← 普鲁塔克

马塞卢斯传

§11.1-11.4

诺拉城突袭与击退汉尼拔

马尔凯鲁斯在班迪乌斯的全力协助下防备诺拉城内的叛乱,将主力埋伏于城内并分从三座城门接连出击突袭汉尼拔军队,取得了坎尼战役以来对迦太基人的首次重大击退,重振了罗马人的士气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

ἐκ τούτου βεβαιότατος μὲν ἦν Μαρκέλλῳ παραστάτης καὶ σύμμαχος, δεινότατος δὲ μηνυτὴς καὶ κατήγορος τῶν τἀναντία φρονούντων ὁ Βάνδιος. ἦσαν δὲ πολλοί, καὶ διενοοῦντο τῶν Ῥωμαίων ἐπεξιόντων τοῖς πολεμίοις αὐτοὶ διαρπάσαι1 τὰς ἀποσκευάς.

自此之后,班迪乌斯成了马尔凯鲁斯最忠诚的支持者与同盟,也是对反对派最令人生畏的告发者与控诉者。反对派人数众多,他们打算趁罗马军出城迎敌之际自己去劫掠辎重。

§11.2

διὸ συντάξας ὁ Μάρκελλος τὴν δύναμιν ἐντός παρὰ τὰς πύλας ἔστησε τὰ σκευοφόρα, καὶ τοῖς Νωλανοῖς διὰ κηρύγματος ἀπεῖπε πρὸς τὰ τείχη προσπελάζειν. ἦν οὖν ὅπλων ἐρημία καὶ τὸν Ἀννίβαν ἐπεσπάσατο προσάγειν ἀτακτότερον, ὡς τῶν ἐν τῇ πόλει ταραττομένων. ἐν τούτῳ δὲ τὴν καθʼ αὑτὸν πύλην ἀναπετάσαι κελεύσας ὁ Μάρκελλος ἐξήλασεν, ἔχων μεθʼ ἑαυτοῦ τῶν ἱπποτῶν τοὺς λαμπροτάτους, καὶ προσπεσὼν κατὰ στόμα συνείχετο τοῖς πολεμίοις.

因此,马尔凯鲁斯将部队在城内列阵,把辎重队安置在城门旁,并颁布公告严禁诺拉人靠近城墙。于是城墙上空无武装之兵,这引得汉尼拔误以为城内一片混乱,而以较为涣散的队形推进。就在此时,马尔凯鲁斯下令将自己正对的城门彻底打开,率领身旁最精锐的骑兵疾驰杀出,迎头猛冲,与敌人短兵相接。

§11.3

μετʼ ὀλίγον δʼ οἱ πεζοὶ καθʼ ἑτέραν πύλην ἐχώρουν μετὰ δρόμου καὶ βοῆς· καὶ πρὸς τούτους αὖθις αὖ τοῦ Ἀννίβᾳ μερίζοντος τὴν δύναμιν ἡ τρίτη τῶν πυλῶν ἀνεῴγνυτο, καὶ διʼ αὐτῆς ἐξέθεον οἱ λοιποὶ καὶ προσέκειντο πανταχόθεν ἐκπεπληγμένοις τῷ ἀπροσδοκήτῳ καὶ κακῶς ἀμυνομένοις τοὺς ἐν χερσὶν ἤδη διὰ τοὺς ὕστερον ἐπιφερομένους,2 κἀνταῦθα πρῶτον οἱ σὺν Ἀννίβᾳ Ῥωμαίοις ἐνέδωκαν, ὠθούμενοι φόνῳ πολλῷ καὶ τραύμασι πρὸς τὸ στρατόπεδον.

不久之后,步兵也从另一座城门奔跑着呐喊冲出;当汉尼拔再次分兵应对他们时,第三座城门也被打开,其余士兵由此冲杀出来,从四面八方猛扑过去。敌军因这出其不意的袭击而惊恐失措,又因后方后续冲来的敌军,而难以招架眼前已经交战的对手。正是在此时此地,汉尼拔的部队首次在罗马人面前败退,在死伤惨重中被逼退回营地。

§11.4

λέγονται γὰρ ὑπὲρ πεντακισχιλίους ἀποθανεῖν, ἀποκτεῖναι δὲ Ῥωμαίων οὐ πλείονας ἢ πεντακοσίους, ὁ δὲ Λίβιος οὕτω μὲν οὐ διαβεβαιοῦται γενέσθαι μεγάλην ἧτταν οὐδὲ πεσεῖν νεκροὺς τοσούτους τῶν πολεμίων, κλέος δὲ μέγα Μαρκέλλῳ καὶ Ῥωμαίοις ἐκ κακῶν θάρσος ἀπὸ τῆς μάχης ἐκείνης ὑπάρξαι θαυμαστόν, οὐχ ὡς πρὸς ἄμαχον οὐδὲ ἀήττητον, ἀλλά τι καὶ παθεῖν δυνάμενον διαγωνιζομένοις πολέμιον.3

据称迦太基军阵亡超过五千人,而罗马人阵亡不超过五百人;然而利维乌斯并未确言发生了如此巨大的溃败,亦未断言敌军战死者达如此之多,却肯定了马尔凯鲁斯因此战获得巨大的声誉,罗马人亦从苦难中重获惊人的勇气,因为他们认识到自己所交战的敌人绝非不可战胜或无懈可击,而是同样能够遭受打击的。

语法注3 条
  1. 11.1αὐτοὶ διαρπάσαι

    不定式 διαρπάσαι(掠夺)受支配动词 διενοοῦντο(意图、打算)统辖,由于其逻辑主语与主句主语(即城内反对派)一致,因而采用了主格 αὐτοί。该主格在此起到强调作用,与前文属格绝对结构 τῶν Ῥωμαίων ἐπεξιόντων(当罗马人出击时)的逻辑主语形成鲜明对照。

  2. 11.3κακῶς ἀμυνομένοις τοὺς ἐν χερσὶν ἤδη διὰ τοὺς ὕστερον ἐπιφερομένους

    与格分词 ἀμυνομένοις 与前面的 ἐκπεπληγμένοις 并列,作为动词 προσέκειντο(猛攻)所支配的与格补足语,指代迦太基军队。中动相动词 ἀμύνομαι 在此作及物用法,支配宾格 τοὺς ἐν χερσὶν ἤδη(“眼前已在近身搏杀的敌兵”),意为“抵挡、防御”;介词短语 διὰ τοὺς ὕστερον ἐπιφερομένους(“由于后续冲来的部队”)则说明了敌军难以招架的原因。

  3. 11.4οὐχ ὡς πρὸς ἄμαχον οὐδὲ ἀήττητον, ἀλλά τι καὶ παθεῖν δυνάμενον διαγωνιζομένοις πολέμιον

    与格分词 διαγωνιζομένοις 与上文的 Ῥωμαίοις 保持一致,与小词 ὡς 连用表示主观认知下的伴随状况(“作为与……交战之人”)。介词 πρὸς 统辖宾格 πολέμιον 及其修饰成分(ἄμαχον, ἀήττητον 与 τι καὶ παθεῖν δυνάμενον),突出了罗马人对敌心态的关键转变:不再将其视作不可战胜之敌,而是视为同样能被击伤受挫的对手。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:11.1-11.4