← 普鲁塔克

马塞卢斯传

§13.1-13.5

抵达西西里与坎尼败兵的请愿

马尔凯鲁斯第三次出任执政官前往西西里,在坎尼惨败后被流放的军人恳请重获从军荣誉,元老院却仅附带严苛限制勉强予以许可。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

ὁ δὲ Μάρκελλος ἀποδειχθεὶς ὕπατος τὸ τρίτον εἰς Σικελίαν ἔπλευσεν. αἱ γὰρ Ἀννίβου περὶ τὸν πόλεμον εὐπραξίαι Καρχηδονίους ἐπῆραν αὖθις ἀντιλαμβάνεσθαι τῆς νήσου, μάλιστα τεταραγμένων τῶν περὶ τὰς Συρακούσας μετὰ τὴν Ἱερωνύμου τοῦ τυράννου τελευτήν. διὸ καὶ Ῥωμαίων ἦν ἐκεῖ προαπεσταλμένη δύναμις καὶ στρατηγὸς Ἄππιος.

马尔凯鲁斯第三次被任命为执政官后,便乘船前往西西里。因为汉尼拔在战事中的胜利,促使迦太基人企图再次夺取该岛,尤其是在僭主希厄洛纽摩斯死后,叙拉古局势陷入动荡。因此,罗马人此前已派遣了一支军队和将领阿庇乌斯驻扎在那里。

§13.2

ταύτην παραλαμβάνοντι τῷ Μαρκέλλῳ προσπίπτουσι Ῥωμαῖοι πολλοί συμφορᾷ κεχρημένοι τοιαύτῃ, τῶν περὶ Κάννας παραταξαμένων πρὸς Ἀννίβαν οἱ μὲν ἔφυγον, οἱ δὲ ζῶντες ἥλωσαν, τοσοῦτον πλῆθος1 ὡς δοκεῖν Ῥωμαίοις ὑπολελεῖφθαι μηδὲ τοὺς τὰ τείχη διαφυλάξοντας.

当马尔凯鲁斯接掌这支军队时,许多遭遇如下厄运的罗马人纷纷拜倒在他面前:在坎尼与汉尼拔对阵的士兵中,一部分逃脱,一部分被生擒,其人数之多,以至于罗马人以为连守卫城墙的人都没有剩下了。

§13.3

τοῖς δὲ ἄρα τοσοῦτο τοῦ φρονήματος καὶ μεγαλοψυχίας περιῆν ὥστε τοὺς μὲν αἰχμαλώτους ἐπὶ μικροῖς λύτροις ἀποδιδόντος Ἀννίβου μὴ λαβεῖν, ἀλλʼ ἀποψηφίσασθαι καὶ περιϊδεῖν τοὺς μὲν ἀναιρεθέντας, τοὺς δὲ πραθέντας ἔξω τῆς Ἰταλίας, τῶν δὲ φυγῇ περιγενομένων τὸ πλῆθος εἰς Σικελίαν ἀποστεῖλαι, διακελευσαμένους2 Ἰταλίας μὴ ἐπιβαίνειν ἕως πολεμοῦσι πρὸς Ἀννίβαν.

然而,罗马人怀有如此巨大的自负与气魄,以至于当汉尼拔以微薄赎金提议交还俘虏时,他们竟拒不接受,反而通过表决加以拒绝,眼看着一部分俘虏被杀害,另一部分被卖到意大利境外;而且他们将那些逃生幸存的大批人员遣送至西西里,勒令他们在与汉尼拔作战期间不得踏上意大利的土地。

§13.4

οὗτοι δὴ τῷ Μαρκέλλῳ παραγενομένῳ προσπεσόντες ἀθρόοι, καὶ χαμαὶ καταβαλόντες αὑτούς, ᾔτουν τάξιν ἐπιτίμου στρατείας μετὰ πολλῆς βοῆς καὶ δακρύων, ἐπαγγελλόμενοι δείξειν διʼ ἔργων ἀτυχίᾳ τινὶ μᾶλλον ἢ διʼ ἀνανδρίαν αὐτῶν τὴν τροπὴν ἐκείνην γενομένην. οἰκτείρας οὖν αὐτοὺς ὁ Μάρκελλος ἔγραψε πρὸς τὴν σύγκλητον αἰτούμενος ἐκ τούτων ἀεὶ τῆς στρατιᾶς τὸ ἐπιλεῖπον ἀναπληροῦν.

正是这些人,在马尔凯鲁斯抵达时成群跪倒在他脚下,仆伏在地,在一片号哭与流泪中恳求给予他们享有荣誉的从军席位,保证要用实际行动证明当年的溃败更多是由于某种不幸,而非因他们懦弱所致。马尔凯鲁斯怜悯他们,便致信元老院,请求允许随时从这些人中补充军队的兵员缺额。

§13.5

λόγων δὲ πολλῶν γενομένων ἐποιήσατο γνώμην ἡ βουλή μηδὲν εἰς δημόσια πράγματα δεῖσθαι Ῥωμαίους ἀνθρώπων ἀνάνδρων εἰ δὲ βούλεται χρῆσθαι Μάρκελλος αὐτοῖς ἴσως, μηδενὸς τῶν ἐπʼ ἀνδρείᾳ νομιζομένων στεφάνων καὶ γερῶν τυχεῖν ὑπάρχοντος,3 τοῦτο τὸ δόγμα Μάρκελλον ἠνίασε, καὶ μετὰ τὸν ἐν Σικελίᾳ πόλεμον ἐπανελθών ἐμέμψατο τὴν βουλήν, ὡς ἀντὶ πολλῶν καὶ μεγάλων4 οὐ παρασχοῦσαν αὐτῷ τοσούτων δυστυχίαν ἐπανορθώσασθαι πολιτῶν.

经过诸多讨论后,元老院做出决议:“罗马人在国家事务中绝不需要怯懦之徒;但如果马尔凯鲁斯确实想使用他们,或许可以,条件是他们绝无可能获得任何按惯例因英勇而授予的冠冕和荣耀。”这一决议令马尔凯鲁斯深感痛心;在结束西西里的战事归来后,他谴责元老院未曾以准许他挽救如此众多同胞的不幸,来回报他所立下的赫赫战功。

语法注4 条
  1. 13.2τοσοῦτον πλῆθος

    与前句中描述的逃亡与被俘之人(οἱ μὲν ... οἱ δὲ ...)或整个事态同格的宾格短语,表示数量之巨,并引出后文表示结果的 ὡς 从句。

  2. 13.3διακελευσαμένους

    阳性复数宾格分词。在语义上对应主句中的与格代词 τοῖς(罗马人),但由于在 ὥστε 引导的结果不定式结构中,不定式 ἀποστεῖλαι 的逻辑主语被视作泛指的宾格主语,故该分词顺应不定式的主语采用了宾格。

  3. 13.5μηδενὸς τῶν ἐπʼ ἀνδρείᾳ νομιζομένων στεφάνων καὶ γερῶν τυχεῖν ὑπάρχοντος

    属格独立结构。动词 ὑπάρχω 的分词 ὑπάρχοντος 意为“作为可能而存在”,与不定式 τυχεῖν(支配宾格性属格 μηδενὸς ...)连用,表达限制性条件:“在绝无可能获得任何因英勇而惯常授予的冠冕和荣耀的前提下”。

  4. 13.5ἀντὶ πολλῶν καὶ μεγάλων

    中性复数属格作名词性用法,意为“作为诸多显赫功绩的回报”。介词 ἀντί 表示报酬或对等交换,构成了马尔凯鲁斯对元老院怨怼的核心根据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:13.1-13.5