← 普鲁塔克

佩洛皮达斯传

§9.1-9.7

密谋者集结卡隆宅与阿尔基阿斯的传唤

乔装打扮的佩洛皮达斯一行借暴风雪潜入卡隆宅邸,但僭主阿尔基阿斯听闻密报后传唤卡隆。卡隆将幼子交出作为忠诚的人质,随后动身前往执政官处以消除怀疑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

οἱ δὲ περὶ τὸν Πελοπίδαν ἐσθῆτας γεωργῶν μεταλαβόντες καὶ διελόντες αὑτοὺς ἄλλοι κατʼ ἄλλα μέρη τῆς πόλεως παρεισῆλθον ἔτι ἡμέρας οὔσης. ἦν δέ τι πνεῦμα καὶ νιφετός ἀρχομένου τρέπεσθαι τοῦ ἀέρος, καὶ μᾶλλον ἔλαθον καταπεφευγότων ἤδη διὰ τὸν χειμῶνα τῶν πλείστων εἰς τὰς οἰκίας, οἷς δὲ ἦν ἐπιμελὲς τὰ πραττόμενα γινώσκειν, ἀνελάμβανον τοὺς προσερχομένους καὶ καθίστων εὐθὺς εἰς τήν οἰκίαν τὸν Χάρωνος· ἐγένοντο δὲ σὺν τοῖς φυγάσι πεντήκοντα δυοῖν δέοντες.1

佩洛皮达斯一行换上农夫的衣裳,分头自城中各处潜入,此时天色尚明。适值天气骤变,寒风夹带着飞雪,大多数人因冬日严寒早已躲入屋内,因而他们更未引起注意。那些受命知晓内情的人迎接入城之人,立即将他们安置在卡隆的宅邸内;连同流亡者在内,总人数达到了四十八人。

§9.2

τὰ δὲ περὶ τοὺς τυράννους οὕτως εἶχε. Φιλλίδας ὁ γραμματεὺς συνέπραττε μὲν, ὥσπερ εἴρηται, πάντα καὶ συνῄδει τοῖς φυγάσιν, εἰς δὲ τήν ἡμέραν ἐκείνην ἐκ παλαιοῦ κατηγγελκὼς τοῖς περὶ τὸν Ἀρχίαν πότον τινὰ καὶ συνουσίαν καὶ γύναια τῶν ὑπάνδρων, ἔπραττεν ὅτι μάλιστα ταῖς ἡδοναῖς ἐκλελυμένους καὶ κατοίνους μεταχειρίσασθαι παρέξειν2 τοῖς ἐπιτιθεμένοις.

僭主方面的情况则是如此:书记官菲利达斯正如前文所述,在一切事上与流亡者通谋并知晓全盘计划;他早就约定在这一天为阿尔基阿斯一伙安排一场酒宴与交游,并许以有夫之妇,企图使他们尽可能因声色享乐而筋骨酥软、烂醉如泥,好交由袭击者处置。

§9.3

οὔπω δὲ πάνυ πόρρω μέθης οὖσιν αὐτοῖς προσέπεσέ τις3 οὐ ψευδὴς μέν, ἀβέβαιος δὲ καὶ πολλὴν ἀσάφειαν ἔχουσα περὶ τῶν φυγάδων μήνυσις ὡς ἐν τῇ πόλει κρυπτομένων, τοῦ δὲ Φιλλίδου παραφέροντος τὸν λόγον, ὅμως Ἀρχίας ἔπεμψέ τινα τῶν ὑπηρετῶν πρὸς τὸν Χάρωνα, προστάσσων εὐθὺς ἥκειν αὐτόν, ἦν δὲ ἑσπέρα, καὶ συνέταττον ἔνδον αὑτοὺς οἱ περὶ τὸν Πελοπίδαν, ἤδη τεθωρακισμένοι καὶ τὰς μαχαίρας ἀνειληφότες.

正当他们尚未大醉之时,传来了一则关于流亡者潜藏在城内的密报;此信并非虚妄,却虚实未定、语焉不详。尽管菲利达斯极力转移话题,阿尔基阿斯还是派了一名侍从前往卡隆处,命他即刻前来。此时已是傍晚,佩洛皮达斯一行已在屋内披挂胸甲、手执利剑,整饬队列。

§9.4

ἐξαίφνης δὲ κοπτομένης τῆς θύρας προσδραμών τις, καὶ πυθόμενος τοῦ ὑπηρέτου Χάρωνα μετιέναι παρὰ τῶν πολεμάρχων φάσκοντος, ἀπήγγειλεν εἴσω τεθορυβημένος, καὶ πᾶσιν εὐθὺς παρέστη τήν τε πρᾶξιν ἐκμεμηνῦσθαι καὶ σφᾶς ἅπαντας ἀπολωλέναι, μηδὲ δράσαντάς τι τῆς ἀρετῆς ἄξιον, οὐ μὴν ἀλλʼ ἔδοξεν ὑπακοῦσαι τὸν Χάρωνα καὶ παρασχεῖν ἑαυτὸν δεῖν ἀνυπόπτως τοῖς ἄρχουσιν,4 ἄλλως μέν ἀνδρώδη καὶ βαρὺν ὄντα τῷ θαρρεῖν παρὰ τὰ δεινά, τότε δὲ διʼ ἐκείνους ἐκπεπληγμένον καὶ περιπαθοῦντα, μή τις ὑποψία προδοσίας ἐπʼ αὐτὸν ἔλθῃ τοσούτων ἅμα καὶ τοιούτων πολιτῶν ἀπολομένων. ὡς οὖν ἔμελλεν ἀπιέναι, παραλαβὼν ἐκ τῆς γυναικωνίτιδος τὸν υἱόν, ἔτι μέν ὄντα παῖδα, κάλλει δὲ καὶ ῥώμῃ σώματος πρωτεύοντα τῶν καθʼ ἡλικίαν, ἐνεχείριζε τοῖς περὶ Πελοπίδαν, εἴ τινα δόλον καὶ προδοσίαν αὐτοῦ καταγνοῖεν, ὡς πολεμίῳ χρῆσθαι κελεύων ἐκείνῳ καὶ μὴ φείδεσθαι.

突然门外传来敲门声,有人奔上前去询问侍从,侍从声称奉军事长官之命前来传唤卡隆,那人便惶恐地回屋通报。众人心中立刻闪过一个念头:密谋已然败露,他们尚未立下无愧于勇德的功业便将全军覆没。然而,众人依然认为卡隆应当应命前往,不露痕迹地出现在执政官们面前。卡隆平日里为人刚毅,面对凶险向来临危不惧,但此刻为了众人的安危却惊骇万分、悲痛难抑,生怕若是如此众多且优秀的同胞丧命,自己会背上叛徒的嫌疑。于是,当他准备动身离去时,从内帷领出自己的儿子——孩子尚幼,但容貌之秀美与体格之健壮皆冠绝同龄人——将他交到佩洛皮达斯一行手中,吩咐他们若察觉自己有任何诡计与背叛,便将孩子视同仇敌,切勿手软。

§9.6

πολλοῖς μέν οὖν αὐτῶν δάκρυα πρὸς τὸ πάθος καὶ τὸ φρόνημα τοῦ Χάρωνος ἐξέπεσε, πάντες δὲ ἠγανάκτουν εἰ δειλὸν οὕτως εἶναί τινα δοκεῖ5 καὶ διεφθαρμένον ὑπὸ τοῦ παρόντος, ὥστε ὑπονοεῖν ἐκεῖνον ἢ ὅλως αἰτιᾶσθαι καὶ τὸν υἱὸν ἐδέοντο μὴ καταμιγνύειν αὐτοῖς, ἀλλʼ ἐκποδὼν θέσθαι τοῦ μέλλοντος, ὅπως αὐτός γε τῇ πόλει καὶ τοῖς φίλοις τιμωρὸς ὑποτρέφοιτο περισωθεὶς καὶ διαφυγὼν τοὺς τυράννους.

他们中有许多人为卡隆的至情与高洁气魄潸然泪下,但所有人都感到愤慨,认为卡隆竟以为他们当中有人如此胆怯并在眼前的危机中丧失心智,以致会怀疑或怪罪于他;他们恳求他不要将儿子卷入他们之中,而应将他置于即将来临的风暴之外,以便这孩子得以幸存并逃脱僭主之手,被抚养成城邦与诸位朋友的复仇者。

§9.7

ὁ δὲ Χάρων τὸν μέν υἱὸν ἀπαλλάξειν οὐκ ἔφη· ποῖον γὰρ αὐτῷ βίον ὁρᾶν ἢ τίνα σωτηρίαν καλλίονα τῆς ὁμοῦ μετὰ πατρὸς καὶ φίλων τοσούτων ἀνυβρίστου τελευτῆς; ἐπευξάμενος δὲ τοῖς θεοῖς καὶ πάντας ἀσπασάμενος καὶ παραθαρρύνας ἀπῄει, προσέχων ἑαυτῷ καὶ ῥυθμίζων σχήματι προσώπου καὶ τόνῳ φωνῆς ἀνομοιότατος οἷς ἔπραττε φανῆναι.

然而卡隆却说,自己绝不送走儿子;因为对于他而言,能看到何种生命、何种获救之道,能比得上与父亲及如此众多的朋友一同不受侮辱地死去更为崇高呢?在向诸神祈祷、与众人相拥并予以勉励之后,他便离去了;他小心收敛心神,调整面部神色与声音语调,使自己显得与正在从事的事业毫不相干。

语法注5 条
  1. 9.1πεντήκοντα δυοῖν δέοντες

    现在分词主格阳性复数 δέοντες(源自 δέω,“缺少”)支配夺格性属格 δυοῖν(“二”),构成希腊语表示减法基数词的惯用表达,意为“差二到五十”,即“四十八人”。

  2. 9.2παρέξειν

    作动词 ἔπραττεν 的宾语的将来时不定式,表明菲利达斯正在设法“使之呈交/提供给”袭击者。随附的不定式 μεταχειρίσασθαι 则充当表示目的或结果的补充不定式(“供攻击者处置/收拾”)。

  3. 9.3οὔπω δὲ πάνυ πόρρω μέθης οὖσιν αὐτοῖς προσέπεσέ τις

    与格短语 αὐτοῖς οὖσιν 作动词 προσέπεσε(“突然降临于”、“传至”)的与格补足语。副词 πόρρω 支配属格 μέθης,字面意为“对于尚未在醉酒中陷得太深的他们而言”。

  4. 9.4παρασχεῖν ἑαυτὸν δεῖν ἀνυπόπτως τοῖς ἄρχουσιν

    双重不定式结构:非人称动词 ἔδοξε 支配不定式 δεῖν,而 δεῖν 进一步支配带宾格的不定式短语 παρασχεῖν ἑαυτόν,意为“(众人)认为卡隆必须不露嫌疑地将自己呈现在执政官面前”。

  5. 9.6εἰ δειλὸν οὕτως εἶναί τινα δοκεῖ

    连接词 εἰ 引导的从句跟在表心理情感的动词 ἠγανάκτουν(“感到愤慨”)之后;在古典希腊语中,表示情感或惊异的动词后常以 εἰ 代替 ὅτι,表示“因……而愤慨”,此处指愤慨于“卡隆竟然认为有人如此胆怯”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:9.1-9.7