- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:10.1-10.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡隆巧妙地化解了阿尔基阿斯的怀疑并返回同伴处;随后雅典送来详报密谋始末的紧要书信,酩酊大醉的阿尔基阿斯却以“要事留待明日”将其置之脑后。
γενομένου δʼ ἐπὶ ταῖς θύραις αὐτοῦ, προῆλθεν ὁ Ἀρχίας, καὶ Φιλλίδας, καὶ εἶπεν· ὦ Χάρων, τινὰς ἀκήκοα παρεληλυθότας ἐν τῇ πόλει κρύπτεσθαι, καὶ συμπράττειν αὐτοῖς ἐνίους τῶν πολιτῶν. καὶ ὁ Χάρων διαταραχθεὶς τὸ πρῶτον, εἶτα ἐρωτήσας τίνες εἰσὶν οἱ παρεληλυθότες καὶ τίνες οἱ κρύπτοντες αὐτούς, ὡς οὐδὲν ἑώρα σαφὲς εἰπεῖν ἔχοντα τὸν Ἀρχίαν,1 ὑπονοήσας ἀπʼ οὐδενὸς τῶν ἐπισταμένων γεγονέναι τὴν μήνυσιν, ὁρᾶτε τοίνυν, ἔφη, μὴ κενός τις ὑμᾶς διαταράττῃ λόγος, οὐ μὴν ἀλλὰ σκέψομαι· δεῖ γὰρ ἴσως μηδενὸς καταφρονεῖν.
当卡隆来到门前时,阿尔基阿斯与菲利达斯一同走出来说道: “卡隆啊,我听说有人潜入了城中藏匿,并且城邦里有人在协助他们。” 卡隆起初有些慌乱,继而询问潜入的是何人、包庇他们的又是何人;当他看出阿尔基阿斯说不出任何明确详情时,便推测这则告密并非出自知情者之口,“那么请留心,”他说道,“莫让捕风捉影的流言扰乱了你们;不过,我自会去查探一番,毕竟对任何事或许都不该轻视。”
ταῦτα καὶ Φιλλίδας παρὼν ἐπῄνει, καὶ τὸν Ἀρχίαν ἀπαγαγὼν αὖθις εἰς ἄκρατον πολὺν κατέβαλε, καὶ ταῖς περὶ τῶν γυναικῶν ἐλπίσι διεπαιδαγώγει τὸν πότον. ὡς δʼ ἐπανῆλθεν ὁ Χάρων οἴκαδε καὶ διεσκευασμένους τοὺς ἄνδρας εὗρεν οὐχ ὡς ἄν τινα νίκην ἢ σωτηρίαν ἐλπίζοντας,2 ἀλλʼ ὡς ἀποθανουμένους λαμπρῶς καὶ μετὰ φόνου πολλοῦ τῶν πολεμίων, τὸ μὲν ἀληθὲς αὐτοῖς ἔφραζε τοῖς περὶ τὸν Πελοπίδαν, πρὸς δὲ τοὺς ἄλλους ἐψεύσατο λόγους τινὰς τοῦ Ἀρχίου περὶ πραγμάτων ἑτέρων πλασάμενος.
在场的菲利达斯也对这番话表示赞同,他将阿尔基阿斯拉回席间,再次让他灌下大量烈酒,并以有妇人前来的指望支撑着这席酒宴。当卡隆返回家中,发现众人已全副武装,并非指望什么胜利或生还,而是准备壮烈牺牲并大量斩杀敌人;他将实情只告知了佩洛皮达斯一行,却对其他人说了谎,捏造了阿尔基阿斯谈论其他事情的几句话。
ἔτι δὲ τοῦ πρώτου παραφερομένου δεύτερον ἐπῆγεν ἡ τύχη χειμῶνα τοῖς ἀνδράσιν. ἧκε γάρ τις ἐξ Ἀθηνῶν παρὰ Ἀρχίου τοῦ ἱεροφάντου πρὸς Ἀρχίαν τὸν ὁμώνυμον, ξένον ὄντα καὶ φίλον, ἐπιστολὴν κομίζων οὐ κενὴν ἔχουσαν οὐδὲ πεπλασμένην ὑπόνοιαν, ἀλλὰ σαφῶς ἕκαστα περὶ τῶν πρασσομένων φάσκουσαν, ὡς ὕστερον ἐπεγνώσθη·
第一场风波尚未平息,命运又给众人带来了第二场风暴。从雅典有使者自司祭阿尔基阿斯处前来,到同名且有结好情谊的朋友阿尔基阿斯那里,带来一封书信;信中既非空泛之论,亦非虚构的猜疑,而是如后来所查明的那样,巨细靡遗且确凿地写明了密谋之事。
τότε δὲ μεθύοντι τῷ Ἀρχίᾳ προσαχθεὶς ὁ γραμματοφόρος καὶ τὴν ἐπιστολὴν ἐπιδούς, ὁ ταύτην, ἔφη, πέμψας ἐκέλευσεν εὐθὺς ἀναγνῶναι· περὶ σπουδαίων γάρ τινων γεγράφθαι. καὶ ὁ Ἀρχίας μειδιάσας, οὐκοῦν εἰς αὔριον ἔφη, τὰ σπουδαῖα.3 καὶ τὴν ἐπιστολὴν δεξάμενος ὑπὸ τὸ προσκεφάλαιον ὑπέθηκεν, αὐτὸς δὲ πάλιν τῷ Φιλλίδᾳ περὶ ὧν ἐτύγχανον διαλεγόμενοι προσεῖχεν. ὁ μὲν οὖν λόγος οὗτος ἐν παροιμίας τάξει περιφερόμενος μέχρι νῦν διασῴζεται παρὰ τοῖς Ἕλλησι.
此时信使被引至酩酊大醉的阿尔基阿斯面前,递上书信,“寄此信者,”他说,“命您即刻阅览,因其所书关乎某些要事。” 阿尔基阿斯微笑着,“那么,要事,”他说,“就留到明天吧。” 他接过书信压在枕下,自己则再次就他们方才正谈论的事情把注意力转向菲利达斯。这句名言化作谚语流传开来,至今仍保留在希腊人之中。
- 10.1ὡς οὐδὲν ἑώρα σαφὲς εἰπεῖν ἔχοντα τὸν Ἀρχίαν
分词短语 ἔχοντα τὸν Ἀρχίαν 作感官动词 ἑώρα(ὁράω 的未完成过去时)的复合宾语。动词 ἔχω 搭配不定式 εἰπεῖν 表示能力或有话可说(“能够说出……”),整句意为“当他看到阿尔基阿斯说不出任何明确详情时”。
- 10.2οὐχ ὡς ἄν τινα νίκην ἢ σωτηρίαν ἐλπίζοντας
小词 ἄν 与 ὡς 及分词 ἐλπίζοντας 连用,表达一种假设或潜在的情态(“并非如同会指望获得任何胜利或获救之人”),与后文的 ἀλλʼ ὡς ἀποθανουμένους(“而是作为注定赴死之人”)形成鲜明对比。
- 10.4οὐκοῦν εἰς αὔριον ... τὰ σπουδαῖα
著名成语“要事留待明日”的典故出处。句中省略了谓语动词(如命令式 ὑπερτιθέσθω[且延期]或 ἀποκείσθω[且存留]),属于简练的格言式表达。
