- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:12.1-12.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马尔凯鲁斯因不祥之兆主动辞去执政官职务,以资深执政官身份重返军营,在诺拉附近突袭汉尼拔军队获胜,并接纳了敌军骑兵的归降。
διὸ καὶ θατέρου τῶν ὑπάτων ἀποθανόντος ἐκάλει Μάρκελλον ὁ δῆμος ἐπὶ τὴν διαδοχὴν ἀπόντα, καὶ βίᾳ τῶν ἀρχόντων1 ὑπερέθετο τὴν κατάστασιν ἕως ἐκεῖνος ἦλθεν ἀπὸ τοῦ στρατοπέδου. καὶ πάσαις μὲν ἀπεδείχθη ταῖς ψήφοις ὕπατος, ἐπιβροντήσαντος δὲ τοῦ θεοῦ καὶ τῶν ἱερέων οὐκ αἴσιον τιθεμένων τὸ σημεῖον, ἐμφανῶς δὲ κωλύειν ὀκνούντων καὶ δεδιότων τὸν δῆμον, αὐτὸς ἐξωμόσατο τὴν ἀρχήν.
因此,在两位执政官之一去世后,人民召请不在场的马尔凯鲁斯接任,并违抗长官们的意愿推迟了任命,直到他从营地赶来。虽然他以全票当选为执政官,但当天神雷声大作、祭司们认定此兆不吉,却又因畏惧人民而不敢公然阻止时,他自己宣誓放弃了这一职位。
οὐ μέντοι τὴν στρατείαν ἔφυγεν, ἀλλʼ ἀνθύπατος ἀναγορευθεὶς καὶ πάλιν πρὸς Νῶλαν ἐπανελθὼν εἰς τὸ στρατόπεδον κακῶς ἐποίει τοὺς ᾑρημένους τὰ τοῦ Φοίνικος, ὡς δὲ ὀξεῖαν ἐπʼ αὐτὸν θέμενος βοήθειαν ἐκεῖνος ἧκε, προκαλουμένῳ μὲν ἐκ παρατάξεως οὐκ ἠβουλήθη διαγωνίσασθαι, τρέψαντι δὲ2 τὸ πλεῖστον ἐφʼ ἁρπαγὴν τοῦ στρατοῦ καὶ μηκέτι προσδεχομένῳ μάχην ἐπεξῆλθε, διαδοὺς δόρατα τῶν ναυμάχων μεγάλα τοῖς πεζοῖς, καὶ διδάξας πόρρωθεν συντηροῦσι παίειν3 τοὺς Καρχηδονίους, ἀκοντιστὰς μὲν οὐκ ὄντας αἰχμαῖς δὲ χρωμένους ἐκ χειρὸς βραχείαις.
然而他并未逃避兵务,而是在被推举为资深执政官后再次返回诺拉的军营,痛击那些倒向迦太基人的一派。当汉尼拔迅速兴起救援前来对抗他时,马尔凯鲁斯不愿与在正面列阵挑战的汉尼拔决战;但当汉尼拔将主力派去抢掠、不再预期交战时,他便出军突袭。他预先将海战用的大矛分发给步兵,并训导他们从远处保持警戒刺击迦太基人,因为敌军并非投枪兵,而是使用近战短矛。
διὸ καὶ δοκοῦσι τότε δεῖξαι τὰ νῶτα Ῥωμαίοις ὅσοι συνέβαλον καὶ φυγὴν ἀπροφάσιστον φυγεῖν,4 ἀποβαλόντες ἐξ ἑαυτῶν νεκροὺς μὲν γενομένους πεντακισχιλίους, αἰχμαλώτους δὲ ἑξακοσίους, καὶ τῶν ἐλεφάντων τέσσαρας μὲν πεσόντας, δύο δὲ ζωοὺς ἁλόντας. ὃ δʼ ἦν μέγιστον, ἡμέρᾳ τρίτῃ μετὰ τὴν μάχην ἱππεῖς Ἰβήρων καὶ Νομάδων μιγάδες αὐτομολοῦσιν ὑπὲρ τοὺς τριακοσίους, οὔπω πρότερον Ἀννίβα τοῦτο παθόντος, ἀλλʼ ἐκ ποικίλων καὶ πολυτρόπων συνηρμοσμένον ἐθνῶν βαρβαρικὸν στράτευμα πλεῖστον χρόνον ἐν μιᾷ γνώμῃ διαφυλάξαντος. οὗτοι μὲν οὖν πιστοὶ παρέμειναν εἰς ἅπαν αὐτῷ τε τῷ Μαρκέλλῳ καὶ τοῖς μετʼ αὐτὸν στρατηγοῖς.
因此,所有交战的敌军当时似乎都向罗马人败退转身,溃不成军,自身阵亡达五千人,被俘六百人,大象战死四头,生擒两头。最重要的是,战后第三天,由伊比利亚人和努米底亚人混合组成的骑兵三百余人前来归降,而汉尼拔此前从未遭遇过此种背叛,他向来将这支由各色多元部族拼组而成的蛮族军队长久维系在同一意志之下。这些人自始至终对马尔凯鲁斯本人以及后来的将领们都保持了绝对的忠诚。
- 12.1βίᾳ τῶν ἀρχόντων
名词 βία 的与格单数形式与属格名词 τῶν ἀρχόντων 连用,起介词作用,表示“违背长官意愿”或“不顾长官反对”。
- 12.2προκαλουμένῳ μὲν ... τρέψαντι δὲ
二者皆为指代汉尼拔的分词与格形式;前者 προκαλουμένῳ 依存于 διαγωνίσασθαι,后者 τρέψαντι 则依存于主动词 ἐπεξῆλθε,形成了汉尼拔严阵挑战时马尔凯鲁斯不予应战、汉尼拔分散兵力抢掠时则出城突袭的对比。
- 12.2διδάξας πόρρωθεν συντηροῦσι παίειν
现在分词与格复数 συντηροῦσι 与前文受 διαδούς 支配的与格 τοῖς πεζοῖς保持一致,作为不定式 παίειν 的逻辑主语,修饰攻击的方式(“密切注视机宜并自远处刺击”)。
- 12.3φυγὴν ἀπροφάσιστον φυγεῖν
由动词不定式 φυγεῖν 与其同源名词宾格 φυγὴν 构成的同族宾格(内宾格)结构,意为“进行无可推托的溃退(彻底败走)”。
