάρκελλος ἀπὸ τοῦ ζεύγματος ἐπῆγε μηχανήν, σαμβύκη μὲν ἐκαλεῖτο διʼ ὁμοιότητά τινα σχήματος πρὸς τὸ μουσικὸν ὄργανον, ἔτι δὲ ἄπωθεν αὐτῆς προσφερομένης πρὸς τὸ τεῖχος ἐξήλατο λίθος δεκατάλαντος ὁλκήν, εἶτα ἕτερος ἐπὶ τούτῳ καὶ τρίτος, ὧν οἱ μὲν αὐτῇ ἐμπεσόντες μεγάλῳ κτύπῳ καὶ κλύδωνι τῆς μηχανῆς τήν τε βάσιν συνηλόησαν καὶ τὸ γόμφωμα διέσεισαν καὶ διέσπασαν τοῦ ζεύγματος, ὥστε τὸν Μάρκελλον ἀπορούμενον αὐτόν τε ταῖς ναυσὶν ἀποπλεῖν κατὰ τάχος καὶ τοῖς πεζοῖς ἀναχώρησιν παρεγγυῆσαι.
屡屡有战船被从海中高高悬起,在空中来回旋转晃荡,成为一幅骇人的景象,直到船员们被抛出甩飞、船身空虚之后,才撞毁在城墙上,或者在抓握松脱时滑落下来。至于马尔凯鲁斯从连环船上推上前去的那台攻城器械,因其外形酷似同名乐器而被称为“桑布卡”,当它还在远处向城墙推进时,一块重达十塔兰同的巨石射了出来,接着又是第二块、第三块;其中几块以巨大的轰鸣声和震波砸在器械上,砸碎了器械的基座,震松并扯裂了连环船的木栓结构,以致马尔凯鲁斯无计可施,只得率领战船仓皇撤离,并向陆军传令撤退。
βουλευομένοις δὲ ἔδοξεν αὐτοῖς ἔτι νυκτὸς, ἂν δύνωνται, προσμῖξαι τοῖς τείχεσι· τοὺς γὰρ τόνους, οἷς χρῆσθαι τὸν Ἀρχιμήδην, ῥύμην ἔχοντας ὑπερπετεῖς ποιήσεσθαι τὰς τῶν βελῶν ἀφέσεις, ἐγγύθεν δὲ καὶ τελέως ἀπράκτους εἶναι διάστημα τῆς πληγῆς οὐκ ἐχούσης.3 ὁ δʼ ἦν, ὡς ἔοικεν, ἐπὶ ταῦτα πάλαι παρεσκευασμένος ὀργάνων τε συμμέτρους πρὸς πᾶν διάστημα κινήσεις καὶ βέλη βραχέα, καὶ διὰ τὸ τεῖχος οὐ μεγάλων, πολλῶν δὲ καὶ συνεχῶν τρημάτων ὄντων, οἱ σκορπίοι βραχύτονοι μέν, ἐγγύθεν δὲ πλῆξαι παρεστήκεσαν ἀόρατοι τοῖς πολεμίοις.
在商议之后,他们决定尽可能在拂晓前的夜色中逼近城墙;因为他们认为,阿基米德所使用的机械张力绳索威力巨大,会使飞弹越过头顶落到远方,而在贴近处则会完全失效,因为击发欠缺产生冲力的距离。然而,阿基米德看来对此早有防备,不仅调校好了器械适应所有距离的射程,还备有短箭;而且城墙上开凿了许多虽不大但密集连续的射孔,张力较短的“天蝎弩”隐藏在敌军视线之外,严阵以待,随时可从近距离实施打击。
- 15.1μηδὲν ἂν ἀνθέξειν πρὸς βίαν καὶ δύναμιν οἰομένων τοσαύτην
分词 οἰομένων 在属格上与前文的 τῶν Συρακουσίων 一致。其所统领的间接引语中,ἂν ἀνθέξειν(ἄν 搭配未来不定词)表达潜在或推测语气,即叙拉古人认为绝无任何力量能够抵挡如此攻势。
- 15.1σχάσαντος δὲ τὰς μηχανὰς τοῦ Ἀρχιμήδους
属格独立结构。动词 σχάζω(松开、触发、启动机械)的不定过去时主动分词 σχάσαντος 与 τοῦ Ἀρχιμήδους 结合,表示阿基米德一旦扳动扳机发动这些防御机械的瞬间。
- 15.5διάστημα τῆς πληγῆς οὐκ ἐχούσης
属格独立结构,主语为 ἡ πληγή(冲击、打击)。意为“打击缺乏(飞行加速所需的)距离”,说明罗马人之所以认定在近距离攻城可以使弹道机械失效的原因。
