- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:8.1-8.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
行动日期确定后,佩洛皮达斯等十二人伪装成猎人秘密进发底比斯。城内的希波斯泰内达斯临阵畏缩,派人前去劝阻,但该信使因找不到马勒与妻子大吵,最终放弃了行程。
ἡμέρας δὲ πρὸς τὴν πρᾶξιν ὁρισθείσης, ἔδοξε τοῖς φυγάσι τοὺς μὲν ἄλλους συναγαγόντα Φερένικον ἐν τῷ Θριασίῳ περιμένειν, ὀλίγους δὲ τῶν νεωτάτων παραβαλέσθαι προεισελθεῖν1 εἰς τὴν πόλιν, ἐὰν δέ τι πάθωσιν ὑπὸ τῶν πολεμίων οὗτοι, τοὺς ἄλλους ἐπιμελεῖσθαι πάντας ὅπως μήτε παῖδες αὐτῶν μήτε γονεῖς ἐνδεεῖς ἔσονται τῶν ἀναγκαίων.
行动的日期既已定下,流亡者们便决定:由费雷尼库斯召集其余人等在特里亚平原等候,而由少数最年轻的人冒险先行潜入城内;倘若这些人遭遇敌人不测,其余所有人当共同照料,使其子女与父母皆不致匮乏生活所需。
ὑφίσταται δὲ τὴν πρᾶξιν Πελοπίδας πρῶτος, εἶτα Μέλων καὶ Δαμοκλείδας καὶ Θεόπομπος, ἄνδρες οἴκων τε πρώτων καὶ πρὸς ἀλλήλους τὰ ἄλλα μὲν φιλικῶς καὶ πιστῶς, ὑπὲρ δὲ δόξης καὶ ἀνδρείας ἀεὶ φιλονείκως ἔχοντες, γενόμενοι δὲ οἱ σύμπαντες δώδεκα, καὶ τοὺς ἀπολειπομένους ἀσπασάμενοι, καὶ προπέμψαντες ἄγγελον τῷ Χάρωνι, προῆγον ἐν χλαμυδίοις, σκύλακάς τε θηρατικὰς καὶ στάλικας ἔχοντες, ὡς μηδὲ εἷς ὑποπτεύοι τῶν ἐντυγχανόντων καθʼ ὁδόν, ἀλλʼ ἀλύοντες ἄλλως πλανᾶσθαι καὶ κυνηγεῖν δοκοῖεν.
佩洛皮达斯首先担当此任,接着是梅隆、达莫克莱达斯和泰奥彭普斯;他们皆出自名门望族,在其他方面相处友爱忠诚,唯在追求荣誉与英勇上一向互不相让。一行人总计十二人,与留在后面的人告别后,先行派遣一名信使前往卡隆处,便身着短披风,携带着猎犬和捕猎木桩上路,以使沿途相遇之人不起丝毫怀疑,反而以为他们只是信步游逛、四处打猎。
ἐπεὶ δὲ ὁ πεμφθεὶς παρʼ αὐτῶν ἄγγελος ἧκε πρὸς τὸν Χάρωνα καὶ καθʼ ὁδὸν ὄντας ἔφραζεν, αὐτὸς μὲν ὁ Χάρων οὐδὲ ὑπὸ τοῦ δεινοῦ πλησιάζοντος ἔτρεψέ τι τῆς γνώμης, ἀλλʼ ἀνὴρ ἀγαθὸς ἦν καὶ παρεῖχε τὴν οἰκίαν, Ἱπποσθενείδας δέ τις, οὐ πονηρὸς μὲν, ἀλλὰ καὶ φιλόπατρις καὶ τοῖς φυγάσιν εὔνους ἄνθρωπος, ἐνδεὴς δὲ τόλμης τοσαύτης ὅσης ὅ τε καιρὸς ὀξὺς ὢν αἵ τε ὑποκείμεναι πράξεις ἀπῄτουν, ὥσπερ ἰλιγγιάσας πρὸς τὸ μέγεθος τοῦ ἀγῶνος ἐν χερσὶ γενομένου, καὶ μόλις ποτὲ τῷ λογισμῷ συμφρονήσας ὅτι τρόπον τινὰ τὴν τῶν Λακεδαιμονίων σαλεύουσιν ἀρχὴν καὶ τῆς ἐκεῖθεν δυνάμεως ὑποβάλλονται κατάλυσιν, πιστεύσαντες ἀπόροις καὶ φυγαδικαῖς ἐλπίσιν, ἀπελθὼν οἴκαδε σιωπῇ πέμπει τινὰ τῶν φίλων πρὸς Μέλωνα καὶ Πελοπίδαν, ἀναβαλέσθαι κελεύων ἐν τῷ παρόντι καὶ περιμένειν βελτίονα καιρόν αὖθις ἀπαλλαγέντας εἰς Ἀθήνας. Χλίδων ἦν ὄνομα τῷ πεμφθέντι, καὶ κατὰ σπουδὴν οἴκαδε πρὸς αὑτὸν τραπόμενος καὶ τὸν ἵππον ἐξαγαγών ᾔτει τὸν χαλινόν.
当他们派出的信使来到卡隆处并告知众人已在途中时,卡隆本人面对逼近的险境未曾有丝毫动摇,展现出大丈夫的气概,准备好提供自己的住所。然而,有个叫希波斯泰内达斯的人,虽非恶徒,反而是个爱国且善待流亡者之人,却缺乏这一紧迫关头与当前大事所要求的那般巨大胆略;面对即刻降临的重大斗争,他仿佛感到头晕目眩;他好不容易在理智上省悟过来,意识到他们仅仅依凭流亡者渺茫无据的希望,便在某种程度上意图撼动斯巴达的统治,并着手推翻源于彼处的强权;于是他悄然返回家中,派一名友人前去见梅隆与佩洛皮达斯,命他们暂缓行动,重返雅典以等待更好的时机。被派去的人名叫克利冬,他急忙转身回家牵出马匹,索要马勒。
ἀπορουμένης δὲ τῆς γυναικὸς ὡς οὐκ εἶχε δοῦναι, καὶ χρῆσαί τινὶ τῶν συνήθων λεγούσης, λοιδορίαι τὸ πρῶτον ἦσαν, εἶτα δυσφημίαι, τῆς γυναικὸς ἐπαρωμένης αὐτῷ τε κακὰς ὁδοὺς ἐκείνῳ καὶ τοῖς πέμπουσιν, ὥστε καὶ τὸν Χλίδωνα πολὺ τῆς ἡμέρας ἀναλώσαντα πρὸς τούτοις διʼ ὀργήν, ἅμα δὲ καὶ τὸ συμβεβηκὸς οἰωνισάμενον, ἀφεῖναι τὴν ὁδὸν ὅλως καὶ πρὸς ἄλλο τι τραπέσθαι. παρὰ τοσοῦτον μὲν ἦλθον αἱ μέγισται καὶ κάλλισται τῶν πράξεων εὐθὺς ἐν ἀρχῇ διαφυγεῖν τὸν καιρόν.2
然而他的妻子因拿不出来而不知所措,说借给了一个熟人;起初两人相互争吵,接着恶言相向,妻子更诅咒他本人及派遣他的人一路厄运。结果克利冬因怒气在这场争吵中耗费了大半天的时光,加之把发生的变故视作不祥之兆,便彻底放弃了行程,转去忙别的事情。最伟大、最壮丽的壮举,竟差这么一点就在甫一开始之际错失良机。
- 8.1παραβαλέσθαι προεισελθεῖν
不定词 παραβαλέσθαι 为中间态,在此意为“冒险、以身试险”,其后接补足不定词 προεισελθεῖν(“先行潜入”)。在句法结构上,该不定词短语与前面的 ἐν τῷ Θριασίῳ περιμένειν 形成对比,均作为非人称动词 ἔδοξε 所支配的“主语对格加不定词”结构。
- 8.5παρὰ τοσοῦτον μὲν ἦλθον ... διαφυγεῖν τὸν καιρόν
惯用短语 παρὰ τοσοῦτον ἐλθεῖν 后接不定词,意为“差一点就……”、“只差这么微小的距离就……”。其中 παρὰ τοσοῦτον 表示微小的差额或幅度,整个短语在此表示最伟大崇高的行动只差一点点就在开头错失了良机。
